- 底本
- Michael, In Libros De Partibus Animalium Commentaria. Commentaria in Aristotelem Graeca XXII.2, ed. M. Hayduck, Berlin: Reimer 1904, pp. 1-99. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:39.3-40.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔解释了脑通过冷却血液和气来引发睡眠的机制以及因疲劳所致的睡眠,随后注解了脑兼具水与土的性质因而在煮时变硬、按体型比例人脑最大、以及婴儿前囟最晚固化的生理原因。
Ποιεῖ δὲ καὶ τὸν ὕπνον ὁ ἐγκέφαλος ἐν ὅσοις ἔνεστιν, ἐν οἷς δὲ μή ἐστιν, τὸ ἀνάλογον·1 καὶ πῶς, ἐπήγαγεν καταψύχων γὰρ τὴν ἀπὸ τῆς τροφῆς τοῦ αἵματος ἐπίρρυσιν, καὶ τὰ ἑξῆς. τὸ δὲ λεγόμενον τοιοῦτόν ἐστι· τὸ πνεῦμα τὸ ἀναδιδόμενον σὺν τῷ αἵματι (μετὰ πνεύματος γὰρ ἀεὶ ἡ τοῦ αἵματος ἀνάδοσις) τὸ δὴ πνεῦμα τοῦτο ψυχόμενον ὑπὸ τοῦ ἐγκεφάλου κατέρχεται καὶ ποιεῖ τὸν ὕπνον. διὸ καὶ οἱ ὑπνώττοντες, τουτέστιν οἱ ἤδη πρὸς ὕπνον τραπῆναι μέλλοντες, καρηβαροῦσι· τοῦ γὰρ πνεύματος ψυχθέντος καὶ ἐν τῷ περὶ τὴν καρδίαν τόπῳ πεπτωκότος καὶ ἤδη ἀναισθητεῖν τοῦ ζῴου μέλλοντος καρηβαρεῖ καὶ κλίνει ἔνθεν κἀκεῖθεν τὴν κεφαλήν. σαφῆ δὲ τὰ ἑξῆς. τὰ δὲ τῶν λέξεων τοιαῦτα· καταψύχων γὰρ τὴν ἀπὸ τῆς τροφῆς τοῦ αἵματος ἐπίρρυσιν, τουτέστιν καταψύχων γὰρ ὁ ἐγκέφαλος τὴν ἐπίρρυσιν τοῦ αἵματος (λέγων ἐπίρρυσιν τὸ πνεῦμα τὸ ἀνιὸν σὺν τῷ αἵματι), τὸ δὴ πνεῦμα τοῦτο τὸ ἀπὸ τοῦ αἵματος, ὅπερ αἷμα ἡ ἐσχάτη ἐστὶ τροφή, ψυχόμενον ποιεῖ τὸν ὕπνον. τὸ δὲ ἢ καὶ διά τινας αἰτίας ὁμοίας ἄλλας εἶπεν, ἐπειδὴ οὐκ ἀπὸ τροφῆς ἀεὶ τὸ πνεῦμα ἄνεισι καὶ ποιεῖ ἡμᾶς ὑπνώττειν, ἀλλὰ πολλάκις ὑπνώττομεν καὶ διὰ κόπον· κινουμένων2 γὰρ λεπτότερον γίνεται τὸ πνεῦμα καὶ ἄνεισι τότε μᾶλλον. καὶ ταῦτα μὲν οὕτως. Ὅτι δ’ ἔστιν ὁ ἐγκέφαλος κοινὸς ὕδατος καὶ γῆς, τουτέστιν ψυχρότατος, δηλοῖ πρὸς τοῖς εἰρημένοις καὶ τὸ συμβαῖνον περὶ αὐτόν· ἑψόμενος γὰρ γίνεται ξηρὸς καὶ σκληρὸς ὥσπερ τὰ τῶν χεδροπῶν ἑψήματα. ὅτι δὲ τὰ χεδροπὰ ἑψηθέντα τοιαῦτά ἐστι, δῆλον ὡς ἐπὶ τοῦ ἀληλεσμένου κυάμου· ὁ γὰρ τοιοῦτος κύαμος καλῶς ἑψηθείς, εἶτα ψυχθεὶς ξηραίνεταί τε καὶ σκληρύνεται. ὅτι δὲ τὰ χεδροπὰ καὶ ὕδατός ἐστι καὶ γῆς, δέδεικται. Τὸν δ’ ἐγκέφαλον ἔχει ὁ ἄνθρωπος πλεῖστον ὡς κατὰ μέγεθος. ἀσφαλῶς δὲ πρόσκειται τὸ ὡς κατὰ μέγεθος· εἰ γὰρ εἴη ὁ ἄνθρωπος ὑποδεκαπλάσιος ἐλέφαντος, οὐκέτι καὶ ὁ τοῦ ἀνθρώπου ἐγκέφαλος ὑποδεκαπλάσιός ἐστι τοῦ ἐγκεφάλου τοῦ ἐλέφαντος, ἀλλ’ ἴσως οὐδὲ ὑποτριπλάσιος. καὶ εὐλόγως διὰ τὸ τὸν ἐγκέφαλον ὑγρὸν εἶναι καὶ ψυχρὸν ὀψιαίτατα πήγνυται τὸ καλούμενον βρέγμα· ὑγρότατα γὰρ ὄντα τὰ βρέφη καὶ ἐπὶ τούτῳ πολλῆς τῆς ὑγρᾶς ἀναθυμιάσεως ὑπὸ τοῦ ἐν τῇ καρδίᾳ θερμοῦ πρὸς τὸν ἐγκέφαλον διαδιδομένης πολύν τινα χρόνον ἀπατμίζει· ὥστε εἰ μὴ ἦν τὸ βρέγμα εὔπνουν καὶ ἐξήρχετο ἀπ’ αὐτοῦ ἡ ἀναθυμίασις ἡ πρὸς τὸν ἐγκέφαλον ἀναδιδομένη, ἀλλὰ σκληρὸν καὶ κωλυτικὸν τοῦ ἐξέρχεσθαι τὴν ἀναθυμίασιν, ἣν θερμὸν οὗτος εἶπεν, ἢ ἐξηραίνετο ἂν καὶ ἐθερμαίνετο ὁ ἐγκέφαλος, εἰ τοιοῦτον ἦν τὸ ἀνιὸν πνεῦμα, καὶ οὐκ ἂν ἔψυχε τὴν καρδίαν, ἢ ὑγραίνετο ἂν καὶ ἐψύχετο,3 εἰ πάλιν τοιοῦτον ἦν τὸ ἀνιὸν πνεῦμα· τούτου δὲ γινομένου συνέβαινε σβέννυσθαι τὸ ἐν τῇ καρδίᾳ θερμόν. τούτων γάρ ἐστι δηλωτικὸν τὸ ἢ οὐ ψύξει ἢ [οὐ] πήξει. πῶς δὲ τοῦτο ἔπασχεν ἂν τὸ ἐν τῇ καρδίᾳ θερμόν, κατεσκεύασε διὰ τοῦ ‘συμπαθέστατον γὰρ ὂν τὸ ἐν τῇ καρδίᾳ θερμὸν ταχέως αἰσθάνεται καὶ πάσχει ὑπὸ τοῦ τυχόντος περὶ τὸν ἐγκέφαλον γινομένου πάθους’.
脑在拥有脑的动物中也产生睡眠,而在没有脑的动物中,则由与之类似的部分产生;至于如何产生,他补充道:“因为通过冷却来自食物的血液的灌注”,等等。所说的意思如下:随血液一起被输送的气(因为血液的输送总是伴随着气)——正是这一被脑冷却的气下降并引起睡眠。因此昏昏欲睡的人,也就是那些即将入睡的人,感到头部沉重;因为当气被冷却并落入心脏周围的区域、动物即将失去知觉时,就会感到头部沉重,并将头晃向这边或那边。其后的文句是清楚的。字句如下:“因为通过冷却来自食物的血液的灌注”,也就是说,脑通过冷却血液的灌注(把随血液上升的气称为“灌注”),正是这来自血液的气——这血液即是终极的养分——在被冷却后引起了睡眠。他说“或者通过某些其他类似的原因”,是因为气并不总是从食物中上升并引起我们犯困,我们常常也因疲劳而犯困;因为在运动时,气变得更稀薄,彼时便更多地上升。这些事情便是如此。 脑兼具水与土的性质,也就是说它是最冷的,除了上述诸点外,发生在其身上的现象也表明了这一点;因为它被煮时会变干变硬,就像煮熟的豆类一样。而豆类煮熟后是如此的,这一点从磨碎的蚕豆上就能看清;因为这样的蚕豆在煮透、随后被冷却后,既变干又变硬。至于豆类兼具水与土的性质,则已被证明过了。 按体型比例而言,人拥有的脑最多。加上“按体型比例”是十分稳妥的;因为即便人是象的大小的十分之一,人的脑却绝不是象的脑的十分之一,甚至可能不少于象脑的三分之一。并且合乎情理的是,由于脑是湿润且寒冷的,所谓的前囟固化得最晚;因为婴儿极其湿润,加之大量湿润的气化之物被心脏中的热散布至脑部,〔婴儿〕在相当长的时间里散发水汽;因此,如果前囟不是通气的、输送到脑部的气化之物未能从中逸出,而是坚硬且阻碍气化之物——他将其称作热——逸出的话,那么若上升的气是那样的性质,脑就会变干变热,而不能冷却心脏,或者若上升的气相反是这样的性质,脑就会变湿变冷;一旦发生这种情况,心脏中的热就会随之熄灭。因为“要么不冷却,要么凝固”正是表明了这些事情。至于心脏中的热如何会遭受这种情况,他通过以下语句进行了论证:“因为心脏中的热是最具感应性的,迅速感知并受到发生在脑周围的任何偶然受动的影响”。
- 2.33τὸ ἀνάλογον
该主格短语作为省略了的动词 ποιεῖ 的主语(“相应的部分[引起睡眠]”),与前一分句中的 ὁ ἐγκέφαλος 相对照。
- 2.33κινουμένων
没有明示主语的属格独立结构,需补充一般性的人或身体(“当[我们/身体]活动时”)。
- 2.33ὥστε εἰ μὴ ἦν τὸ βρέγμα εὔπνουν καὶ ἐξήρχετο ἀπ’ αὐτοῦ ἡ ἀναθυμίασις ... ἢ ἐξηραίνετο ἂν καὶ ἐθερμαίνετο ὁ ἐγκέφαλος ... ἢ ὑγραίνετο ἂν καὶ ἐψύχετο
由 ὥστε 引导的结果从句内部嵌套了一个与现在事实相反的虚拟条件句(εἰ 搭配未完成过去直陈式……ἄν 搭配未完成过去直陈式)。条件从句动词为 ἦν 和 ἐξήρχετο,归结从句则呈现 ἢ ... ἄν ... ἢ ... ἄν ... 的选言结构。
