- 底本
- Michael, In Libros De Partibus Animalium Commentaria. Commentaria in Aristotelem Graeca XXII.2, ed. M. Hayduck, Berlin: Reimer 1904, pp. 1-99. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:33.28-34.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《动物部分论》650a2–650b3,阐释动植物中由热能驱动的消化与摄养机制(口、牙齿、上腔与下腔、以及大地的作用),并梳理了血液作为最终养料因不产生感觉而被证明为余留物的三段论推论。
" Ἐπεὶ δὲ ἀνάγκη πᾶν τὸ αὐ〈ξανόμενον〉." Ἐπεὶ πᾶν τὸ αὐξανόμενον λαμβάνει τροφήν, ἡ δὲ τροφὴ ξηρὰ ἢ ὑγρά, ἡ πέψις τούτων πάντων καὶ ἡ μεταβολὴ διὰ τῆς τοῦ θερμοῦ δυνάμεως γίνεται. διὰ γοῦν ταύτην τὴν αἰτίαν καὶ τὰ ζῷα πάντα καὶ τὰ φυτὰ ἔχει ἀρχὴν θερμοῦ φυσικήν, καὶ ταύτην εἰς ἐργασίαν τῆς τροφῆς * * ὅτι1 πλειόνων εἰσὶ μορίων αἱ ἐργασίαι αὗται τῆς τροφῆς. ἡ μὲν γὰρ πρώτη λειτουργία τῆς τροφῆς ἡ διὰ τοῦ στόματός ἐστι καὶ τῶν ἐν αὐτῷ ὀδόντων· δεῖται γὰρ πρῶτον διαιρέσεως ἡ τροφή. ἀλλ’ αὕτη ἡ λειτουργία οὐδεμιᾶς ἐστιν αἰτία πέψεως, εὐπεψίας δὲ μᾶλλον. διαιρεῖται γὰρ εἰς μικρὰ διὰ τῶν ὀδόντων, καὶ ῥᾴων γίνεται εἰς τὸ κατεργασθῆναι. εἶτα ἡ ἐν στομάχῳ δύναμις πεπτική, ἥτις γίνεται διὰ τοῦ ἐμφύτου θερμοῦ· καὶ οὕτως αἴτιον τῆς αὐξήσεως τοῦ ζῴου καὶ τῶν φυτῶν ἐστι τὸ θερμόν.
“既然凡在生长者都必然[摄取营养]。” 既然凡在生长者都摄取营养,而营养或是干的或是湿的,那么所有这些的消化与转化便通过热的能力而发生。总之由于这个原因,一切动物与植物都具有热的本性原理,并且[拥有]这一原理乃是为了营养的加工……营养的这些加工属于更多的部分。因为营养的最初运作是通过嘴以及嘴中的牙齿进行的;因为营养首先需要分割。但这运作并不是任何消化的原因,而毋宁是易于消化的原因。因为通过牙齿它被分割成碎片,并且更容易被加工。其次是胃中的消化能力,这是通过生来的热而发生的;而如此一来,热便是动物与植物生长的原因。
"Ἡ δὲ τῆς ἄνω καὶ τῆς κάτω." Δύο κοιλίαι εἰσὶν ἐν τῷ ζῴῳ, ἡ μὲν ἄνω τῆς ἀκατεργάστου τροφῆς στόμαχος, ἡ δὲ κάτω τῆς κατεργασίας,2 ἐξ ἧς αἱ φλέβες λαμβάνουσι τὸ αἷμα καὶ τρέφουσι τὸ ζῷον. ὡς φάτνη γάρ ἐστιν ἡ κοιλία τοῖς ζῴοις, τοῖς δὲ φυτοῖς ἡ γῆ· ἐκ δὲ ταύτης ἀκατέργαστον λαμβάνει διὰ στόματος τὴν τροφήν, ὅθεν καὶ περιττώματα γίνεται ἐν αὐταῖς. τὰ δὲ φυτὰ κατειργασμένην ἐν τῇ γῇ τὴν τροφὴν λαμβάνει ὡς ἐκ κοιλίας αὐτῆς· διὸ καὶ περιττώματα οὐκ ἔστιν ἐν τοῖς φυτοῖς. οὐδὲ γὰρ αὐτοῖς φυσική ἐστιν ἡ θερμότης, ἀλλ’ ἡ ἐκ τῆς γῆς θερμότης, ἣν λαμβάνει ἐκ τοῦ ἡλίου καὶ τοῦ περιέχοντος ἀέρος κατεργαστική ἐστι τῆς τούτων τροφῆς.
