← 艾菲索斯的米海尔

亚里士多德《动物结构》评注

§35.1-36.11

血液的纤维、凝固机制及其对性情的影响

米海尔注解了亚里士多德《动物部分论》第2卷第4章关于血液纤维与特性的论述,说明了纤维之有无对凝固性、智力及情感(恐惧与易怒)的影响、牛血致死的原因、体内外凝固的机理,以及浆液与脂肪(软脂与硬脂)的区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.27

" Τὰς δὲ καλουμένας ἶνας." Εὕρηνται αἵματα ἔχοντα ἶνας, καὶ εἰσὶ ταῦτα γεωδέστερα· αἱ γὰρ ἶνες τοῦ γεώδους εἰσί. τὰ γοῦν τοιαῦτα αἵματα τὰ ἶνας μὴ ἔχοντα οἷα τὰ τῶν ἐλάφων καὶ τῶν προκῶν, οὐ πήγνυνται ὡς καθαρὰ καὶ ψυχρὰ καὶ ὑδατώδη. ἵνα τί1 δὲ μᾶλλον ὡς ὑδατώδη οὐ πήγνυνται ἔξω γεγονότα; ἢ δῆλον ὅτι αὐτὸς λύει τὴν ἀπορίαν· τὸ δὲ γεῶδες, φησί, πήγνυται συνεξατμίζοντος τοῦ ὑγροῦ· τὸ γὰρ γεῶδες ἐστὶ τὸ ποιοῦν τὴν πῆξιν.

“至于所谓的纤维。” 已发现有些血液含有纤维,而这些血液更具土性;因为纤维属于土性之物。总之,那些不含纤维的此类血液,如鹿和狍子的血液,因纯净、寒冷且多水而不凝固。然而,为什么它们到了体外作为多水之物反倒不凝固呢?或者显然,是他自己解决了这个疑难:他说,土性之物在湿气一同蒸发时凝固;因为正是土性之物促成了凝固。

§2.28

"Συμβαίνει δ’ ἔνιά γε." Ἔνια, φησί, καὶ νοερώτερά εἰσι τῶν ἐχόντων τοιαῦτα αἵματα, πλὴν οὐ διὰ τὴν ψυχρότητα ἀλλὰ διὰ τὴν καθαρότητα· τὸ γὰρ γεῶδες οὔτε ψυχρόν ἐστι πάντῃ οὔτε καθαρόν. ἀλλὰ διότι ἔχει τὴν ὑγρότητα καθαρωτέραν, διὰ τοῦτο νοερώτερά εἰσι τὰ ἔχοντα τὸ τοιοῦτον αἷμα· εὐκινητότερα γὰρ πρὸς νόησιν ἢ μᾶλλον αἴσθησιν τὰ τοιαῦτα. διὰ τοῦτο ἔλεγε καὶ πρώην ὅτι πολλὰ τῶν ἀναίμων φρονιμώτερά εἰσι τὴν ψυχὴν πολλῶν ἐναίμων, οἷον μέλιττα, ἀράχνης. τὰ δὲ ὑδατώδη αἵματα ψυχρὰ ὄντα φόβον ποιεῖ.

“但也确实发生有些。” 他说,在具有此类血液的动物中,有些更为聪慧,但这并非由于寒冷,而是由于纯净;因为土性之物既非完全寒冷,亦非纯净。然而由于它具有更纯净的湿气,正是由于这一点,具有此类血液的动物更为聪慧;因为此类动物更容易被触动而走向思维,或者毋宁说走向感觉。正因如此,他此前也曾说过,许多无血动物在灵魂上比许多有血动物更聪明,例如蜜蜂和蜘蛛。然而,多水的血液由于是寒冷的,便产生恐惧。

§2.29

"Προωδοποίηται οὖν." Προοδοποιεῖται οἱονεὶ συνεργεῖται τὰ τοιαῦτα τῶν ζῴων ὑπὸ τοῦ τοιοῦδε πάθους, ὅτι τοιαύτην ἔχουσιν ἐν τῇ καρδίᾳ κρᾶσιν τοῦ αἵματος, ψυχρὰν δῆλον. ὥσπερ γὰρ τὸ ὕδωρ τὸ ψυχρὸν πηκτόν ἐστιν, οὕτω πήγνυται καὶ τὸ ὑδαρὸν αἷμα ὑπὸ ψυχρότητος ἐν τῇ καρδίᾳ καὶ φόβον ἐμποιεῖ. διὰ τοῦτο καὶ ὁ φόβος ἐκ ψυχρότητος τοῦ αἵματος. διὸ καὶ τὰ ἄλλα ἄναιμα, μυῖαι δηλονότι καὶ τὰ λοιπά, δειλότατα πάντων ὡς μὴ ἔχοντα αἷμα, καὶ ἀκινητίζει καὶ περιττώματα προΐενται πάντες ἀπὸ ψυχρότητος· οὐδὲ γὰρ ἔχουσι τὴν φυσικὴν θερμότητα ἱκανὴν εἰς τὸ συνέχειν τὰ περιττώματα.

