← 艾菲索斯的米海尔

亚里士多德《动物结构》评注

§29.25-31.7

血液性质对动物习性的影响与更热的涵义

米海尔论述了血液的性质(稀薄与炎热)对动物习性及各部分差异的影响,接着探讨了早期哲学家关于动物冷热(如雌雄及水生、无血动物之冷热)的相互对立的看法,并剖析了“更热”这一比较词的多种涵义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.12

" Ἄριστα δέ." Ἧι μὲν γὰρ λεπτὸν τὸ αἷμά ἐστι, ποιεῖ αὐτὰ φρόνιμα, ᾗ δὲ θερμόν, ποιεῖ αὐτὰ ἀνδρεῖα. διὰ τοῦτο πρός τε ἀνδρείαν καὶ πρὸς φρόνησιν ἔχει καλῶς τὰ τοιαῦτα τῶν αἱμάτων. διὸ διαφέρει καὶ ἐν τῷ ἑνὶ ζῴῳ τὸ αἷμα κατὰ τὸ ἄνω καὶ τὸ κάτω, καὶ τὸ θῆλυ 〈πρὸς〉 τὸ ἄρρεν καὶ τὰ δεξιὰ μέρη πρὸς τὰ ἀριστερά. ὥσπερ δὲ ἐπὶ τοῦ αἵματος ἔχει, ὅτι ἐστὶ διαφορὰ αὐτοῦ καὶ ἐπὶ διαφόρων σω〈μάτων τῷ εἴδει〉 καὶ ἐπὶ διαφόρων τῷ ἀριθμῷ, ὡς ἐπὶ ἀνδρὸς καὶ γυναικός, καὶ ἐπὶ τοῦ αὐτοῦ καὶ ἑνὸς ζῴου τῷ ἀριθμῷ κατὰ τὰ ἄνω καὶ τὰ κάτω καὶ τὰ δεξιὰ καὶ τὰ ἀριστερά, οὕτω καὶ ἐπὶ τῶν ἄλλων μορίων ἔχει τῶν τε ὁμοιομερῶν καὶ τῶν ἀνομοιομερῶν. ἔχουσι γὰρ μὴ μόνον πρὸς ἄλληλα ταῦτα διαφοράν, ἀλλὰ καὶ αὐτὰ πρὸς ἑαυτὰ ἔν τε ἄλλοις καὶ ἄλλοις ζῴοις καὶ ἐν τῷ αὐτῷ καὶ ἑνὶ τῷ ἀριθμῷ, ὥσπερ τὰ σπλάγχνα καὶ αἱ χεῖρες καὶ αἱ κεφαλαὶ καὶ τὰ λοιπά.

“而最好的则是。” 因为血液在稀薄的限度内使动物审慎,在炎热的限度内则使动物勇敢。因此,这种血液对于勇敢和审慎而言都极为适宜。所以,即使在单一动物体内,血液也依上下、雌对雄、以及右侧部分对左侧部分而互有差异。正如在血液的情形中那样,它的差异既存在于种上不同的身体中,亦存在于数量上不同的身体中(如男人与女人),还存在于数量上同一的单一动物体内的上下与左右之中;在同质部分和异质部分的其他部分中情况亦是如此。因为这些部分不仅彼此之间存在差异,而且在不同动物之间以及在数量上同一的单一体内,它们自身与自身之间亦存在差异,正如内脏、手、头以及其余部分那样。

§2.13

"〈Πολλῶν〉 γὰρ ἡ φύσις." Πολλῶν γὰρ μορίων φύσις ἀνάγεται εἰς ταύτας τὰς ἀρχὰς ἤτοι τὸ θερμὸν καὶ τὸ ψυχρόν, καὶ διὰ τοῦτό ἐστιν ἀναγκαῖον εἰπεῖν περὶ θερμοῦ καὶ ψυχροῦ. ἀμφισβητοῦσι γὰρ πολλοί, φησί, ποῖα τῶν ζῴων θερμὰ καὶ ποῖα ψυχρά, καὶ λέγουσί τινες τὰ ἔνυδρα θερμά, τὰ δὲ πεζὰ ψυχρά, καὶ τὰ ἄναιμα θερμά, τὰ δὲ ἔναιμα ψυχρά, καὶ τὰ θήλεα θερμά, ὡς Παρμενίδης, τὰ δὲ ἄρρενα ψυχρά· διὰ τοῦτο γὰρ καὶ πολυαίμους γίνεσθαι τὰς γυναῖκας καὶ τοῖς καταμηνίοις συνέχεσθαι· Ἐμπεδοκλῆς τοὐναντίον φησίν. οἱ δὲ λέγοντες τὰ ἄναιμα θερμότερα τῶν ἐναίμων τάχα ἂν εἴποιεν καὶ αἰτίαν, ὅτι οὐκ ἐχώρησεν ἡ φύσις προστιθέναι καὶ αἷμα τοῖς τοιούτοις ἀναίμοις θερμοῖς οὖσι, μή πως πάντῃ θερμανθέντα ἀπόλωνται.1

