- 底本
- Michael, In Libros De Partibus Animalium Commentaria. Commentaria in Aristotelem Graeca XXII.2, ed. M. Hayduck, Berlin: Reimer 1904, pp. 1-99. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:26.27-28.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本段论述了承担多样活动的异质部分与分配能力的同质部分之间的结构关系,以及两者在构成上的先后关系(包括对亚里士多德原文异文的辨析)。随后阐明其他感觉器官因各自接纳单一属类的感觉对象而既是同质的又是单纯的,而触觉器官(肌肉)因接纳多样的对立属性,故虽具同质性却是由四元素合成的复合之物。
" Πολυμόρφων δέ." Πολυειδεῖς εἰσιν αἱ πράξεις τῆς χειρός. ἄλλη γὰρ πρᾶξις τοῦ πιέσαι καὶ ἄλλη πρᾶξις τὸ λαβεῖν1 καὶ ἄλλη τὸ ἀποτρέψαι. ὁμοίως καὶ τοῦ ποδός· ἄλλη γὰρ πρᾶξις τοῦ βαδίσαι καὶ ἄλλη τοῦ πατάξαι καὶ ἄλλη τοῦ ὀρχήσασθαι. πολυειδῶν γοῦν οὐσῶν τῶν πράξεων καὶ αἱ δυνάμεις, ἐξ ὧν συνίστανται τὰ μόρια, διάφοροι. δυνάμεις δέ εἰσι μαλακότης σκληρότης κραυρότης, τὰ τοιαῦτα. ἀνόμοιοι τοίνυν αἱ πράξεις, ἀνόμοιοι καὶ αἱ δυνάμεις ἐξ ὧν συνετέθησαν οὕτω τῆς φύσεως οἰκονομησάσης εἰς τὴν προσήκουσαν πρᾶξιν. τὰ γὰρ ὁμοιομερῆ κατὰ μέρος διείληφε τὰς δυνάμεις· τοῦ γὰρ ἥπατος τυχὸν τὸ μὲν μέρος σκληρὸν τὸ δὲ μαλακόν, ἢ καρδίας τὸ μὲν ὑγρὸν τὸ δὲ ξηρόν· τὰ δὲ ἀνομοιομερῆ κατὰ πολλὰς δυνάμεις εἰσὶ καὶ ἀλλήλαις συγκειμένας. καὶ δῆλον ἐκ τῆς χειρὸς καὶ τῶν ἄλλων τῶν ὀργανικῶν μορίων, ποδὸς καὶ τῶν τοιούτων.
“而由多种形态之物。” 手的活动具有多种形式。因为压迫的活动是一回事,抓取的活动是另一回事,推开的活动又是另一回事。脚亦是如此;因为行走的活动是一回事,踢打的活动是另一回事,跳舞的活动又是另一回事。既然各项活动是多种多样的,构成各部分的能力也是各异的。所谓能力,即柔软、坚硬、脆弱以及诸如此类的性质。因此,既然各项活动互不相同,自然为了适当的活动而做出如此安排,从而构成它们的能力也互不相同。因为同质部分是分部位承载诸能力的:例如肝脏的一部分坚硬而另一部分柔软,或者心脏的一部分湿润而另一部分干燥;异质部分则是依照多种且彼此结合的能力而存在的。这一点从手以及其他如脚等工具性部分来看是显而易见的。
"〈Ὡς μὲν οὖν ἕνεκά τιν〉ος." Ὡς μὲν οὖν ἕνεκά τινος πράξεως ταῦτα τὰ μόρια διὰ ταύτην τὴν αἰτίαν τὴν τελικὴν δηλονότι οὕτως ἔχει. ἐπεὶ δὲ καὶ περὶ τῆς ὑλικῆς αἰτίας ζητεῖται, φανερὸν ὅτι οὕτως ἔχει ὡς πέφυκεν ἔχειν πρὸς ἄλληλα. τὰ γὰρ ἀνομοιομερῆ2 καὶ ἐκ πλειόνων, οἷον χεὶρ πρόσωπον πούς, τὰ δὲ ἐκ πλειόνων καὶ ἐξ ἑνὸς τὰ σπλάγχνα. ταῦτα γὰρ ἐξ ἑνὸς ὁμοιομεροῦς σύγκειται, λέγω τοῦ αἵματος, ἐκ πλειόνων δὲ σχημάτων· αὐτίκα ἡ καρδία ἔχει σχῆμα κυλινδροειδὲς καὶ κωνοειδὲς καὶ σφαιροειδές. τὰ δὲ ὁμοιομερῆ πολλὰ ἂν εἴη ὁμοιομερῆ. γράφεται καὶ ἀνομοιομερῆ. ἡ μὲν οὖν προτέρα γραφὴ τοῦτ’ ἂν βούλοιτο· ἐπεί, φησί, τὸ ἀνομοιομερὲς πολλά ἐστιν ὁμοιομερῆ, διότι ἐξ αὐτῶν σύγκειται, εἴπερ καὶ τὸ ὁμοιομερὲς ἐκ τῶν ἀνομοιομερῶν συνέκειτο, ἦν ἂν καὶ αὐτὸ ἐξ ὁμοιομερῶν συγκείμενον πολλῶν· τὰ γὰρ ἀνομοιομερῆ οὐδέν εἰσιν ἕτερα ἢ ἕκαστον πολλὰ ὁμοιομερῆ. συνέκειτο οὖν τὸ ὁμοιομερὲς ἐξ ὁμοιομερῶν, καὶ αὐτὸ ἐξ ἑαυτοῦ, ὅπερ ἄτοπον. ἡ δὲ δευτέρα τὸ ἀνομοιομερῆ εἴη ἂν τοιοῦτον· εἴπερ, φησί, τὸ ὁμοιομερὲς συνέκειτο ἐκ τῶν ἀνομοιομερῶν, ἦν ἂν καὶ αὐτὸ πολλὰ ἀνομοιομερῆ, ὥσπερ τὸ ἀνομοιομερὲς ἐξ ὁμοιομερῶν συνιστάμενόν ἐστι πολλὰ ὁμοιομερῆ. ἀλλὰ καὶ τοῦτο ἄτοπον τὸ εἶναι τὸ αἷμα τυχὸν (ὁμοιομερὲς γάρ) πολλὰ πρόσωπα ἢ πολλὰς χεῖρας.
“既然为了某种目的。” 因此,这些部分是为了某种活动而存在的,这显然是由于这终极原因而如此的。然而由于质料原因亦在探求之列,故而显而易见,它们是依照它们彼此之间所具有的自然本性而存在的。因为异质部分是由较多数的事物构成的,例如手、面部和脚;而另一些部分,即内脏,则既由较多数的事物构成,又由单一事物构成。因为这些内脏是由一种同质部分——我指的是血液——构成的,但具有多种形状:例如心脏具有圆柱形、圆锥形和球形的形状。至于“同质部分将是许多同质部分”,亦有异文作“异质部分”。前一种异文的意思应当是:他说,既然异质部分由于是由同质部分构成的而是许多同质部分,那么如果同质部分亦由异质部分构成,它本身也将是由许多同质部分构成的;因为异质部分无非各自都是许多同质部分。因此同质部分将由同质部分构成,亦即由其自身构成,而这是荒谬的。第二种异文作“异质部分”,其意思应当是:他说,如果同质部分是由异质部分构成的,它本身也将是许多异质部分,正如由同质部分构成的异质部分是许多同质部分一样。但这同样是荒谬的,即例如血液(因为它是同质部分)竟然会是许多面部或许多双手。
"Ἡ δ’ αἴσθησις ἐγγίνεται πᾶσιν." Τὰ μὲν ὀργανικὰ μόρια ἀνομοιομερῆ εἰσι, τὰ δὲ αἰσθητήρια ὁμοιομερῆ. καὶ γὰρ ἡ αἴσθησις ἐν τοῖς ὁμοιομερέσι, διότι μία ἑκάστη τῶν αἰσθήσεων ἑνὸς γένους καὶ ὑποκειμένου δεκτική ἐστιν, οἷον ἀκοὴ ψόφων, χυμῶν γεῦσις, χρωμάτων ὅρασις, ὀδμῆς ὄσφρησις. περὶ δὲ τῆς ἁφῆς παρακατιὼν ἐπαπορεῖ, ὅτι πλειόνων αὕτη δεκτική ἐστιν. ἡ τοίνυν αἴσθησις δυνάμει οὖσα ὅπερ τὸ αἰσθητὸν πάσχει ὑπὸ τοῦ αἰσθητοῦ ἐνεργείᾳ ὄντος. ὥστε εἰ ἔστι τὸ αἰσθητὸν τὸ αὐτὸ ἤτοι ἓν τῷ γένει, καὶ τὸ αἰσθητήριον λοιπὸν τὸ τούτου ἀντιληπτικὸν ἕν ἐστι καὶ ἁπλούστατον. ἢ γὰρ ὕδωρ ἐστὶν ὡς τὸ κρυσταλλοειδὲς ὑγρὸν τὸ τῆς ὄψεως, ἢ ἀὴρ τὸ τῆς ἀκοῆς ἢ ἄλλο τῶν στοιχείων τὰ τῶν λοιπῶν αἰσθητηρίων, καθὼς ἐν τῷ Περὶ αἰσθήσεων καὶ αἰσθητῶν λέγει.
