- 底本
- Michael, In Libros De Partibus Animalium Commentaria. Commentaria in Aristotelem Graeca XXII.2, ed. M. Hayduck, Berlin: Reimer 1904, pp. 1-99. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:37.33-39.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔遵循亚里士多德,反驳柏拉图等人认为脑即骨髓的观点,指出脑是极其寒冷的器官,解释了灵魂与生得之热的关系,并阐明了脑用于冷却和调和心脏之热的目的及其相应的血管构造。
Μετὰ ταῦτα λέγει περὶ ἐγκεφάλου, καί φησιν ὅτι πολλοῖς, ἐξ ὧν καὶ ὁ Πλάτων, ὁ ἐγκέφαλος δοκεῖ μυελὸς εἶναι καὶ ἀρχὴ τοῦ μυελοῦ, διὰ τὸ τὸν ῥαχίτην ὁρᾶν αὐτῷ συνεχῆ· τοσοῦτον δ’ οὐκ ἔστι, φησίν, ὁ ἐγκέφαλος οὔτε μυελὸς οὔτε μὴν ἀρχὴ μυελοῦ, ὥστε καὶ ἐναντίος ἐστὶν ὁ μυελὸς κατὰ τὴν φύσιν τῷ ἐγκεφάλῳ.1 καὶ πῶς, ἐπάγει· ὁ μὲν γὰρ ἐγκέφαλος ψυχρότατός ἐστιν, ὁ δὲ μυελὸς θερμός, ἐναντίον δὲ τὸ θερμὸν τῷ ψυχρῷ. καὶ εὐλόγως ἐστὶν ὁ μυελὸς θερμός, ὢν συνεχὴς τῷ ἐγκεφάλῳ, ψυχρῷ ὄντι, ἵνα θερμαίνῃ καὶ κολάζῃ τὴν ὑπερβάλλουσαν αὐτοῦ ψυχρότητα. ἀεὶ γὰρ ἡ φύσις μηχανᾶται πρὸς τὴν ἑκάστου ὑπερβολὴν βοήθειαν τὴν τοῦ ἐναντίου παρεδρίαν. ὅτι δὲ ὁ ἐγκέφαλος ψυχρότατός ἐστι, φανερὸν καὶ ἐκ τῆς θίξεως· ἁπτόμενος γὰρ ψυχρός ἐστιν. ἔστι δὲ οὔτε περίττωμα ὁ μυελὸς οὔτε τῶν συνεχῶν μορίων,2 ὥσπερ αἱ σάρκες, ἀλλ’ αὐτὸς καθ’ αὑτόν. καὶ ὅτι μὲν οὐκ ἔχει συνέχειαν ὁ μυελός, ἀλλ’ ὡς ἐν ἀγγείῳ τινί ἐστιν ἐν τῇ κεφαλῇ καθ’ αὑτόν, δῆλον καὶ ἐκ τῆς ὄψεως καὶ ἐκ τοῦ μὴ ποιεῖν αἴσθησιν θιγγανόμενος, ὥσπερ οὐδὲ τὸ αἷμα· οὐδὲ γὰρ τοῦτο συνεχές, ἀλλ’ ὡς ἐν ἀγγείῳ ταῖς φλεψίν· ἡ δὲ σὰρξ συνεχὴς οὖσα ποιεῖ αἴσθησιν. Εἰπὼν δὲ τί ἐστιν ὁ ἐγκέφαλος, λέγει καὶ δι’ ἣν αἰτίαν ἐγεγόνει· πρὸς γὰρ σωτηρίαν αὐτῶν, καὶ τὸ περιψύχειν τὸ ἐν τῇ καρδίᾳ θερμόν. πρότερον δὲ δείκνυσιν ὡς ἔνεστιν ἡμῖν θερμόν, καὶ οὕτω λέγει, διὰ τί γέγονεν