“因此已铺平道路。” 此类动物被此类受动铺平了道路,犹如得到了促成,因为它们在心脏中具有这样一种血液调和,显然是寒冷的。因为正如冷水易凝结一样,稀薄多水的血液在心脏中也因寒冷而凝固并产生恐惧。正因如此,恐惧也是源于血液的寒冷。因此其余的无血动物,即苍蝇及其他等等,作为没有血液者是所有动物中最胆怯的,并且它们僵止不动,大家都因寒冷而排出余留物;因为它们没有足够的本性之热来约束这些余留物。

§2.30

"Τὰ δὲ πολλὰς ἔχοντα." Τὰ πολλὰς ἔχοντα ἶνας γεωδέστερα τὴν φύσιν εἰσὶ καὶ θυμώδη τὸ ἦθος. διὰ τί δὲ θυμώδη, αὐτός φησιν, ὅτι πᾶν στερεὸν ἐκπυρούμενον λίαν ἐκκαίει· ὥστε καὶ αἱ ἶνες στερεαὶ οὖσαι καὶ πυρωθεῖσαι οἷον πυρίαι γίνονται αἱ ἐν τοῖς χαλκείοις ἐκ τῶν μύδρων ἀποτινασσόμεναι, καὶ ἐπὶ πλεῖστον κατιλλόμεναι τὸ θερμὸν ἐκπυροῦσι τὸ ζῷον,2 ὥσπερ καὶ τὸ ταύρου αἷμα ἔχει· ἰνωδέστερον γὰρ παρὰ τὰ ἄλλα. διὰ τοῦτο καὶ εἴ τις πίῃ τοῦ ταυρικοῦ αἵματος, ἀποθνήσκει· πήγνυται γὰρ ἐντὸς ὂν περὶ τὴν καρδίαν καὶ ἀποπνίγει τὸ ζῷον. εἶτα λέγει καὶ τὴν αἰτίαν, πῶς οὐ πήγνυται τὸ αἷμα ἐντὸς τοῦ σώματος ὄν· ὅτι, φησίν, ἐν τοῖς ἔξω τοῦ θερμοῦ ὑπὸ τοῦ ψυχροῦ ἐκθλιβομένου συνεξατμίζεται τὸ ὑγρὸν καὶ πήγνυται ξηραινόμενον οὐχ ὑπὸ θερμοῦ, ὡς πολλά τινα ἄλλα, ἀλλ’ ὑπὸ ψυχροῦ· καὶ γὰρ τὸ ψυχρὸν πήγνυσιν.

“然而具有许多[纤维]的那些。” 具有许多纤维的那些,在自然本性上更具土性,在习性上更易怒。至于为什么易怒,他自己说:因为一切固态之物被炽热化后都会猛烈燃烧;因此纤维既是固态的,并且被炽热化后,便犹如锻铁坊中从烧红铁块上震落的火星一样,并且通过极度禁锢热量而彻底炽热化动物,就像公牛的血液所具有的情形那样。因为公牛的血液比其他血液更富含纤维。正因如此,如果有人饮下公牛的血,便会死去;因为血液在心脏周围的体内凝固,使动物窒息。接着他也指出了血液在体内时为何不凝固的原因:他说,因为在体外时,当热被冷挤压出去,湿气便一同蒸发,并且通过被弄干而凝固,但这并非像许多其他事物那样被热所弄干,而是被冷所弄干;因为寒冷也使之凝固。

§2.31

"Ἰχὼρ δ’ ἐστὶ τὸ ὑδατῶδες." Ὁ ἰχὼρ διττός ἐστιν, ὁ μὲν διὰ τὸ διεφθάρθαι τὸ αἷμα, ὁ δὲ αἵματος χάριν, διὰ τὸ μέλλειν αὐτὸ πεπανθῆναι. τὸ μὲν οὖν πρῶτόν ἐστι τὸ ὑδατῶδες τοῦ αἵματος, τὸ ἄπεπτον αἷμα, ὃς καὶ ἐξ ἀνάγκης ἰχώρ ἐστι, τὸ δὲ πεπεμμένον χάριν αἵματος ὁμοίως καὶ πιμελὴ καὶ στέαρ. ἐὰν μὲν γὰρ πεφθῇ τὸ αἷμα κατὰ πολύ, γίνεται πιμελή, ἐὰν δὲ ὀλίγιστον, γίνεται στέαρ· ὥστε ἐν τοῖς χοίροις ἡ πιμελή, ἐν δὲ τοῖς προβάτοις τὸ στέαρ.

“而浆液则是多水之物。” 浆液有两种:一种是由于血液败坏,另一种则是为了血液,即由于血液将要成熟。因此,第一种是血液的多水部分,即未消化的血液,它也必然是浆液;而为了血液而消化的部分,则同样既是软脂又是硬脂。因为血液如果被大幅度消化,便形成软脂;如果只被极少消化,便形成硬脂;因此在猪体内是软脂,而在羊体内则是硬脂。

语法注2 条
  1. 2.27ἵνα τί

    ἵνα τί(省略了 γένηται)是表示“为何”、“为了什么”的惯用疑问短语。在此它统摄后文的整个疑问句,引出多水的血液为何在体外不凝固这一疑难。

  2. 2.30ἐπὶ πλεῖστον κατιλλόμεναι τὸ θερμὸν ἐκπυροῦσι τὸ ζῷον

    分词 κατιλλόμεναι(动词 κατείλω / κατίλλω“禁锢、卷紧”的中间态现在分词)修饰主语 αἱ ἶνες,并支配宾格 τὸ θερμόν 作为直接宾语,表示方式或手段(“通过把热极度禁锢在内部”),修饰主要动词 ἐκπυροῦσι。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:35.1-36.11