← 艾菲索斯的米海尔

亚里士多德《动物结构》评注

§41.7-42.10

动物支撑组织的分布与骨骼及血管系统

米海尔解释了龟类与头足类动物中坚硬支撑组织的分布差异(龟壳与乌贼骨的功能),随后讨论了骨骼与血管分别以脊柱和心脏为单一本原而连续的结构,以及肋骨的防护功能和腹部无骨的目的论原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.35

Τὸ δὲ ἡ δὲ χελώνη καὶ τὸ τῶν ἐμύδων γένος ὁμοίως ἔχειν δοκεῖ τούτοις εἴρηται ἀντὶ τοῦ ὁμοίως τοῖς λεχθεῖσιν ἔχει τὸ μὲν σαρκῶδες ἐντός, τὸ δὲ συνέχον καὶ φυλάττον ἐκτός. τὰ δ’ ἔντομα καὶ τὰ μαλάκια ἐναντίως ἔχει καὶ ἑαυτοῖς καὶ τοῖς ἔχουσιν ἐκτὸς τὴν βοήθειαν. αὐτίκα ἡ μὲν σηπία ἔχει ἐν τῷ κύτει, ὃ καλεῖται κεφαλή, τὸ σηπίον, ὁ δὲ πολύπους τοῦτο οὐκ ἔχει. ἡ δὲ αἰτία, ὅτι τὸ μὲν τῆς σηπίας εὔμηκες ὂν εἰ μὴ εἶχε τὸ σηπίον, ἵν’ ὀρθοῖ αὐτὸ καὶ ὄρθιον ἵστασθαι παρασκευάζῃ, ἐκινεῖτο ἂν ὧδε κἀκεῖσε ὥσπερ αἱ κατεψυγμέναι χεῖρες, τὸ δὲ τοῦ πολύποδος διὰ τὸ βραχύτατον εἶναι καὶ χωρίς τινος στερεωτέρου δύναται ἀνορθοῦσθαι.

而“陆龟和水龟一类看来也与这些具有相似的情形”这句话,是用以代替:如同所说的那些动物一样,它们把肉质的部分置于内,而把维系和防护的部分置于外。但是昆虫类和头足类在自身之间,以及与那些在外部拥有防护的动物相比,情况都是相反的。例如,乌贼在其被称为头部的体腔中拥有乌贼骨,而章鱼却没有这个。原因在于,乌贼的[头部]是狭长的,如果它没有乌贼骨来使它挺直并使之保持直立状态,它就会像冻僵的手一样晃来晃去;而章鱼的[头部]由于极短,即使没有任何较坚硬之物也能够直立起来。

§2.36

Ἔχει δ’ ὁμοίως ἥ τε τῶν ὀστῶν καὶ τῶν φλεβῶν φύσις. Ὥσπερ γὰρ αἱ φλέβες ἀπὸ μιᾶς εἰσιν ἀρχῆς τῆς καρδίας, οὕτως καὶ τὰ ὀστᾶ ἐκ τῆς ῥάχεως. καὶ διὰ τοῦτο οὐδέν ἐστιν ὀστοῦν αὐτὸ καθ’ αὑτὸ ἀποκεκριμένον, ἀλλὰ πᾶν συνεχές ἐστι πρὸς ἄλλο ἢ ἁπτόμενον, κἀκεῖνο πρὸς ἄλλο· ἅπαντα δὲ τελευτῶσιν εἰς τὴν ῥάχιν. εἴτε δὲ ὀστοῦν ἦν τι καθ’ αὑτὸ εἴτε φλέψ, μάτην ἂν ἦν ἑκάτερον τούτων. ἡ γὰρ φλὲψ εἰ μὴ συνεχὴς ἦν τὴν ἀρχήν,1 οὐκ ἂν ἐσώζετο αἷμα ἐν αὐτῇ· ἀλλὰ πᾶσα φλὲψ γέγονε διὰ τὸ σώζεσθαι ἐν αὐτῇ αἷμα. καὶ πῶς οὐκ ἂν ἐσώζετο ἐν αὐτῇ αἷμα ἐπήγαγεν εἰπὼν ἡ γὰρ ἀπ’ ἐκείνης θερμότης κωλύει πήγνυσθαι, ἡ ἀπὸ τῆς καρδίας, ἥτις καρδία ἀρχὴ τῶν φλεβῶν ἐστιν· ἡ οὖν θερμότης αὕτη κωλύει πήγνυσθαι τὸ ἐν ταῖς φλεψὶν ἐνὸν αἷμα. εἰ δὲ ἦν τις φλὲψ χωρὶς καθ’ ἑαυτήν, πῶς ἂν πρὸς αὐτὴν διεπέμπετο τὸ ἐκ τῆς καρδίας θερμόν; Τοῦτό τε εἰπὼν καὶ ὅτι πολυμερὴς τῇ διαιρέσει τῶν σπονδύλων ἐστὶν ἡ ῥάχις, ἐπήγαγεν ἐκ δὲ ταύτης τοῖς ἔχουσι κῶλα συνεχῆ πρὸς αὐτὴν τὰ τούτων ὀστᾶ τῶν ἁρμονιῶν ἐστιν.2 κῶλα δὲ κυρίως εἰσὶν αἵ τε χεῖρες καὶ οἱ πόδες. τὸ δὲ λεγόμενον εἴη ἂν τοιοῦτον· τοῖς ζῴοις ὅσοις συμβέβηκεν ἔχειν κῶλα, τούτων τῶν ζῴων τὰ ὀστᾶ ἐκ τῶν ἁρμονιῶν τῆς ῥάχεώς ἐστι συνεχῆ πρὸς αὐτήν· αἱ γὰρ τῆς ῥάχεως ἁρμονίαι συνεχίζουσι πρὸς αὐτὴν τὰ κῶλα τῶν ζῴων. τῶν δὲ ὀστῶν, φησί, τὰ μέν εἰσι χάριν τῆς σαρκός, τὰ δ’ ἕνεκα φυλακῆς, ὥσπερ αἱ συγκλείουσαι πλευραὶ τὸ στῆθος· χάριν γὰρ σωτηρίας αὗται τυγχάνουσι τῶν περὶ τὴν καρδίαν σπλάγχνων. ἀλλὰ τὸ μὲν στέρνον ἅπαν ὀστοῖς περικλείεταί τε καὶ συνέχεται, τὸ δὲ μετὰ τὸ στῆθος ἄχρι τοῦ ἤτρου, ἐν ᾧ ἡ κοιλία καὶ τὰ ἔντερα κεῖται κάτωθεν τοῦ ὑποζώματος, τὸ δὴ μετὰ τὸ στῆθος ἄχρι τοῦ ἤτρου ἀνόστεόν ἐστιν. εἰ γὰρ ἦν ὀστῶδες, ἐπειδὴ τρωγόντων τῶν ζῴων ὀγκοῦται ἡ κοιλία ὑπὸ τῶν βρωμάτων, καὶ τῶν θηλειῶν ὑπό τε τούτων καὶ τῶν ἐμβρύων, ἐπειδὰν ὠδίνωσιν, ἐκωλύετ’ ἂν ἡ τῆς κοιλίας ἀνοίδησις καὶ ἐξόγκωσις· ὥστε συνέβαινεν ἐκ τούτου μήτε τὰ ἔμβρυα αὔξεσθαι καὶ ὀδύνας ἐγγίνεσθαι διὰ τὴν ἐκ τῶν βρωμάτων στενοχωρίαν.

