- 底本
- Michael, In Libros De Partibus Animalium Commentaria. Commentaria in Aristotelem Graeca XXII.2, ed. M. Hayduck, Berlin: Reimer 1904, pp. 1-99. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:31.8-32.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔注解《动物部分论》648b26–649a13,梳理了亚里士多德就“更热”的诸种涵义(灼烧、融化、保温与冷却)所举的例证,探讨了热是本己的还是外来的(本质的还是偶然的)这一区分所带来的复杂性,并阐释了如血液和火那样不能简简单单判定为热或不热的事物的本性。
" Θερμαίνει μὲν γάρ." Τίθησιν ἐντεῦθεν τὰ παραδείγματα τῶν τοῦ θερμοῦ τρόπων. τοῦ γοῦν πρώτου τρόπου ὅτι θερμότερον1 τὸ ζέον ὕδωρ τῆς φλογός, τοῦ δὲ τρίτου παράδειγμα καίει δὲ καὶ τήκει τὸ καυστὸν καὶ τηκτὸν ἡ φλόξ, τὸ δ’ ὕδωρ οὐδέν. τοῦ δὲ τετάρτου ἔτι θερμότερον μὲν τὸ ζέον ὕδωρ ἢ πῦρ ὀλίγον, τοῦ δὲ πέμπτου τὸ ψύχεται δὲ καὶ θᾶττον καὶ μᾶλλον τὸ θερμὸν ὕδωρ μικροῦ πυρός. [τοῦ δὲ τρίτου τὸ ἔτι δὲ θερμότερον μὲν κατὰ τὴν ἁφὴν τὸ ζέον, ψύχεται δὲ θᾶττον καὶ πήγνυται τοῦ ἐλαίου.] τοῦ δὲ ἕκτου τὸ ἔτι δὲ λίθοι καὶ σίδηρος καὶ τὰ τοιαῦτα.
“因为加热。” 自此他列举了热的诸种方式的例证。第一种方式[的例证]是沸水比火焰更热;第三种[方式]的例证是“然而火焰烧毁并融化可燃与可熔之物,水却无所作为”;第四种[方式的例证]是“此外,沸水比微弱的火更热”;第五种[方式的例证]是“但热水比微小的火冷却得更快且更甚”;[第三种方式的例证是“此外,沸[水]依触觉而言更热,但比油冷却且凝固得更快”;]第六种[方式的例证]则是“此外,石头、铁以及诸如此类之物”。
"Πρὸς δὲ τούτοις τῶν λεγομένων θερμῶν." Καὶ πρὸς τούτοις ἄλλην αὖθις διαφορὰν λέγει τῶν λεγομένων θερμῶν, καὶ ὅτι τὰ μὲν οἰκείαν ἔχει τὴν θερμότητα 〈τὰ δὲ ἀλλοτρίαν〉καὶ ἢ ἀλλοτρίαν ἢ οἰκείαν πλεῖστον διαφέρει.2 θάτερον μὲν γὰρ αὐτῶν οἱονεὶ τὸ ἔχον ἀλλοτρίαν τὴν θερμότητα κατὰ συμβεβηκὸς θερμὸν ἂν εἴη, ὥσπερ καὶ ὁ μουσικὸς θερμότερος τοῦ ἄλλως πως καὶ εἰς ὑγείαν διακειμένου, διότι πυρέττει. οὐ γὰρ ὁ μουσικὸς θερμότερος, ἀλλ’ ὁ πυρέττων πρὸς τὸν μεθ’ ὑγείας θερμόν. ἐπεὶ δὲ τὸ μὲν αἷμα ὡς οἰκείαν ἔχον τὴν θερμότητα καθ’ αὑτὸ θερμόν, τὸ δὲ ὕδωρ ὡς ἀλλοτρίαν ἔχον τὴν θερμότητα κατὰ συμβεβηκός, ψύχεται μὲν βραδύτερον τὸ καθ’ αὑτὸ θερμόν, ὅτι οἰκεῖον ἔχει τὸ θερμὸν ὡς αἷμα καὶ ἔλαιον, μᾶλλον δὲ θερμαίνει τὴν αἴσθησιν τὸ κατὰ συμβεβηκὸς θερμόν, διότι ξένην καὶ ἀλλοτρίαν δεξάμενον τὴν θερμότητα παρὰ λόγον ἔχον ταύτην καὶ πλείονα τοῦ εἰκότος εἰκὸς δέξασθαι τοῦτο τὴν θερμότητα.3 εἰς δὲ τὴν καῦσιν τὸ ἀνάπαλιν γίνεται· τὸ γὰρ καθ’ αὑτὸ θερμὸν μᾶλλον καίει ἢ τὸ κατὰ συμβεβηκός, ἤγουν φλὸξ τοῦ ζέοντος ὕδατος. ὥστε τὸ κρῖναι ὁποῖον θερμότερον δυοῖν ὄντοιν οὐχ ἁπλοῦν ἐστιν.
