← 艾菲索斯的米海尔

亚里士多德《动物结构》评注

§28.12-29.24

心脏的双重性质与同质部分分类及血液品质

米海尔论述了心脏兼具同质性(作为感觉器官)与异质性(作为运动器官)的双重性质,继而阐明同质部分的分类(干湿、软硬)以及血管在横截与纵分时的同名性问题,并通过动物的对比解释了血液浓度与力量及智力的关联。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.8

" Ἧι μέν ἐστι δεκτικὸν πάντων τῶν αἰσθητῶν τῶν ἁπλῶν." Ἐπεὶ ἡ καρδία ἢ τὸ ταύτῃ ἀνάλογον ἐν τοῖς ἀναίμοις ἐστὶ καὶ δεκτικὴ πάντων τῶν αἰσθητῶν, ἐστὶ καὶ κινητικὴ διὰ τῶν ἐνόντων αὐτῇ νεύρων, ᾗ μὲν τὰ αἰσθητήρια ὁμοιομερῆ καὶ ἁπλᾶ, τῶν ἁπλῶν καὶ αὐτὴν εἶναι μορίων συμβέβηκεν,1 ᾗ δὲ κινητικὴ καὶ πρακτική ἐστι καὶ αἱ πράξεις διὰ τῶν ἀνομοιομερῶν, ἀνομοιομερῆ καὶ ταύτην εἶναι. διαιρεῖται γὰρ καὶ αὕτη καθάπερ καὶ τὰ ἄλλα τῶν σπλάγχνων εἰς ὁμοιομερῆ· διὰ δὲ τὸ τῶν σχημάτων πολυειδὲς καὶ ἀνομοιομερής ἐστιν. ἠκολούθηκε δὲ ταύτῃ καὶ τὰ ἄλλα σπλάγχνα· αἱματικὴ γὰρ ἡ φύσις αὐτῶν, διότι διαλείψεις ἔχει τοῦ αἵματος ἐπὶ πόροις φλεβικοῖς· καθάπερ οὖν ὕδατος ἰλύς, οὕτω προχεῖται ἐκεῖσε διὰ τῶν φλεβῶν ἡ τοιαύτη πρόχυσις. ἐπεὶ δὲ καὶ ἡ καρδία τρέφεται ἐξ αἵματος, 〈εὔλογον ἐξ αἵματος〉 συνεστάναι· πᾶν γὰρ τὸ τρεφόμενον ὑπὸ τοῦ συγγενοῦς καὶ ὁμοίου τρέφεται, οἷον ἡ σὰρξ ὑπὸ τῆς σαρκὸς καὶ ἡ καρδία ὑπὸ τοῦ αἵματος.

“就它是接纳一切单纯被感觉之物而言。” 既然心脏(或无血动物中与之相当的部分)既接纳一切被感觉之物,又通过其内部的腱而具有运动能力,那么只要感觉器官是同质且单纯的,心脏自身就属于单纯的部分;而只要它是运动的和能动的,且各项活动是借由异质部分进行的,它本身也是异质部分。因为正如其他内脏一样,它自身也被分割为同质部分;但由于形状的多样性,它也是异质的。而其他内脏亦遵循着它;因为它们的本性是如血液一般的,因为在静脉通道处具有血液的停顿。因此,正如水的沉淀物一样,这种流出物通过静脉倾注于彼处。既然心脏亦是由血液滋养的,那么它由血液构成便是合乎情理的;因为凡受滋养之物,皆由同属且相似之物所滋养,正如肉由肉滋养,心脏由血液滋养一样。

