- 底本
- Michael, In Libros De Partibus Animalium Commentaria. Commentaria in Aristotelem Graeca XXII.2, ed. M. Hayduck, Berlin: Reimer 1904, pp. 1-99. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:40.7-41.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《动物部分论》653b19,阐述肉是触觉的器官,且作为天生相连的媒介而非第一性感官发挥作用,并解释了为何肉与视听觉感官不同,具有复合且物体性的结构。
Ταῦτα εἰπὼν λέγει καὶ περὶ σαρκὸς ὅτι ἐστὶν ἀρχὴ καὶ σῶμα καθ’ αὑτὸ τῶν ζῴων ἡ σάρξ. ὅτι δὲ τοιοῦτον ἡ σάρξ, δῆλον, φησί, καὶ κατὰ τὸν λόγον· ἐπειδὴ γὰρ τῷ ζῴῳ τὸ εἶναί ἐστιν ἐν τῷ αἴσθησιν ἔχειν καὶ πρῶτον ἐν τῷ τὴν πρώτην ἔχειν (εἰδοποιεῖται γὰρ καὶ ὑπὸ τῶν ἄλλων αἰσθήσεων τὸ ζῷον, ἀλλὰ πρώτως ὑπὸ τῆς πρώτης· αὕτη δ’ ἐστὶν ἡ ἁφή, ἁφῆς δὲ αἰσθητήριον ἡ σάρξ) εἰ δὴ τὸ ζῷον μᾶλλον ὥρισται τῇ ἁφῇ, ἁφῆς δὲ αἰσθητήριον ἡ σάρξ, δῆλον ὅτι ἡ σὰρξ καθ’ αὑτὸ τοῖς ζῴοις ἐστίν, ὥσπερ καὶ τῇ ὄψει ὁ ὀφθαλμός. εἰπὼν δὲ ὅτι τῆς ἁφῆς αἰσθητήριόν ἐστιν ἡ σάρξ, ἐπήγαγεν ἤτοι τὸ πρῶτον, ὥσπερ ἡ κόρη τῆς ὄψεως, ἢ τὸ δι’ οὗ συνειλημμένον.1 ἔσται δὲ τὸ λεγόμενον δῆλον, εἰ προείπομεν ὅτι ὥσπερ ἡ διαφάνεια τοῦ ἀέρος διαπορθμεύει τὰ χρώματα χωρὶς ὕλης πρὸς τὴν κόρην, ἥτις πρῶτον αἰσθητήριόν ἐστι τῆς ὄψεως, οὕτω καὶ ἡ σὰρξ πρὸς τὸ ἔμφυτον θερμόν, ὅπερ ἐστὶ πρῶτον αἰσθητήριον τῆς ἁφῆς. ἀλλ’ ἡ μὲν σὰρξ συμφυὴς οὖσα ἡμῖν δοκεῖ ὅτι αὕτη ἐστὶ τὸ πρῶτον αἰσθητήριον, ὁ δ’ ἀήρ, μὴ συμφυὴς ὢν τῷ ὀφθαλμῷ ἀλλ’ ἁπτόμενος, διάδηλός ἐστιν ὅτι οὐκ ἔστι τὸ πρῶτον αἰσθητήριον τῆς ὄψεως· εἰ δ’ ἦν τῷ ὀφθαλμῷ συμφυής, ἐδόκει ἂν καὶ οὗτος πρῶτον αἰσθητήριον τῆς ὄψεως. τούτων οὕτω προλεχθέντων τὸ λεγόμενον εἴη ἂν τοιοῦτον· τῆς ἁφῆς αἰσθητήριόν ἐστιν ἡ σάρξ, ἤτοι τὸ πρῶτον, ὥσπερ ἡ κόρη τῆς ὄψεως, ἢ τὸ δι’ οὗ συνειλημμένον, τουτέστιν ἢ τὸ δι’ οὗ αἰσθάνεται, ἤτοι [ἢ] τὸ διαπορθμευτικὸν ὥσπερ ὁ ἀήρ. τὸ δὲ συνειλημμένον ἀντὶ τοῦ συμφυές· συμφυὴς γάρ ἐστιν ἡμῖν ἡ σάρξ, ἀλλ’ οὐ χωρὶς ὥσπερ ὁ ἀήρ. ἀλλὰ διὰ τί, ὥσπερ ἐπὶ τῆς ἁφῆς τὸ αἰσθητήριον, δι’ οὗ τὸ πρῶτον αἰσθητήριον τὰ ἁπτὰ δέχεται, σάρξ ἐστιν, οὐ καὶ τὸ τῆς ὄψεως καὶ τὸ τῆς ἀκοῆς σὰρξ ἦν, ἀλλὰ τῆς μὲν ἡ διαφάνεια τοῦ ἀέρος, τῆς δὲ ἀκοῆς ὁμοίως τὸ διηχὲς τοῦ αὐτοῦ ἀέρος; ἢ ἐπὶ μὲν τῶν δύο τούτων, φησίν, αἰσθήσεων ἀδύνατον ἦν σάρκινον γενέσθαι τὸ αἰσθητήριον τὸ ἀναλογοῦν τῇ σαρκί, καὶ οὐδὲν ἂν ἦν προὔργου οὐδ’ ὠφέλιμον. πολλῶν γὰρ οὖσα ἀντιληπτικὴ ἡ ἁφή, σκληρῶν μαλακῶν, ψυχρῶν θερμῶν, τραχέων λείων καὶ ἄλλων πολλῶν, εὐλόγως καὶ τὸ αἰσθητήριον αὐτῆς συνέστησεν ἡ φύσις ἐκ πολλῶν· ἡ δὲ ὄψις ἑνὸς οὖσα γένους (χρώματος γάρ) καὶ ἡ ἀκοὴ ψόφων ἁπλοῦν καὶ τὸ ἀναλογοῦν τῇ σαρκὶ αἰσθητήριον ἀπειργάσατο. σωματῶδες οὖν εἴρηκε τὴν σάρκα αἰσθητήριον ἀντὶ τοῦ σύνθετον καὶ ἐκ πλειόνων συγκείμενον.2 ἀλλὰ κατὰ μὲν τὸν λόγον οὕτω δῆλον ὅτι ἡ σὰρξ πρῶτόν ἐστι καὶ ἀρχή, κατὰ δὲ τὴν αἴσθησιν οὕτως, ἐπειδὴ τἆλλα πάντα, οἷον νεῦρα [σάρκες] τρίχες, τὰ λοιπὰ δι’ αὐτήν εἰσιν, οὗ δὲ ἕνεκα τὰ λοιπά ἐστι, τοῦτο πρῶτον ἐκείνων ἐστὶ τῇ φύσει.3 σαφῆ δὲ τὰ λοιπά.