“除这些之外,在被称为热的事物中。” 除这些之外,他又陈述了被称为热的事物的另一种差异:即有些具有本己的热,[有些具有外来的热,]而无论是外来的还是本己的,都有极大的差异。因为它们之中的一种,即具有外来之热者,当是偶然地热,正如精通音律者由于发烧而比处于另一种状态即健康状态的人更热。因为并不是精通音律者更热,而是发烧者相对于伴随健康的热者[更热]。然而,既然血液作为具有本己之热者乃是因自身而热,水作为具有外来之热者乃是偶然地热,那么因自身而热者冷却得更慢,因为它具有本己的热(如血液和油);而偶然热者更能加热感觉,因为接受了异质且外来的热,反乎常理地拥有它,并且自然会接受超过常态的热。但在燃烧方面情况却恰恰相反:因为因自身而热者比偶然热者更具灼烧力,即火焰比沸水更能灼烧。因此,判定两者之中哪一个更热并不是一件简单的事。
"Ἔνια δὲ τῶν τοιούτων." Εἰσί τινα τῶν θερμῶν ἅπερ οὐκ ἔστιν εἰπεῖν ἁπλῶς ἢ θερμὰ ἢ οὐ θερμά. οὔτε γὰρ κατὰ συμβεβηκὸς ἔχουσι τὸ θερμὸν οὕτως ὥστε γίνεσθαι καὶ ἀπογίνεσθαι ἐν αὐτοῖς τοῦτο δὴ τὸ θερμόν, καὶ μένειν ἐκεῖνο οἷόν ἐστιν,4 ὥσπερ [τῷ] ἐν τῷ λίθῳ θερμῷ, οὔτε αὖθις φύσει καὶ ἀρχῆθεν ἔχουσι τὸ θερμὸν ὥσπερ ὁ ἥλιος, εἰ μή γε καὶ περὶ τούτου ἔστιν εἰπεῖν κατά τινας τῶν φυσικῶν ὅτι ἐκ τῆς ταχυτῆτος τὸ θερμὸν λαμβάνει. τίνα δέ εἰσι ταῦτα τὰ μὴ ἁπλῶς θερμὰ ἢ οὐ θερμά; ὥσπερ τὸ αἷμα, φησίν· τοῦτο γὰρ θερμόν ἐστιν, ἀλλ’ οὔτε κατὰ συμβεβηκὸς ἔχει τὸ θερμόν, ὥστε γίνεσθαι καὶ ἀπογίνεσθαι ἐν αὐτῷ τὸ θερμόν, μένειν δὲ ἐκεῖνο καὶ πάλιν αἷμα, οὔτε μὴν φυσικῶς καὶ ἀρχῆθεν ἐξ αὐτῆς δὴ τῆς φύσεως τῆς ὑποκειμένης αὐτῷ· τὸ γὰρ φλέγμα ψυχρὸν ὂν ὕλη τοῦ αἵματός ἐστι. καὶ τί λέγω περὶ αἵματος, φησίν, ὅπου γε καὶ αὐτὸ τὸ πῦρ τοιοῦτόν τι ἐστί; τὸ γὰρ ὑποκείμενον τῷ πυρὶ ἢ καπνὸς ἢ ἄνθραξ ἐστίν· ὁ δὲ καπνὸς θερμὸν μέν, οὐ μὴν δὲ ὡς τὸ πῦρ, ἀλλὰ πρὸς τοῦτο συγκρινόμενον ψυχρόν ἐστιν· ὁ δὲ ἄνθραξ ἀποσβεσθεὶς ψυχρός ἐστιν. ἔλαιον δὲ καὶ πεύκη ἤγουν ῥητίνη ἄλλον τρόπον θερμόν, ὅτι γίνοιντο ἂν καὶ ψυχρά, μείναντα ἔλαιον καὶ ῥητίνη.
“而此类事物中的某些。” 在热的事物中,有些是不能简简单单地说它们是热的或不是热的。因为它们既不是以这种方式偶然地具有热,即这种热在它们之中产生和消失而那个事物依然如其所是地保持不变(正如在热石头中那样);也不是像太阳那样出于本性且从根本上具有热(除非甚至关于太阳,人们亦可依某些自然哲学家之说,称它是从速度中获得热的)。那么这些并非简单地是热或不是热的事物是什么呢?他说:“正如血液”;因为这是热的,但它既不是偶然地具有热,以致热在其中产生和消失而它依然留存为血液;亦绝非本性地且从根本上由处于其底层的本性自身[拥有热];因为冷黏液乃是血液的质料。他说:“我又何必单谈血液呢,既然火本身也是此类事物中的某种东西?”因为处于火底层的是烟或炭;烟固然是热的,却绝非像火那样,与火相比它是冷的;而炭一旦熄灭就是冷的。但油和松木(即树脂)则以另一种方式是热的,因为它们即使保持为油和树脂,亦能够变冷。
- 2.16τοῦ γοῦν πρώτου τρόπου ὅτι θερμότερον
τοῦ πρώτου τρόπου 为属格,其后省略了充当主语或表语的名词 παράδειγμα(例证),结构依据下文紧接着出现的 τοῦ δὲ τρίτου παράδειγμα 予以补足理解。
- 2.17καὶ ἢ ἀλλοτρίαν ἢ οἰκείαν πλεῖστον διαφέρει
ἢ ἀλλοτρίαν ἢ οἰκείαν 是充当非人称动词 διαφέρει 主语的选择性间接疑问/不定式结构的压缩表达,意为“[具有]外来的热还是本己的热,具有极大的差异”。
- 2.17παρὰ λόγον ἔχον ταύτην καὶ πλείονα τοῦ εἰκότος εἰκὸς δέξασθαι τοῦτο τὴν θερμότητα
ἔχον 为中性单数分词,修饰 τὸ κατὰ συμβεβηκὸς θερμόν;εἰκός 作非人称表语(省略 ἐστί),统辖带不定式的宾格结构(δέξασθαι τοῦτο τὴν θερμότητα);πλείονα 为状语性/内含宾格,意为“超过合宜的程度”。
- 2.18μένειν ἐκεῖνο οἷόν ἐστιν
在 ὥστε 从句中,ἐκεῖνο 是不定式 μένειν 的宾格逻辑主语,关系从句 οἷόν ἐστιν 作表语成分,表示“保持其原有的状态不变”。
