- 底本
- Michael, In Libros De Partibus Animalium Commentaria. Commentaria in Aristotelem Graeca XXII.2, ed. M. Hayduck, Berlin: Reimer 1904, pp. 1-99. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:32.15-33.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔论述了冷热干湿的诸种方式,解释了经火加热之物以及潜能与现实的区分。他通过指出血液在形式上是热的而在质料上是冷的来调和古代哲学家的争议,并阐明了当热分离时血液与胆汁凝固或液化的不同表现。
" Ἔχει δὲ θερμότητα." Ἀλλὰ λαμβάνουσι τὴν θερμότητα ἐν τῷ πυρωθῆναι, οἷον κονία ἤτοι ἄσβεστος καὶ τέφρα καὶ κατὰ ἀνάλογον ταύτης καὶ τὰ ὑποστήματα τῶν ζῴων, αἱ ἀφοδεύσεις· κἀκεῖνα γὰρ θερμά εἰσιν ὡς ἡ τέφρα. ἀλλὰ καὶ ἐκ τῶν περιττωμάτων ἡ χολή, ἣν ὠχράν φασιν οἱ ἰατροί. ἄλλον τρόπον πάλιν θερμόν ἐστιν τὰ πίονα ἐν τῷ ταχὺ θερμαίνεσθαι καὶ τὸ δυνάμει εἰς ἐνέργειαν γίνεσθαι.1 τὸ οὖν θερμὸν καὶ πήγνυσι καὶ τήκει ἤγουν διαλύει, καὶ τὸ ψυχρὸν ὁμοίως. καὶ λέγει περὶ τοῦ ψυχροῦ ὅτι τὰ ἐξ ὕδατος συνιστάμενα πήγνυσι τὸ ψυχρὸν ὡς τὸν κρύσταλλον, τὰ δὲ 〈γῆς ὄντα〉 πῦρ, ὡς τὸν κέραμον. καὶ τὰ θερμὰ πήγνυται ὑπὸ τοῦ ψυχροῦ ταχὺ μὲν καὶ ἀλύτως ὅσα μᾶλλον γῆς, λυτῶς δὲ [καὶ] ὅσα ὕδατος, ὡς τὸ πηγνύμενον ὕδωρ.
“具有热。” 然而它们是通过被火焚烧而获得热的,例如生石灰即未熟石灰与灰烬,与此相对应还有动物的排泄物即粪便;因为它们也像灰烬一样是热的。而在余留物中,还有医者们称为黄色的胆汁。脂肪类物质又以另一种方式是热的,乃由于能迅速被加热,并且潜能之物转变为现实。因此热既能凝固亦能熔化即分解,冷亦同样如此。关于冷,他说冷使由水构成之物凝固(如冰),而火使土质之物[凝固](如陶器)。热物受冷而凝固:凡更多由土构成者则凝固得迅速且不可融解,凡由水构成者则以可融解的方式[凝固],如同凝结的水。
"Οὐ τὸν αὐτὸν τρόπον." Τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ καὶ τὸ καθ’ αὑτὸ καὶ τὸ κατὰ συμβεβηκός, ὥς φασιν ἐξηγηταί, Ἀριστοτέλης πρῶτος ἢ κομιδῇ σὺν ὀλίγοις καὶ εὗρε καὶ ἐπλάτυνε, δι’ ὧν ἀμφιβαλλόμενα τοῖς παλαιοῖς φιλοσόφοις συνεβίβασεν, ὥσπερ ἀρτίως καὶ περὶ αἵματος. ψυχρὸν γὰρ εἰπόντων αὐτό τινων θερμοῦ φανεροῦ φαινομένου2 συμβιβάζει ὁ φιλόσοφος ὅτι τὸ μὲν τί ἦν εἶναι ἤγουν τὸ εἶδος αὐτό, ὅπερ φησὶ συνδυαζόμενον, ἤγουν μετὰ τῆς ὕλης, θερμόν ἐστιν, ἡ δὲ τοῦ αἵματος ὕλη ψυχρά· φλέγμα γὰρ ψυχρὸν ἡ τοῦ αἵματος ὕλη. ἔτι, φησί, καὶ κατὰ τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ πολλὰ καὶ ψυχρά εἰσι κατ’ ἐνέργειαν καὶ θερμὰ κατὰ δύναμιν ὡς τὰ ψυχρὰ ὕδατα, καὶ θερμὰ πάλιν κατ’ ἐνέργειαν καὶ ψυχρὰ κατὰ δύναμιν ὡς τὰ ζέοντα ὕδατα.
