- 底本
- Michael, In Libros De Partibus Animalium Commentaria. Commentaria in Aristotelem Graeca XXII.2, ed. M. Hayduck, Berlin: Reimer 1904, pp. 1-99. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:36.12-37.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔阐明了过量的脂肪如何通过破坏肉的感觉功能而致使动物泯灭,随后分析了骨髓,指出骨髓是血液的转化物而非种子的本原,并解释了脊椎骨髓特有的粘稠性以及狮子骨骼致密细狭的特征。
" Μέτρια μὲν οὖν ταῦτ’ ὄντα ἐν τοῖς μορίοις τῶν ζῴων ὠφελεῖ." Μέτρια μὲν οὖν, φησί, τὸ στέαρ καὶ ἡ πιμελὴ ἐν τοῖς τῶν ζῴων μορίοις ὑπάρχοντα ὠφελεῖ, ὑπερβάλλοντα δὲ βλάπτει καὶ φθείρει. καὶ πῶς τῇ ὑπερβολῇ φθείρουσι, λέγει· τὸ ζῷον γάρ, φησί, ζῷόν ἐστι κατὰ τὸ αἰσθητικὸν μόριον, τουτέστι τὸ ζῷον, ᾗ ζῷον, οὐσίωται καὶ εἰδοποιεῖται κατὰ τὸ αἰσθάνεσθαι. οὔτε γὰρ ἡ οὐσία οὔτε τὸ ἔμψυχον εἰδοποιεῖ τὸ ζῷον (ἔστι γὰρ καὶ τὸ φυτὸν οὐσία ἔμψυχος), ἀλλὰ τὸ αἰσθητικὸν ζῷον· ζῷον γάρ ἐστιν οὐσία ἔμψυχος αἰσθητική. ἀλλὰ μὴν καὶ ἡ σὰρξ καὶ τὸ ἀνάλογον ταύτῃ αἰσθητικόν ἐστι, τουτέστιν αἰσθητήριόν ἐστι τῆς ἁφῆς. τὸ γὰρ αἷμα, ὡς εἴρηται, αἴσθησιν οὐ ποιεῖ οὐδὲ εἶναι δύναται αἰσθητήριον, ναὶ μὴν οὐδὲ τὸ στέαρ οὐδὲ ἡ πιμελή· αἷμα γὰρ καὶ αὐτὰ πεπεμμένον. εἰ οὖν τῷ ζῴῳ τὸ ζῷον εἶναί ἐστιν ἐν τῷ αἴσθησιν ἔχειν, αὕτη δὲ διὰ σαρκὸς γίνεται, τὸ μὴ σάρκα ἔχον οὐκ αἰσθήσεται, ὥστε οὐδὲ ζῷον ἔσται· εἰ γὰρ ζῷον, καὶ αἰσθήσεται. εἰ οὖν ἡ πᾶσα σὰρξ πιμελὴ γένοιτο, ἡ δὲ πιμελὴ αἴσθησιν οὐ ποιεῖ, οὐκ ἂν ἔχοι οὐδεμίαν αἴσθησιν. τοῦτο δὲ ταὐτόν ἐστι τῷ ἀναιρεῖσθαι τὸ ζῷον, εἴπερ, ὡς εἴρηται, ζῷον ἄνευ αἰσθήσεως εἶναι οὐ δύναται. σαφῆ δὲ τὰ ἑξῆς. κατὰ δὲ τὴν λέξιν τὴν καὶ τὸ ὀλίγον παθητικὸν καὶ ὑπὸ ψυχροῦ τοῦ τυχόντος ὑποστικτέον εἰς τὸ ὀλίγον·1 πᾶν γὰρ ὀλίγον πεφυκὸς πάσχειν ὑπὸ ψυχροῦ ἢ θερμοῦ εὐπαθέστερόν ἐστι τοῦ πλείονος. Μετὰ ταῦτα λέγει καὶ περὶ μυελοῦ, οὐ τοῦ καλουμένου ἐγκεφάλου (περὶ γὰρ τούτου μετὰ ταῦτα ἐρεῖ καὶ δείξει ὅτι ὁ ἐγκέφαλος οὐκ ἔστι μυελός), ἀλλὰ τοῦ ἐν τοῖς ὀστοῖς ἐνόντος, καί φησιν ὅτι ὁ μυελὸς αἵματός τις φύσις ἐστί, καὶ οὐχ ὥσπερ οἴονταί τινες, τῆς γονῆς σπερματικὴ δύναμις, τουτέστιν ἀρχὴ σπέρματος· ἀρχὴν γὰρ σπέρματος