“因为许多[部分]的本性。” 因为许多部分的本性都可以归结到这些本原上,即热与冷;因此谈论热与冷是必然的。他说,许多人都在争论哪些动物是热的,哪些是冷的;有人称水生动物是热的,陆生动物是冷的;无血动物是热的,有血动物是冷的;雌性是热的(如巴门尼德所言),雄性是冷的——因为正因此故,女性才成为多血的并受经血所困;恩培多克勒则持相反看法。而那些声称无血动物比有血动物更热的人,或许亦会陈明其原因:既然此类无血动物本身是热的,自然便不再有余地向它们添加血液,以免它们全身受热而灭亡。

§2.14

"Εἰ δ’ ἔχει τοσαύτην." Τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἐναργέστατον περὶ τὴν αἴσθησίν ἐστιν. εἰ γοῦν περὶ ταῦτα τὰ ἐναργῆ ἐστιν ἀμφισβήτησίς τισι, τί ἂν ποιήσαιεν ἐκεῖνοι περὶ τῶν ἄλλων, ἤγουν τοῦ ὑγροῦ καὶ τοῦ ξηροῦ; ἐπεὶ δὲ φιλόσοφοί εἰσιν οἱ περὶ τούτων ἀμφισβητοῦντες, δεῖ μὲν ὑπολαμβάνειν εὐλόγως τούτους καὶ παρά τινα αἰτίαν εὔλογον ἀμφισβητεῖν. ἔοικε γοῦν διὰ τὸ πολλαχῶς λέγεσθαι οὐχ ἁπλῶς τὸ θερμὸν ἀλλὰ τὸ θερμότερον ταῦτα λέγειν ἐκείνους τὰ ἐναντία.2 ἕκαστος γὰρ τἀναντία λέγων δοκεῖ τι λέγειν. διὸ ἐπεὶ περὶ φυσικῶν πραγμάτων ζητοῦμεν, ποῖα θερμὰ καὶ ποῖα ψυχρά, δεῖ μὴ λανθάνειν κατὰ ποῖον σημαινόμενον πολλαχῶς λεγομένων τούτων δεῖ λέγειν ἐπὶ τούτοις· ταῦτα γάρ εἰσι καὶ αἴτια σχεδὸν παρὰ τὰς ἄλλας ἐναντιώσεις καὶ ζωῆς καὶ θανάτου καὶ ὕπνου καὶ ἐγρηγόρσεως καὶ νεότητος καὶ γήρως καὶ νόσου καὶ ὑγείας καὶ τῶν λοιπῶν.

“但如果具有如此大的。” 热与冷在感觉方面是最显明不过的。因此,如果某些人在这些显明的事物上尚且存有争论,那么他们在其他事物即湿与干上又能有何作为呢?然而,既然争论这些问题的人都是哲学家,我们就应当认为他们是合乎情理地、且由于某种合乎情理的原因而进行争论的。看来,正是由于不是单纯的“热”、而是“更热”是在多种意义上被述说的,他们才会陈述这些相反的看法。因为每一个陈述相反观点的人,似乎都在陈述某种有道理的东西。所以,既然我们是在探究自然事物中哪些是热的、哪些是冷的,就绝不能忽略:在这些词具有多种意义的情况下,应当依何种涵义来论述这些事物。因为相比于其余的对立,差不多正是这些对立才是生与死、睡眠与醒觉、青年与老年、疾病与健康以及其余事物的起因。