ὁ ἐγκέφαλος. τοσοῦτον οὖν, φησίν, ἐκδηλότατον τυγχάνει ὅτι ἔνεστιν ἡμῖν θερμόν, ὥστε τινὲς τὴν ψυχὴν πῦρ τιθέασι, δυνάμει λέγοντες ὅτι ὥσπερ ἄνευ ψυχῆς οὐ δύναται ζῷον εἶναι, οὕτω καὶ ἄνευ θερμοῦ, φορτικῶς πῦρ εἰπόντες τὴν ψυχήν. βέλτιον οὖν λέγειν τὴν αἰσθητικὴν ψυχὴν ἐν πυρὶ εἶναι, ἢ λέγειν αὐτὴν πῦρ. λέγει δὲ τὴν αἰτίαν, ἐξ ἧς πῦρ αὐτὴν λέγειν ὡρμήθησαν· ὁρῶντες γάρ, φησί, τὸ ἐν ἡμῖν πῦρ, ἤγουν τὸ ἔμφυτον θερμόν, ὑπηρετικώτατον καὶ οἷον ὄργανον ὑπάρχον τῶν τῆς ψυχῆς ἔργων (ἄνευ γὰρ τούτου οὔτε κινεῖν οὔτε τρέφειν δύναται) ὑπέλαβον ὅτι τὸ πῦρ ἐστιν ἡ ψυχή. ὅμοιον οὖν τὸ τὴν ψυχὴν πῦρ λέγειν καὶ τὸν τέκτονα πρίονα ἢ σκέπαρνον· οὐδὲ γὰρ οὗτος χωρὶς τούτων τὰ τῆς τεκτονικῆς ἔργα πράττειν δύναται. ὥσπερ οὖν τὸ σκέπαρνον ἐγγὺς ὂν τῷ τέκτονι (ἅπτεται γὰρ αὐτοῦ) καὶ οὕτω τῷ σκεπάρνῳ τὸ ἔργον περαίνουσιν,3 οὕτω καὶ ἡ αἰσθητικὴ ψυχὴ καὶ τὸ ἔμφυτον θερμόν. οὕτω μὲν οὖν δῆλον ὅτι ἔνεστιν ἡμῖν θερμόν. ἐπεὶ δὲ πᾶν ἄκρον, εἴτε θερμόν ἐστι τοῦτο εἴτε ἄλλο ὁτιοῦν, δεῖται τῆς ἐναντίας ῥοπῆς, ἵνα εἰς συμμετρίαν ἔλθῃ (τὴν γὰρ οὐσίαν καὶ τὸν ἑκάστου λόγον ἡ τῶν ἄκρων σύμμετρος ἔχει μῖξις, τῶν δ’ ἄκρων ἑκάτερον χωρὶς οὐκ ἔχει), διὰ τοῦτο γέγονεν ὁ ἐγκέφαλος καὶ ποιεῖ τὴν ἐν τῇ καρδίᾳ θερμότητα εὔκρατον. ἵνα δὲ καὶ οὗτος διὰ τὸ ψυχρότατος εἶναι τυγχάνῃ μετρίας θερμότητος, ὅπως μὴ παγῇ ὥσπερ κρύσταλλος, ἀφ’ ἑκατέρας τῆς φλεβός, τῆς μεγάλης καὶ τῆς ἀορτῆς, τελευτῶσι φλέβες εἰς τὴν περὶ τὸν ἐγκέφαλον μήνιγγα· ἵνα δὲ πάλιν μὴ πολλὰ θερμαινόμενος θερμαίνῃ τὴν καρδίαν καὶ βλάπτῃ, ἀντὶ μεγάλων ὀλίγων φλεβῶν πυκναὶ καὶ λεπταὶ περιέχουσιν αὐτόν, ἵν’ εἰς πολλὰ φλεβία καὶ λεπτὰ κατακερματιζομένη ἡ εἰς αὐτὸν ἀναδιδομένη θερμότης ἀσθενεστάτη γίνηται.