ἐτίθεντο τὸν μυελὸν οἱ περὶ Πλάτωνα, ὥσπερ καὶ τὸν ἐγκέφαλον νεύρων. ὅτι δὲ ὁ μυελὸς φύσις αἵματός ἐστι, δηλοῖ τῶν νεογνῶν ζῴων ὁ μυελὸς ἐρυθρὸς καὶ αἱματώδης ὤν, ἀλλ’ οὐ λευκός, αὐξανομένων δὲ καὶ πεττομένων μεταβάλλει τὴν χρόαν, ὥσπερ καὶ τὰ σπλάγχνα, καὶ γίνεται ἐξ αἱματώδους λευκός. καὶ τὸ μὲν λεγόμενον τοιοῦτόν ἐστι, τὴν δὲ λέξιν οὕτως ἀναγνωστέον· καθάπερ καὶ τὰ μόρια μεταβάλλει καὶ τὰ σπλάγχνα τὰς αἱματώδεις χρόας (ὑπερβολῇ γὰρ αἱματῶδες, τουτέστι λίαν γὰρ αἱματῶδες ἔστιν ἕκαστον τῶν σπλάγχνων ἔτι νέων ὄντων τῶν ζῴων), καθάπερ οὖν ταῦτα μεταβάλλει, οὕτω καὶ ὁ μυελός· ἀλλ’ ὁ μὲν τῶν ἄλλων ὀστῶν μυελὸς τοιοῦτός ἐστιν οἷον εἴπομεν, ὁ δὲ τῆς ῥάχεως οὐ τοιοῦτος, ἀλλὰ γλίσχρος καὶ νευρώδης διὰ τὸ δεῖν αὐτὸν εἶναι συνεχῆ καὶ διήκειν ὥσπερ περόνην τινὰ διὰ πάσης τῆς ῥάχεως διῃρημένης κατὰ τοὺς σπονδύλους. ὡς γὰρ ὁ ἄτρακτος, δι’ οὗ νήθουσιν αἱ γυναῖκες, τοὺς ἐν αὐτῷ σπονδύλους συνέχει καὶ οὐκ ἐᾷ διαπίπτειν, ἐπειδὰν δὲ ἐξαιρεθῇ, διαπίπτουσιν, οὕτω τρόπον τινὰ ὁ ῥαχίτης μυελὸς οἷον ἄτρακτός τις ἢ περόνη τῶν τῆς ῥάχεώς ἐστι σπονδύλων. εἰ δὲ τοῦτο, οὔτε λιπαρὸν καὶ πιμελώδη οὔτε στεατώδη τὸν ῥαχίτην ἐνδέχεται εἶναι μυελόν· στεατώδης μὲν γὰρ ὢν ἐθραύετο ἄν (θραυστὸν γὰρ τὸ στέαρ) καὶ οὐκέτ’ ἂν ἦν συνεχὴς καὶ οἷον περόνη, πιμελώδης δὲ ἦν ἂν ὑγρὸς καὶ ῥυτὸς καὶ οὐδ’ οὕτω συνεχὴς οὐδὲ δι’ ὅλης τῆς ῥάχεως, ἀλλὰ ῥέων ἐν μὲν τῷ κάτω μέρει ἦν ἄν, ἐν δὲ τῷ αὐχένι οὐκέτι. ἔνια δὲ τῶν ζῴων ἔχει μὲν μυελόν, οὐχ οὕτω δὲ φανερόν, ὥστε ἀξίως ὀνομάσαι αὐτὸν μυελόν, ὥσπερ ὁ λέων· τούτου γὰρ τὰ ὀστᾶ διὰ τὸ πάμπαν ἄσημον ἔχειν,2 τουτέστι διὰ τὸ λίαν ἔχειν τοὺς τῶν ὀστῶν πόρους στενωτάτους δοκεῖ μὴ ἔχειν ὅλως μυελόν, καίπερ ἔχων ὅσον ἦν εἰκὸς χωρῆσαι ἐν τοιούτῳ πόρῳ. Ταῦτα εἰπὼν ἐπισημαίνεται ὅτι τῶν ἐχόντων τὰ ὀστᾶ πυκνὰ καὶ ἰσχυρά, τούτων τὰ μὲν οὐδ’ ὅλως ἔχει μυελόν, τὰ δ’ ἔχει, ἀλλ’ ὀλίγον διὰ τὸ τὴν τροφὴν ἀναλίσκεσθαι εἰς τὴν τῶν ὀστῶν φύσιν καὶ μὴ ἐπαρκεῖν καὶ εἰς μυελοῦ γένεσιν. χρῄζουσα γὰρ ἡ φύσις μᾶλλον τῶν ὀστῶν, ἤπερ τοῦ μυελοῦ, εἰς ἐκεῖνα τὴν τροφὴν ἀναλίσκει.