§2.15

"Ἕνα μὲν οὖν τρόπον." Ἑξαχῶς φησι τὸ θερμότερον· πρῶτον μὲν ὑφ’ οὗ μᾶλλον θερμαίνεται τὸ ἁπτόμενον, ὡς τὸ ζέον ὕδωρ μᾶλλον θερμαίνοι ἂν τὸν ἁψάμενον αὐτοῦ παρὸ τὸ πῦρ·3 τὸ γὰρ πῦρ φθάνει διαφορεῖσθαι διὰ τὴν λεπτομέρειαν. δεύτερον τὸ μᾶλλον αἴσθησιν ἐμποιοῦν, ὡς ὁ πεπυρακτωμένος σίδηρος θερμότερος πυρός. τρίτον ἐὰν μετὰ λύπης ἤτοι ἀλγηδόνος ἐμποιεῖ τὴν αἴσθησιν τῷ αὐτοῦ θιγγάνοντι· μᾶλλον γὰρ ἂν ἐκεῖνον λυπήσοι ὁ πεπυρακτωμένος σίδηρος παρὸ τὸ πῦρ. ἔστι δ’ ὅτε δοκεῖ τοῦτο ψεῦδος· πολλάκις γὰρ ἡ ἕξις ἐκείνου τοῦ σώματος τοῦ ἁψαμένου αἰτία γίνεται τοῦ ἀλγῆσαι· ἀλλ’ οὐ παρὰ τοῦτο ῥηθήσεται τὸ ψυχρὸν ὕδωρ ἁπλῶς θερμόν, ἀλλ’ ὡς πρὸς τὴν τοιάνδε ἕξιν τῆς σαρκός. τέταρτον τὸ τηκτικώτερον· τὸ γὰρ πῦρ τήκει πλέον τοῦ ξύλου τοῦ ἁπτομένου. πέμπτον τὸ πλέον πῦρ τοῦ ὀλίγου πυρός. ἕκτον τὸ θαλάσσιον ὕδωρ ὡς μὴ ταχέως ψυχόμενον θερμότερον τοῦ ἄλλου. ἕβδομον τὸ θᾶττον θερμαινόμενον ὡς τὸ ποτάμιον ὕδωρ. ἐκβληθέντος οὖν τοῦ μετὰ λύπης ἓξ ἐγκαταλείπονται.

“因此以一种方式。” 他说“更热”有六种意义:第一,触及之物受其加热更甚者,正如沸水比火更能加热触及它的人;因为火由于粒子精细而预先消散。第二,更能引起感觉者,正如炽热的铁比火更热。第三,若它给触及它的人带来伴随苦痛即痛楚的感觉;因为炽热的铁比火更能使人感到痛苦。但有时这似乎是虚假的;因为触及之人的身体状态往往成了感到疼痛的原因;然而不能因此就把冷水单纯地称为热的,而只是相对于肉的这种状态而言。第四,更能使之融化者;因为火比燃烧的木头更能融化物体。第五,大火比小火更热。第六,海水比其他水更热,因为它不易迅速变冷。第七,如河水那样升温更快者。因此,在排除了伴随苦痛这一种之后,便留下了六种。

语法注3 条
  1. 2.13οὐκ ἐχώρησεν ἡ φύσις προστιθέναι καὶ αἷμα τοῖς τοιούτοις ἀναίμοις θερμοῖς οὖσι, μή πως πάντῃ θερμανθέντα ἀπόλωνται

    οὐκ ἐχώρησεν 表示“自然未曾留出余地/不允许”,支配不定式 προστιθέναι,与格 τοῖς τοιούτοις ἀναίμοις 是其接受对象,宾语为 καὶ αἷμα。随后的 μή πως... ἀπόλωνται 是引导否定目的/防备从句(“以免它们……灭亡”),分词 θερμανθέντα 与从句的主语(即这类无血动物)在性数格上保持一致。

  2. 2.14ἔοικε γοῦν διὰ τὸ πολλαχῶς λέγεσθαι οὐχ ἁπλῶς τὸ θερμὸν ἀλλὰ τὸ θερμότερον ταῦτα λέγειν ἐκείνους τὰ ἐναντία

    无人称动词 ἔοικε(“似乎”)支配宾格加不定式结构 ταῦτα λέγειν ἐκείνους τὰ ἐναντία(“那些学者陈述这些相反观点”)。在 ἔοικε 与该不定式分句之间,插入了表原因的介词短语 διὰ τὸ πολλαχῶς λέγεσθαι οὐχ ἁπλῶς τὸ θερμὸν ἀλλὰ τὸ θερμότερον(“由于不是单纯的‘热’、而是‘更热’在多种意义上被述说”),宾语为 ταῦτα τὰ ἐναντία。

  3. 2.15παρὸ τὸ πῦρ

    παρὸ τὸ πῦρ 源于 παρʼ ὅ(παρὰ ὅ)的副词性/介词性用法,意为“相比于火”或“胜于火”,与前面的比较级副词 μᾶλλον 相呼应,引出被比较的基准对象。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:29.25-31.7