在这些之后,他论述了脑,并且说在许多人看来——其中也包括柏拉图——脑是骨髓且是骨髓的本原,这是因为看到脊椎[骨髓]与它相连;但他指出,脑不仅绝非骨髓,甚至绝非骨髓的本原,以至于骨髓在天性上甚至与脑正相反对。接着他指明了如何反对:因为脑是最冷的,而骨髓是热的,热与冷正相反对。骨髓是热的也是合乎情理的,它与冷的脑相连,以便温热并抑制脑过度之冷。因为自然总是针对每一事物的过度,设计出使相反者同在这一救助。而脑是最冷的,从触碰中也可以显明;因为摸起来它是冷的。此外,骨髓既不是排泄物,也不是像肉那样属于连续的部分,而是自身独立的。骨髓不具有连续性,而是自身独立地犹如在某个容器中那样存在于头部,这一点无论从视觉来看,还是从被触碰时不产生感觉来看,都是清楚的,正如血液也是如此;因为血液也不是连续的,而是犹如在容器即血管中那样;但肉由于是连续的,所以能产生感觉。在说明了脑是什么之后,他也指明了脑是出于何种原因生成的:即为了它们的保全,以及适度冷却心脏中的热。但他首先指明热存在于我们之中,然后才说明脑因何而生成。因此他说,热存在于我们之中是极其显而易见的,以致有些人将灵魂确立为火,实际上是说正如没有灵魂动物便无法存在一样,没有热也同样无法存在,粗糙地把灵魂称作火。因此,说感觉灵魂在火之中,比说灵魂本身就是火更好。他也指明了他们之所以急于把灵魂称作火的原因:他说,因为他们看到我们之中的火,即生得的热,极其合用于灵魂的活动且犹如灵魂活动的工具而存在(因为没有它,灵魂既无法运动也无法摄取营养),便认为火就是灵魂。因此,把灵魂称作火,就好比把木匠称作锯子或手斧一样;因为没有这些,他也无法施行木工的劳作。因此,正如手斧靠近木匠(因为他接触着手斧),而[工匠们]就这样借手斧完成劳作一样,感觉灵魂与生得的热也是如此。因此,热存在于我们之中是显而易见的。但是,既然凡是极端的端点,无论它是热还是其他任何东西,为了达到适度都需要相反的倾向(因为端点的适度混合保持着每一事物的实体与本质定义,而两个端点各自孤立时都不保持),为此之故脑生成了,并使心脏中的热达到良好的调和。为了使脑自身由于极度寒冷也能获得适度的热,以免像冰一样凝结,来自两条血管——即大静脉和主动脉——各自的血管便终结于脑周围的脑膜;但反过来为了防止脑因受热过多而加热心脏并造成损害,包围着脑的不是少数粗大血管,而是稠密而细小的血管,以便传导到脑中的热在被细分到许多细小微血管中时变得极其微弱。
- 2.33τοσοῦτον δ’ οὐκ ἔστι, φησίν, ὁ ἐγκέφαλος οὔτε μυελὸς οὔτε μὴν ἀρχὴ μυελοῦ, ὥστε καὶ ἐναντίος ἐστὶν ὁ μυελὸς κατὰ τὴν φύσιν τῷ ἐγκεφάλῳ
此处为 τοσοῦτον ... ὥστε 关联句式,带有否定词 οὐκ,表示程度的极大悬殊与逆转:“脑不仅绝非……以致于……”。结果从句的主语为 ὁ μυελός,与格 τῷ ἐγκεφάλῳ 作 ἐναντίος 的补足语。
- 2.33ἔστι δὲ οὔτε περίττωμα ὁ μυελὸς οὔτε τῶν συνεχῶν μορίων
在被注解的亚里士多德原文中(652b3),此句的主语是“脑”(ὁ ἐγκέφαλος),而注疏文本传抄作 ὁ μυελός(“骨髓”)。尽管后文的“在头部之中”(ἐν τῇ κεφαλῇ)清楚表明其所指实为脑,但在句法上各译文仍严格保留文本中的语法主语 ὁ μυελός。
- 2.33καὶ οὕτω τῷ σκεπάρνῳ τὸ ἔργον περαίνουσιν
主要动词 περαίνουσιν 为第三人称复数,并未在语法上呼应前文的单数主语 ὁ τέκτων,而是用作泛指工匠或一般人的不定人称复数(“[工匠们]完成”)。