“不是以相同的方式。” 正如诠释家们所言,“潜能”与“现实”,以及“因自身”与“偶然”,乃是亚里士多德首先、或者完全是同极少数人一起发现并发扬光大的,通过这些概念,他调和了古代哲学家们所争议的问题,正如刚才关于血液的问题一样。因为在某些人说它是冷的、而它显明地呈现为热的时候,哲学家调和道:其“何以是其所是”即自身的形式——他称之为结合物,即与质料结合在一起的形式——是热的,而血液的质料是冷的;因为冷的黏液乃是血液的质料。此外他说,就潜能与现实而言,许多事物也是在现实上冷而在潜能上热(如冷水),又在现实上热而在潜能上冷(如沸水)。
"Ἐχόμενον δέ." Εἰπὼν περὶ τῶν ποιητικῶν δυνάμεων θερμοῦ καὶ ψυχροῦ νῦν λέγει καὶ περὶ τῶν παθητικῶν ξηροῦ καὶ ὑγροῦ· οὕτω γὰρ λέγει ταύτας τὰς τέσσαρας δυνάμεις ἐν τῷ Περὶ γενέσεως καὶ φθορᾶς. εἰσὶ γοῦν τά τε ξηρὰ καὶ ὑγρὰ τὰ μὲν δυνάμει τὰ δὲ ἐνεργείᾳ. πᾶν γὰρ πεπηγὸς ὑγρὸν ξηρὸν μὲν ἐνεργείᾳ καὶ κατὰ συμβεβηκός, δυνάμει δὲ καὶ καθ’ αὑτὸ ὑγρόν. γῆ δὲ καὶ τέφρα μιχθέντα ὑγρῷ ἐνεργείᾳ μέν εἰσι καὶ κατὰ συμβεβηκὸς ὑγρά, καθ’ αὑτὰ δὲ καὶ δυνάμει ξηρά. διακριθέντα δὲ τὰ ἀπὸ τοῦ ὕδατος ὑγρὰ καὶ ἀναπληστικά. τί δὲ τοῦτό ἐστιν; ὅτι ὑγρόν, φησί, τὸ τῷ οἰκείῳ ὅρῳ δυσόριστον, τῷ δὲ ἀλλοτρίῳ εὐόριστον· ἀναπληστικὸν γοῦν λέγεται τὸ ὑγρόν, ὅτι περιορίζεται ἐν ὁποιῳοῦν ἀγγείῳ καὶ ἀναπληροῖ οἷον δή τινα τόπον. ταῦτα γοῦν εἰσι καὶ ἐνεργείᾳ καὶ δυνάμει ὑγρὰ τὰ ἐξ ὕδατος. τὰ δὲ γῆς ἅπαντα ξηρά. δυνάμει δὲ λέγει ἐν τούτοις τὸ τέλειον δυνάμει καὶ κατὰ φύσιν ὑπάρχον. οὕτω καὶ τὸ αἷμα τῷ εἴδει μέν ἐστι θερμόν, τῷ δὲ ὑποκειμένῳ καὶ τῇ ὕλῃ ψυχρόν· φλέγμα γάρ.