§2.9

"〈Τῶν δὲ ὁμοιομερ〉ῶν." Περὶ τῶν ὁμοιομερῶν μορίων λέγει ὅτι τὰ μὲν μαλακὰ καὶ ὑγρά, τὰ δὲ σκληρὰ καὶ στερεά, ὑγρὰ μὲν ἢ ὅλως 〈ἢ〉 ἔστ’ ἂν ᾖ ἐν τῷ ζῴῳ [ἢ ὅλως]· τὸ γὰρ αἷμα ἐξελθὸν πήγνυται καὶ οὐ μένει ὑγρόν. [αἷμα] ἰχὼρ οἷον αἷμα διεφθαρμένον, πιμελὴ ἡ ἐπὶ τῶν χοίρων, στέαρ τὸ ἐπὶ τῶν προβάτων, μυελός, γονή, χολή, γάλα ἐν τοῖς ἔχουσι. τούτων γὰρ τὰ μὲν ὑγρά, τὰ δὲ μόνον μαλακά· τὰ δὲ ξηρὰ καὶ στερεὰ ὡς ἄκανθα, τὸ μεσαίτατον ὀστοῦν τοῦ ἰχθύος, νεῦρον, φλέψ. ἡ δὲ φλὲψ εἰ μὲν ἐγκαρσίως διαιρεθῇ, οὐ διαιρεῖται εἰς ὁμώνυμα ἑαυτῇ· οὐκέτι γὰρ τὸ διαιρεθὲν λέγεται φλέψ, ἐπεὶ οὐδὲ κοιλότης ἐστὶ περιεκτικὴ αἵματος, ὅπερ ἐστὶν ὁρισμὸς τῆς φλεβός· εἰ δὲ δίχα διαιρεθῇ,2 διαιρεῖται εἰς ὁμώνυμα ἑαυτῇ, καὶ φλέβες τὰ μόρια λέγονται.

“在同质部分中。” 关于同质部分,他说,有些是柔软而湿润的,有些则是坚硬而坚实的;湿润的部分要么完全是湿润的,要么只要存在于动物体内就是湿润的。因为血液流出后便会凝固,不再保持湿润。浆液如同腐败的血液;还有猪身上的板油、绵羊身上的脂膏、骨髓、精液、胆汁,以及在拥有〔它〕的动物体内的乳汁。因为在这些之中,有些是湿润的,有些则仅是柔软的;而干燥且坚实的则是如鱼刺——鱼最中间的骨头——以及腱和血管。然而,血管若被横向切断,则不会被分割为与其自身同名的部分;因为被切断的部分不再被称为血管,既然它甚至不再是包容血液的空腔,而这正是血管的定义;但若它被[沿纵向]一分为二,则被分割为与其自身同名的部分,其各部分亦被称为血管。

§2.10

"Ἔστι γὰρ ὡς ἐνίων." Εἰ μὲν ἐγκαρσίως διαιρεθῇ, οὐχ ὁμώνυμα τὰ μέρη τῆς φλεβός· εἰ δὲ δίχα, ὁμώνυμα. προσώπου δὲ πρόσωπον, ὅπερ ἐστὶν ἀνομοιομερές, οὐδαμῶς ἐστιν ὁμώνυμον μεριζόμενον. τέως δὲ καὶ τοῖς ὑγροῖς καὶ τοῖς ξηροῖς πολλοὶ τρόποι τῆς αἰτίας εἰσίν. ἐκ γὰρ τῶν ὁμοιομερῶν συνέστηκε τὰ ὀργανικὰ μέρη· ἐκ γὰρ ὀστῶν καὶ νεύρων καὶ σαρκῶν καὶ ἰνῶν καὶ φλεβῶν συνίσταται ταῦτα, ὥστε συμβάλλεσθαι τὰ μὲν εἰς τὸ εἶναι,3 ὡς ἡ γλῶττα οὐκ ἐν τῷ λαλεῖν ἀλλ’ ἐν τῷ γεύεσθαι, τὰ δὲ εἰς τὸ ἐνεργεῖν ὡς αἱ χεῖρες, τὰ δὲ ὡς τροφὴ εἶναι τῶν ἄλλων, ὥσπερ τροφή ἐστιν ὁ μυελὸς τῶν ὀστῶν, εἰ καὶ ὀστεογενῆ τὸν μυελὸν Ἐμπεδοκλῆς λέγει. εἴ τι γὰρ ἔστι τὸ ἐν τοῖς σώμασιν αὐξανόμενον, ἐξ ὑγροῦ λαμβάνει τὴν αὔξησιν· εἰ δὲ καὶ ἐξ ἑτέρου ἤγουν ἐκ ξηροῦ, ἀλλ’ ὑγρανθέντος τέως. τὰ δὲ περιττώματα ἤγουν ἀφοδεύματα συμβέβηκεν εἶναι τῆς ξηρᾶς τροφῆς ὑπόστασιν, ὥσπερ τοῦ ὑγροῦ τὸ οὖρον.