“而上[腔]与下[腔]的。” 在动物体内有两个腔:上部接纳未加工营养的腔是胃,而下部的腔用于加工,血管从中吸取血液并滋养动物。因为腔对于动物而言如同饲料槽,而对于植物而言则是大地;动物通过口从这[大地]中摄取未加工的营养,因此在它们[的腔]中也会产生余留物。然而植物从大地中摄取已经加工过的营养,犹如从大地自身的腔中一样;因此植物中没有余留物。因为它们自身并没有本性的热,而是〔大地〕从太阳与周围空气中获得的、来自大地的热在加工它们的营养。
"Ἡ μὲν γὰρ τοῦ στόματος." Ἡ πρώτη λειτουργία τῆς τροφῆς διὰ τοῦ στόματος γίνεται καὶ τῶν ὀδόντων. διὰ δὲ τοῦ οἰσοφάγου εἰς τὴν ἄνω κοιλίαν κατέρχεται ἡ τροφή, ἀπ’ ἐκείνης δὲ εἰς τὴν κάτω κοιλίαν καταντᾷ, κἀκεῖθεν ὡς ἀπὸ φάτνης τρέφεται ἅπαν τὸ ζῷον διὰ τῶν φλεβῶν. τείνουσι γὰρ διὰ τοῦ μεσεντερίου κάτωθεν ἀρξάμεναι μέχρι τῆς κοιλίας. δεῖ δὲ ταῦτα θεωρεῖν, φησίν, ἔκ τε τῶν ἀνατομῶν καὶ ἐκ τῆς φυσικῆς τῶν ζῴων θεωρίας τῆς περὶ γενέσεως πραγματείας. ἡ τελευταία δὲ τροφὴ τὸ αἷμά ἐστι τοῖς ζῴοις, τοῖς δὲ ἀναίμοις τὸ ἀνάλογον τῷ αἵματι. διὰ τοῦτο ὅτε λαμβάνει τὰ ζῷα τροφήν, αὐξάνεται τὸ αἷμα, καὶ ὅτε μὴ λαμβάνει, ὑπολείπει τὸ αἷμα καὶ τὸ σῶμα.
“因为口的[运作]。” 营养的最初运作是通过口和牙齿发生的。通过食道,营养下行到上腔,从那里到达下腔,再从那里如同从饲料槽中一样,通过血管滋养整个动物。因为血管自下而始,穿过肠系膜延伸直至该腔。他说,必须从解剖学以及关于动物的自然学考察(即论生成的著作)中来考察这些。对于动物而言,最终的营养是血液,而对于无血动物而言则是与血液相当之物。由于这一点,当动物摄取营养时,血液便增加;而当它们不摄取时,血液与身体便衰减。
"Καὶ γὰρ διὰ τοῦτο." Τὸ αἷμα θέλων δεῖξαι ὅτι περίττωμά ἐστι τῆς τροφῆς ἐκ τούτου δεικνύει ὡς ἐκ μέσου τινὸς καὶ αἰτίου,3 οἷον τὸ αἷμα αἴσθησιν οὐ ποιεῖ θιγγανόμενον, τὸ ἐν σώματι αἴσθησιν οὐ ποιοῦν περίττωμα, τὸ αἷμα ἄρα περίττωμα. καὶ αὐτὴ γὰρ ἡ τροφὴ αἴσθησιν οὐ ποιεῖ ἡ κειμένη ἐντὸς τοῦ στομάχου· οὐ γὰρ διὰ τὴν ἔξω τροφὴν λέγει ταῦτα. ἡ δὲ σὰρξ αἴσθησιν ἐμποιεῖ· οὐ γάρ ἐστι ταύτῃ, φησί, συνεχὲς τὸ αἷμα, ἀλλ’ ὡς ἐν ἀγγείῳ [ὡσπερεὶ] ἐστὶ τοῦτο τῇ τε καρδίᾳ καὶ ταῖς φλεψί.
“而确实由于这一点。” 他想要表明血液是营养的余留物,便从这里出发犹如从某个中项与原因来证明:血液在被触及时不产生感觉;在体内不产生感觉之物是余留物;因此血液是余留物。因为处于胃内部的营养本身也不产生感觉;因为他所说的这些并非指外部的营养。然而肉则产生感觉;因为他说,血液与此并不连续,而是如同在容器中一样,处于心脏和血管之中。
- 2.23καὶ ταύτην εἰς ἐργασίαν τῆς τροφῆς * * ὅτι
在 καὶ ταύτην 之后,需推定省略了如 ἔχουσι 之类的支配动词以及随后的脱文(由星号标出)。接下来的 ὅτι 则充当补充说明或注疏者阐释的引出词(“即……”)。
- 2.24ἡ μὲν ἄνω τῆς ἀκατεργάστου τροφῆς στόμαχος, ἡ δὲ κάτω τῆς κατεργασίας
属格短语 τῆς ἀκατεργάστου τροφῆς 与 τῆς κατεργασίας 是表示目的或内容的属格(“接纳未加工营养的”、“用于加工的”),修饰省略的 κοιλία。στόμαχος 则作为上腔(ἡ μὲν ἄνω)的表语同位语。
- 2.26ἐκ τούτου δεικνύει ὡς ἐκ μέσου τινὸς καὶ αἰτίου
注疏者将亚里士多德的论述重构成形式三段论;ὡς ἐκ μέσου τινὸς καὶ αἰτίου(“犹如从某种中项与原因出发”)指逻辑学上的三段论中项(μέσος ὅρος)。随后由 οἷον 引出的句子完整列出了小前提、大前提与结论。