“紧接着。” 在论述了主动的能力即热与冷之后,他现在也论述受动能力即干与湿;因为他在《论生成与消灭》中就是这样称呼这四种能力的。总之,在干与湿的事物中,有些在潜能上,有些在现实上。因为一切凝固的湿物,在现实上且偶然地是干的,但在潜能上且因自身而言是湿的。与湿物混合的土和灰,在现实上且偶然地是湿的,但在自身上且在潜能上是干的。而分离出来的水质之物乃是湿的且能充满空间的。这又是何意?他说,湿乃是难以由其自身的界限规定、而易于由外来界限规定的;总之,湿被称为“能充满空间的”,乃是因为它在任何容器中都被限定,并且充满任何空间。总之,这些由水构成的事物在现实与潜能上都是湿的。一切由土构成的事物都是干的。而在这些事物中,他所说的潜能乃指完全的、依照本性而存在的潜能。血液同样在形式上是热的,但在底层与质料上是冷的;因为它是黏液。
"Ἐν μὲν γὰρ τῷ λόγῳ." Ἐπεὶ τὸ αἷμα τῷ ὑποκειμένῳ καὶ τῇ ὕλῃ ψυχρὸν τῷ δὲ εἴδει καὶ τῇ οὐσίᾳ θερμόν, ἐν τῷ λόγῳ αὐτοῦ ὑπάρξει ἡ θερμότης, ὥσπερ ἐν τῷ τοῦ λευκοῦ ἀνθρώπου τὸ λευκόν· ᾗ γὰρ κατὰ πάθος αἷμα ἤγουν κατὰ συμβεβηκός, οὐ καθ’ αὑτὸ θερμόν.3 ὁμοίως καὶ περὶ ξηροῦ καὶ ὑγροῦ. διὸ ἐν τῇ 〈φύσει〉 τῶν τοιούτων τοῦ ψυχροῦ ὄντος χωριζομένου τοῦ θερμοῦ πήγνυται ταῦτα καὶ ψυχρὰ φαίνονται. χολὴ δὲ θερμὸν οὖσα καὶ πάχος ἔχουσα χωριζομένου τοῦ θερμοῦ 〈ψύχεται〉 καὶ ὑγραίνεται. τὸ μὲν γὰρ αἷμα ξηραίνεται, ἡ δὲ ξανθὴ χολὴ ὑγραίνεται. τὸ δὲ μᾶλλον καὶ ἧττον μετέχειν ἢ θερμότητος ἢ ψυχρότητος δεῖ τιθέναι ὡς διαφοράν. αἷμα γὰρ αἵματος διαφέρει ἐν τῷ θερμότερον εἶναι ἄλλου αἵματος ἢ ψυχρότερον παρ’ ἄλλο θερμότερον· κεκοινώνηκε γὰρ τῶν ἐναντίων ἡ φύσις τοῦ αἵματος.
“因为在定义中。” 既然血液在底层与质料上是冷的,而在形式与实体上是热的,那么热就会存在于其定义中,正如同白色存在于白人的[定义]中一样;因为就其依据受动性质而言即偶然地是血液而言,它并非因自身而热。关于干与湿亦同样如此。因此,在此类事物的本性中,当冷存在而热分离出去时,它们便凝固并显现为冷。然而胆汁虽是热的且具有浓稠度,但在热分离出去时便冷却并液化。因为血液变干,而黄胆汁液化。必须把较多或较少分有热或冷设定为一种差异。因为血液与血液的差异在于比另一些血液更热,或比起另一个更热的血液更冷;因为血液的本性兼具对立的两端。
- 2.19τὰ πίονα ἐν τῷ ταχὺ θερμαίνεσθαι καὶ τὸ δυνάμει εἰς ἐνέργειαν γίνεσθαι
中性复数主词 τὰ πίονα 与单数谓词 θερμόν ἐστιν 相应,介词短语 ἐν τῷ 引导了由 καί 并列的两项:不定式 ταχὺ θερμαίνεσθαι,以及以 τὸ δυνάμει 为逻辑主语的宾格不定式结构 τὸ δυνάμει εἰς ἐνέργειαν γίνεσθαι。
- 2.20ψυχρὸν γὰρ εἰπόντων αὐτό τινων θερμοῦ φανεροῦ φαινομένου
此处并置了两个表对照的属格绝对结构:前者为 ψυχρὸν εἰπόντων αὐτό τινων(当某些人称其为冷时),后者为无连词直接置入的让步/对照性属格绝对结构 θερμοῦ φανεροῦ φαινομένου(尽管其显明地呈现为热)。
- 2.22ᾗ γὰρ κατὰ πάθος αἷμα ἤγουν κατὰ συμβεβηκός, οὐ καθ’ αὑτὸ θερμόν
从句 ᾗ...αἷμα 与主句 οὐ...θερμόν 均省略了系词 ἐστί。ᾗ 作为表示“就……而言”的连词,连接了并列的 κατὰ πάθος(依受动性质)与 ἤγουν κατὰ συμβεβηκός(即偶然地),用以规定其作为血液的方面。
