- 底本
- Michael, In Libros De Partibus Animalium Commentaria. Commentaria in Aristotelem Graeca XXII.2, ed. M. Hayduck, Berlin: Reimer 1904, pp. 1-99. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:2.13-3.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔注解了亚里士多德关于动物的部分与受动的探究方法(是按种分别论述还是作为共通本性处理),阐释了同名共通属性与异义共通属性的区别,并借助天文学的类比说明了从现象把握推进至原因探求的顺序。
οἷον ἐπεὶ συμβέβηκε καὶ ἀνθρώπῳ καὶ ἵππῳ καὶ λέοντι καὶ ἄλλοις πολλοῖς τὸ ἀναπνεῖν, τὸ αὔξειν, τὸ φθίνειν, δεῖ ὡς κοινόν τι πρᾶγμα καὶ κοινήν τινα φύσιν λαβεῖν τὸ ἀναπνευστικὸν καὶ ζητεῖν, ὅπως καὶ διὰ τί ἀναπνέουσι τὰ ἀναπνευστικὰ καὶ αὔξει τὰ αὐξητικά, ἢ χωρὶς μὲν ἰδεῖν ὅπως ὁ ἄνθρωπος ἀναπνεῖ καὶ ἰδίως ὅπως ὁ ἵππος; εἰπὼν δὲ καὶ ὅτι πολλοῖς ἑτέροις οὖσιν ἀλλήλων τῷ εἴδει ὑπάρχει τὰ αὐτά, οἷον ὕπνος, ἀναπνοή, αὔξησις, φθίσις, θάνατος, ἐπήγαγε καὶ πρὸς τούτοις ὅσα τοιαῦτα τῶν λειπομένων παθῶν τε καὶ διαθέσεων, ὃ ἴσον ἂν εἴη τῷ καὶ πρὸς τούτοις ἄλλα πλεῖστα κοινῶς ὑπάρχει τοῖς ζῴοις, ἃ παραλέλειπται καὶ οὐ κατείλεκται νῦν ἡμῖν· ταῦτα δ’ ἂν εἶεν ἐγρήγορσις, μακροβιότης, βραχυβιότης καὶ τὰ ὅμοια. τὸ δὲ ἄδηλον γὰρ καὶ ἀδιόριστόν ἐστι λέγειν νῦν περὶ τούτων εἴρηται ἀντὶ τοῦ οὔπω γὰρ περὶ τούτων ὑπό τινος τῶν πρὸ ἡμῶν ἢ τῶν σὺν ἡμῖν ὄντων διώρισταί τε καὶ σεσαφήνισται, εἴτε χωρὶς δεῖ λέγειν εἴτε κοινῶς. εἰπὼν οὖν ὅτι πότερον δεῖ λαβόντας μίαν ἑκάστην οὐσίαν καὶ τὰ ἑξῆς, ἐπάγει φανερὸν δὲ καὶ ὅτι κατὰ μέρος μὲν λέγοντες περὶ πολλῶν ἐροῦμεν πολλάκις τὰ αὐτά, αἰνιττόμενος διὰ τούτων ὡς οὐ δεῖ χωρὶς περὶ ἑκάστου λέγειν, ὅπως τε ὁ ἵππος ἀναπνεῖ καὶ ὅπως ὁ ἄνθρωπος, ἀλλὰ ληπτέον ὡς μίαν τινὰ φύσιν τὸ ἀναπνευστικὸν καὶ σκοπητέον, ὅπως γίνεται. ἐπεὶ δὲ τῶν κοινῶς ὑπαρχόντων τοῖς ζῴοις τὰ μέν ἐστι συνώνυμα, τὰ δ’ ὁμώνυμα, θεὶς ὑποδείγματα τῶν συνωνύμων ὕπνον, ἀναπνοήν, αὔξησιν, φθίσιν, τίθησι καὶ τῶν ὁμωνύμων λέγων ἕτερα δὲ ἴσως ἐστὶν οἷς συμβαίνει τὴν μὲν κατηγορίαν ἔχειν τὴν αὐτήν, τὸ ἕτερα ἀντὶ τοῦ ὁμώνυμα νῦν λαβών·1 ἡ γὰρ πορεία ὁμωνύμως βαδίσεως καὶ ἕρψεως καὶ πτήσεως κατηγορεῖται· τὸ δὲ ἴσως ἢ ἀντὶ τοῦ ἁπλῶς καὶ καθόλου κεῖται ἢ διὰ φιλόσοφον εὐλάβειαν.2 τὸ δὲ πότερον καθάπερ οἱ μαθηματικοὶ3 τὰ περὶ τὴν ἀστρολογίαν δεικνύουσιν, οὕτω δεῖ καὶ τὸν φυσικὸν ἴσον ἂν εἴη τῷ ἆρά γε ὥσπερ οἱ μαθηματικοὶ λαβόντες τὸ πρᾶγμα ὅτι ἐστὶν οὕτω τὰς αἰτίας, διὰ τί οὕτως ἔχει, ζητοῦσι (λαβόντες γὰρ ἐξ αἰσθήσεως ὅτι τῶν ἀστέρων οἱ μὲν ἀεὶ δύνουσιν, ὡς τὸ λεγόμενον θυτήριον, ὡς ὁ στέφανος, οἱ δὲ οὐδέποτε ποιοῦνται δύσιν, ὡς ἡ ἄρκτος, οὕτω τὴν αἰτίαν διὰ τί οὕτως ἔχει ἐζήτησαν) οὕτω δεῖ καὶ τὸν φυσικὸν πρότερον ἰδεῖν, εἰ ἔχει τὰ ζῷα καρδίαν, πνεύμονα, φλέβας, καὶ οὕτω ζητῆσαι, διὰ τί ταῦτα ἔχουσι τὰ μόρια, ἢ ἀνάπαλιν;
例如,既然呼吸、生长、衰退既属于人,也属于马、狮子以及许多其他动物,那么究竟是应当将呼吸的能力作为某种共同的事物与共同的本性来把握,并探求具有呼吸能力者如何呼吸以及为何呼吸、具有生长能力者[如何以及为何]生长,还是分别考察人如何呼吸、个别考察马如何[呼吸]?他在指出对于许多在种上彼此相异者存在着相同的事物(例如睡眠、呼吸、生长、衰退、死亡)之后,接着补充道:“除这些之外,还包括其余受动与状态中所有此类事物”,这等于说:“除这些之外,还有极多其他事物普遍属于动物,它们已被略去,现在未被我们一一列举”;而这些当是觉醒、长寿、短命及类似的事物。而“因为现在谈论这些事物是晦暗且未加界定的”,乃是用来代替下述说法:“因为关于这些事物,在我们之前的人或与我们同代的人都尚未界定且澄清究竟应当分别谈论还是普遍谈论。”因此,在他说了“究竟是应当在掌握了每种单独的实体之后”等等之后,接着引入道:“并且显而易见的是,若按部分谈论,我们将对许多事物多次言说相同的内容”,借此暗示不应当分别论及每一种,即马如何呼吸以及人如何[呼吸],而必须将呼吸的能力视为某种单一的本性,并考察它是如何产生的。既然在普遍属于动物的事物中,有些是同义的,有些是同名异义的,那么他在列举了睡眠、呼吸、生长、衰退作为同义者的范例之后,又通过说“但或许还有另一些事物,它们碰巧具有相同的述谓”,从而也列举了同名异义者的范例;此处他是用“另一些事物”来代替“同名异义者”;因为“移动”对于步行、匍匐和飞行乃是同名异义地述谓的。而“或许”一词,要么是用来代替“单纯地且普遍地”,要么是出于哲学上的谨慎。而“究竟是如同数学家证明有关天文学的事态那样,自然哲学家也应当如此”,则等于说:“难道正如数学家在把握了事态确实如此之后,便探求其为何如此的原因(因为他们由感觉把握了在星辰之中有些总是下沉,例如所谓的祭坛座与北冕座,而另一些则绝不下沉,例如大熊座,他们便据此探求其为何如此的原因),自然哲学家也应当首先观察动物是否拥有心脏、肺、血管,并进而探求它们为何拥有这些部分,抑或是相反?”
- 1.0τὸ ἕτερα ἀντὶ τοῦ ὁμώνυμα νῦν λαβών
分词 λαβών 表示原因或伴随情况,与主句主语(亚里士多德)一致。注解者将亚里士多德原文中的 ἕτερα(其他事物)解释为专业术语 ὁμώνυμα(同名异义者)的代用。
- 1.0τὸ δὲ ἴσως ἢ ἀντὶ τοῦ ἁπλῶς καὶ καθόλου κεῖται ἢ διὰ φιλόσοφον εὐλάβειαν
中性单数冠词 τὸ 将副词 ἴσως 实词化充当主语。注解者对亚里士多德所使用的“或许(ἴσως)”提出了两种可能的解读:要么代指“单纯地且普遍地”,要么是出于避免武断的“哲学上的谨慎”。
- 1.0τὸ δὲ πότερον καθάπερ οἱ μαθηματικοὶ τὰ περὶ τὴν ἀστρολογίαν δεικνύουσιν, οὕτω δεῖ καὶ τὸν φυσικὸν ἴσον ἂν εἴη τῷ ἆρά γε ὥσπερ οἱ μαθηματικοὶ...
由冠词 τὸ 引导的亚里士多德引文整体充当主语,统摄带有潜能 ἄν 与祈愿气的谓语 ἴσον ἂν εἴη(等于……)。由 τῷ 引导的与格分句构成释义的主体,其中插入的解释句 λαβόντες γὰρ... ἐζήτησαν 说明了天文学家的具体实践,主句 οὕτω δεῖ καὶ τὸν φυσικὸν... 构成相应的对应结论。