在说了这些之后,他也论及了肉,指出肉是动物的本原和本性之躯。他说,肉是如此的,根据定义也是显然的;因为对于动物而言,存在就在于拥有感觉,首先在于拥有第一性的感觉(因为动物虽也由其他感觉所赋形,但首先是由第一性的感觉赋形的;而这就是触觉,触觉的感官则是肉),如果动物更多地是由触觉来规定的,而触觉的感官是肉,显然肉对于动物而言是本性存在的,正如眼睛之于视觉一样。在说肉是触觉的感官之后,他补充道:“要么是第一性的感官,就像视觉中的瞳孔一样,要么是与之结合的中介物”。如果我们预先说明以下一点,所说的意思就会变得清楚:正如空气的透明性把颜色无质料地传递给作为视觉第一性感官的瞳孔一样,肉也将[可触之物]传递给作为触觉第一性感官的天赋之热。然而,由于肉与我们天生一体,看起来它本身就是第一性的感官;而空气并非与眼睛天生一体,只是与之相接触,显然不是视觉的第一性感官;但如果它与眼睛天生一体,它也就会被看作是视觉的第一性感官了。预先讲明了这些之后,所说的意思便是如此:肉是触觉的感官,“要么是第一性的感官,就像视觉中的瞳孔一样,要么是与之结合的中介物”,也就是感觉所经由的媒介,即如同空气一般的传导媒介。用“结合的”代替了“天生一体的”;因为肉与我们天生一体,并不像空气那样分离。但是,为什么正如在触觉中,第一性感官借以接受可触之物的感官是肉,而视觉和听觉的感官却不是肉,视觉的感官是空气的透明性,而听觉的感官同样是同一空气的共鸣性呢?他说,难道不是因为对于这两种感觉而言,与肉相对应的感官不可能成为肉质的,而且肉质的也不会有任何用处或裨益吗?因为触觉能感知许多事物,如硬与软、冷与热、粗糙与平滑以及许多其他事物,所以自然合乎情理地将它的感官由许多成分合成;而视觉只属于单一的类(即颜色),听觉属于声音,因此自然将与肉相对应的感官造成单纯的。所以他把肉称为“物体性的”感官,以此代替“复合的且由更多成分组成的”。依定义而言,肉是第一性的和本原,这已如上阐明;而依感觉而言,则是这样阐明的:因为所有其他部分,如肌腱、[肉、]毛发等其余部分,都是为了肉而存在的;而其余部分为了它而存在的那一部分,在自然上次序先于它们。其余文句是清楚的。
- 2.34ἤτοι τὸ πρῶτον, ὥσπερ ἡ κόρη τῆς ὄψεως, ἢ τὸ δι’ οὗ συνειλημμένον
引用亚里士多德原文(653b24-25)。由 ἤτοι ... ἤ(要么……要么……)构成,后半部分省略了被修饰的名词 αἰσθητήριον。τὸ δι’ οὗ 是实质化的介词短语,指感觉经由的中介(媒介器官),完成被动分词 συνειλημμένον(结合在一起的)在此作修饰或表语说明。
- 2.34σωματῶδες οὖν εἴρηκε τὴν σάρκα αἰσθητήριον ἀντὶ τοῦ σύνθετον καὶ ἐκ πλειόνων συγκείμενον
双重宾格结构(εἴρηκε τὴν σάρκα σωματῶδες αἰσθητήριον)的倒装:τὴν σάρκα 为直接宾语,σωματῶδες αἰσθητήριον 为宾语补足语。ἀντὶ τοῦ 加上冠词化的词语或短语是注释中用于解释词义的固定句式(意为“代替……/即……”),指出 σωματῶδες 是在 σύνθετον(复合的)的意义上被使用的。
- 2.34οὗ δὲ ἕνεκα τὰ λοιπά ἐστι, τοῦτο πρῶτον ἐκείνων ἐστὶ τῇ φύσει
关系代词属格 οὗ 受后置介词 ἕνεκα 支配的关系从句(οὗ ἕνεκα τὰ λοιπά ἐστι)倒装位于主句主语 τοῦτο 之前。ἐκείνων 是比较属格,作 πρῶτον 的比较对象,意为“在自然上优先于它们(即 τὰ λοιπά)”。