“因此,这些在动物各部分中适度存在时是有益的。” 他说,因此,硬脂和软脂适度存在于动物的各部分中时是有益的,但过量时则有害且具破坏性。关于它们如何以过量而致破坏,他指出:他说,因为动物是根据具感觉的部分而成其为动物的,也就是说,动物就其为动物而言,是根据进行感知而具有实体性并获得种属形式的。因为无论实体还是具灵魂之物都不能规定动物的形式(因为植物也是具灵魂的实体),而是具感觉之物规定了动物;因为动物是具感觉的具灵魂实体。而且,肉及与肉相当者是具感觉的,也就是说,它是触觉的感觉器官。因为正如所说过的,血液并不产生感觉,也不能作为感觉器官,硬脂和软脂当然也不能;因为它们本身也是消化后的血液。因此,如果对动物而言,成其为动物在于具有感觉,而感觉是通过肉产生的,那么没有肉之物就不会感知,从而也就不会是动物了;因为如果是动物,它也就必然会感知。因此,如果所有的肉都变成了软脂,而软脂不产生感觉,那么它就不会具有任何感觉。而这无异于动物的泯灭,假若正如所说过的,没有感觉动物就不可能存在。接下来的行文是明晰的。至于“而少量的易于受动且受偶然的寒冷”这句措辞,应当在“少量的”处断句;因为凡是天性容易受冷或受热作用的少量之物,都比多量之物更容易受动。在这些之后,他也谈到了骨髓,不是所谓的脑(因为关于脑,他在此之后会谈论并指出脑不是骨髓),而是存在于骨骼之中的骨髓;他说骨髓是一种血液的本性,并不像某些人所认为的那样是生殖的精种能力,即种子的本原;因为柏拉图一派把骨髓确立为种子的本原,正如把脑确立为神经的本原一样。而骨髓是血液的本性这一点,由初生动物的骨髓是红色且似血液的而非白色所显明,随着它们成长并消化,骨髓同内脏一样改变颜色,由似血液转为白色。虽然所说的意思是这样,但原句应当这样读:“正如各部分和内脏也改变似血液的颜色那样(因为当动物尚年幼时,每个内脏都极其似血液,即极度富含血液),因此正如这些改变,骨髓也是如此”。然而,其他骨骼的骨髓虽是我们所说的那样,脊椎的骨髓却不是这样,而是具有粘性且多韧筋的,因为它必须连续并像销针一样贯穿沿着椎骨被分开的整个脊椎。因为正如妇女纺线所用的纺锤将纺轮固定在一起而不让它们散落,而一旦纺锤被抽去,纺轮就会散落一样,脊椎骨髓在某种方式上也就是脊椎各椎骨的某种纺锤或销针。如果是这样,脊椎骨髓便既不可能是油腻多软脂的,也不可能是富含硬脂的;因为如果是富含硬脂的,它就会折断(因为硬脂是易碎的),从而不再是连续的且犹如销针;如果是多软脂的,它就会是湿润且具流动性的,同样无法如此连续也不可能贯穿整个脊椎,而会流淌下去,虽存在于下部,在颈部却不再有了。有些动物虽然具有骨髓,却不那么明显以致配得上称为骨髓,正如狮子那样;因为狮子的骨骼由于具有完全不明显的骨髓,即由于骨骼的细孔极度狭窄,因而似乎完全没有骨髓,尽管它具有按照常理能容纳在此类细孔中的那么多骨髓。在说了这些之后,他指出,在那些具有致密而强壮骨骼的动物中,有些完全没有骨髓,有些虽有却很少,这是由于养分被耗费于骨骼的本性,不足以兼顾骨髓的生成。因为自然比起骨髓更需要骨骼,便把养分耗费在骨骼上。
- 2.32ὑποστικτέον εἰς τὸ ὀλίγον
动形词 ὑποστικτέον(“应当加标点/停顿”)后接介词短语 εἰς τὸ ὀλίγον,意为“在 ὀλίγον(少量)这个词处断句/加逗号”。这是注解者对亚里士多德原文句读与朗读停顿给出的校勘性指示,以便将少量的受动性结构明晰化。
- 2.32διὰ τὸ πάμπαν ἄσημον ἔχειν
不定词 ἔχειν 的直接宾语(即骨髓 τὸν μυελόν)在语境中被省略,形容词短语 πάμπαν ἄσημον(“完全不明显/不显著”)用作省略宾语的宾语补足语。注解者紧接着用 τουτέστι 引出的从句将其解释为“骨骼的孔隙极其狭窄”,从而明确了该句的语义与补足关系。