“因为在某种意义上,就某些事物而言。” 若被横向切断,血管的各部分不是同名的;但若一分为二,则是同名的。然而面部的[部分]面部——面部是异质部分——在被分割时绝不是同名的。同时,对于湿润之物和干燥之物而言,原因的方式也是多种多样的。因为工具性部分是由同质部分构成的;这些部分是由骨骼、腱、肉、纤维和血管组合而成的,以致于有些部分有助于存在,如舌不在于说话而在于品尝,有些部分有助于活动,如双手,有些部分则是作为其余部分的养分,正如骨髓是骨骼的养分一样,尽管恩培多克勒称骨髓是由骨生成的。因为在身体中若有任何生长的东西,它都是从湿润之物中获得生长的;即使它亦从其他事物即干燥之物中获得生长,也是从已被湿润之物中获得的。而残余物即排泄物,正如尿液是湿润之物的沉淀一样,恰好是干燥食物的沉淀。

§2.11

"Αὐτῶν δὲ τούτων." Τῶν αἱμάτων αἱ διαφοραὶ πρὸς ἄλληλα τοῦ βελτίονος ἕνεκεν. ὡς γὰρ τὸ παχύτερον ἰσχύος ποιητικώτερον, οὕτω τὸ λεπτότερον νοήσεως. διαφέρει δὲ αἷμα αἵματος καὶ ἐν ἄλλῳ καὶ ἄλλῳ ζῴῳ καὶ ἐν τῷ αὐτῷ καὶ ἑνὶ τοῦ ζῴου σώματι, οἷον ἄλλο αἷμά ἐστι πρὸς τὰ ἄνω μέρη καὶ ἄλλο πρὸς τὰ κάτω. μὴ μόνον δὲ ἐπὶ τοῦ αἵματος ἐν τοῖς ἐναίμοις ἔστι διαφορά, ἀλλὰ καὶ τοῦ ἀναλόγου τῷ αἵματι ἐν τοῖς ἀναίμοις. καὶ γὰρ μέλιττα καὶ μυῖα ἄναιμα, ἀλλ’ ἡ μέλιττα πολλῶν ἀναίμων φρονιμωτέρα τὴν φύσιν ἐστίν. ὅρα γὰρ τὴν ἐργασίαν αὐτῆς καὶ τὰς ἑξαγώνους σύριγγας· ἰδὲ πάλιν καὶ τοῦ ἀράχνου τὴν ἱστουργικὴν ἐπιστήμην ἐς τὸ τὰς μυίας ἁλίσκεσθαι.

“在这些事物本身之中。” 各类血液彼此之间的差异,是为了更好的目的。因为正如较浓稠的血液更有助于产生力量一样,较稀薄的血液更有助于产生理解。血液与血液不仅在不同的动物中互有差异,而且在同一动物的单一体内亦有差异;例如朝向上部器官的血液是一种,朝向下方器官的血液则是另一种。差异不仅存在于有血动物的血液中,亦存在于无血动物中与血液相当的部分中。因为蜜蜂和苍蝇都是无血的,但蜜蜂在本性上比许多无血动物更加聪慧。试看它的劳作和六角形的巢室;再看蜘蛛为了捕捉苍蝇而具有的织网技艺。

语法注3 条
  1. 2.8τῶν ἁπλῶν καὶ αὐτὴν εἶναι μορίων συμβέβηκεν

    短语 τῶν ἁπλῶν ... μορίων 为表语性质的属格(表示归属或分类,“它自身亦属于单纯部分”),与充当非人称动词 συμβέβηκεν 主语的“宾格加不定式”结构(αὐτὴν εἶναι)连用。

  2. 2.9εἰ δὲ δίχα διαιρεθῇ

    与前面的 ἐγκαρσίως διαιρεθῇ(横向切断)相对照,此处的 δίχα 不仅指“一分为二”,更指“沿纵向剖开”。当顺着纵向切分时,仍保留管状中空结构,因此其部分仍可被称为“血管”。

  3. 2.10ὥστε συμβάλλεσθαι τὰ μὲν εἰς τὸ εἶναι ... τὰ δὲ εἰς τὸ ἐνεργεῖν ... τὰ δὲ ὡς τροφὴ εἶναι

    不定式 συμβάλλεσθαι 由表结果的 ὥστε 引导,以中性复数代词 τὰ μέν ... τὰ δέ 作其主语。在第三项中,句式略显混淆,补充了不定式 εἶναι(τὰ δὲ ὡς τροφὴ εἶναι),其表语名词 τροφή 采用了主格形式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:28.12-29.24