“骨骼和血管的本性具有相似的情形。”因为正如血管源于单一的本原即心脏,骨骼也同样源于脊柱。正因为如此,没有任何骨骼是自身单独分离出来的,而是所有的骨骼要么与另一块骨骼相连续,要么与之相接触,而那一块又与另一块相连;并且所有的骨骼最终都归结于脊柱。如果骨骼或血管有任何一个是独自存在的,它们各自都将是徒劳的。因为血管如果根本不与本原相连续,血液就不会保存在其中;然而所有的血管之所以生成,都是为了使血液保存在其中。至于血液如何不会保存在其中,他补充道:“因为来自那里的热防止其凝固”,即来自心脏的热,而这心脏便是血管的本原;因此正是这种热防止了血管内存在的血液发生凝固。但若有任何血管是自身单独分离的,来自心脏的热又怎能传送到它那里呢?在说了这一点以及脊柱因椎骨的分节而由多部分构成之后,他接着补充道:“而在拥有肢体的动物中,它们的骨骼由它的关节与它相连续”。在严格意义上,肢体指的是手和足。所说的意思大概是这样:对于那些碰巧拥有肢体的动物而言,这些动物的骨骼是由脊柱的关节与脊柱相连续的;因为脊柱的关节使动物的肢体与脊柱相连。他说,在骨骼之中,“有些是为了肉而存在,有些则是为了防护而存在,正如将胸部闭合起来的肋骨一样”;因为这些肋骨正是为了保全心脏周围的内脏而存在的。然而,虽然整个胸部都被骨骼所包围和维系,但在胸部之后直到下腹部、即横膈膜下方容纳胃和肠的部位,在胸部之后直到下腹部的这部分确实是没有骨骼的。因为如果它是骨性的,那么当动物进食时胃因食物而膨胀,而雌性进食时以及临产时因食物和胚胎而膨胀,胃的肿胀和膨大就会受阻;以至于由此造成的结果既是胚胎无法发育,又会因食物造成的狭窄拘束而引发剧痛。

语法注2 条
  1. 2.36εἰ μὴ συνεχὴς ἦν τὴν ἀρχήν

    τὴν ἀρχήν 在语法上可作副词性宾格解为“根本/从一开始”,但结合亚里士多德的原书文句(PA 654a35: εἰ γὰρ μὴ συνεχὴς ἦν πρὸς τὴν ἀρχήν)以及下文将心脏视作血管之 ἀρχή 的语境,此处取表关涉的宾格,即“与本原(心脏)相连续”。各语言译文均保持这一理解。

  2. 2.36ἐκ δὲ ταύτης τοῖς ἔχουσι κῶλα συνεχῆ πρὸς αὐτὴν τὰ τούτων ὀστᾶ τῶν ἁρμονιῶν ἐστιν

    这是引自亚里士多德本文的引语(lemma),存在明显的语序倒置(hyperbaton)。其句法骨架为:主语是 τὰ τούτων ὀστᾶ(它们的骨骼),谓语是 ἐκ τῶν ἁρμονιῶν ἐστιν συνεχῆ πρὸς αὐτήν(由关节与它[脊柱]相连续),并由与格短语 τοῖς ἔχουσι κῶλα(在拥有肢体的动物中)来修饰。注文随后的释义(τοῖς ζῴοις ὅσοις συμβέβηκεν ἔχειν κῶλα, τούτων τῶν ζῴων τὰ ὀστᾶ ἐκ τῶν ἁρμονιῶν τῆς ῥάχεώς ἐστι συνεχῆ πρὸς αὐτήν)正揭示了这一对应关系,各语言均据此理清语序进行翻译。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:41.7-42.10