“但感觉在所有动物中产生。” 工具性部分是异质部分,而感觉器官则是同质部分。因为感觉存在于同质部分之中,这是由于每一种感觉只接纳一个属和基底,例如听觉接纳声音,味觉接纳滋味,视觉接纳颜色,嗅觉接纳气味。但关于触觉,他在后文中提出了疑难,指出触觉接纳较多数的事物。因此,感觉作为潜在的被感觉之物,受到现实存在的被感觉之物的作用。所以,如果被感觉之物是同一的,即在属上是一,那么感知它的感觉器官也就同样是一且最为单纯的。正如他在《论感觉与被感觉之物》中所说的那样,它要么如视觉的水晶样液那样是水,要么如听觉那样是气,要么是其余感觉器官那样的其他元素。
"Ἐν ὁμοιομερεῖ μέν." Τῶν ἄλλων αἰσθήσεων καὶ ὁμοιομερῶν ὄντων καὶ ἁπλῶν, ὡς ἐρρήθη, ὕδατος τοῦ ὀφθαλμοῦ καὶ τῆς ὄψεως, καὶ ἀέρος ἐπὶ τῆς ἀκοῆς, εὐλόγως συμβέβηκεν ἐπὶ τῆς ἁφῆς ἔχειν μὲν ταύτην τὸ ὁμοιομερές, οὐ μὴν δὲ καὶ τὸ ἁπλοῦν,3 ὡς εἶναι καὶ ταύτην ἐξ ἑνὸς στοιχείου. οἷόν ἐστιν ἡ σὰρξ καὶ ὁμοιομερὲς καὶ οὐχ ἁπλοῦν, ἀλλ’ ἐκ τῶν τεσσάρων συγκείμενον στοιχείων, ὅτι καὶ διάφορα τὰ ὑποκείμενα αὐτῇ θερμὸν ψυχρόν, ξηρὸν ὑγρόν, μαλακὸν σκληρόν, τραχὺ λεῖον, καὶ τὰ τοιαῦτα. ἡ γοῦν σὰρξ τῆς ἁφῆς αἰσθητήριον οὖσα ὡς ὀφθαλμὸς τῆς ὁράσεως, καὶ τὸ ἀνάλογον τῆς σαρκὸς ἐπὶ τῶν ἄλλων, οἱονεὶ ἐπὶ τῆς σηπίας τὸ ὀστρακόδερμον, εἰκότως ὑλικώτερον καὶ σύνθετόν ἐστιν. ἐπεὶ δὲ ἀδύνατον αἴσθησιν 〈μὴ〉 ἔχειν τὸ ζῷον, διὰ τοῦτο καὶ ὁμοιομερῆ μόρια ἔχει· ἡ γὰρ αἴσθησις ἐν τοῖς τοιούτοις, αἱ δὲ πράξεις ἐκ τῶν ἀνομοιομερῶν. ἐν δὲ τῇ καρδίᾳ ἐστὶν ἡ αἰσθητικὴ δύναμις καὶ ἡ θρεπτική· διὰ τοῦτο καὶ ἡ καρδία ἀμφότερον ἔχει.
“固然在同质部分中。” 如前所述,既然其他感觉器官既是同质的又是单纯的——眼与视觉属于水,听觉属于气——那么在触觉的情形中,该感觉器官虽然具有同质性,却并不具有使其也由单一元素构成的单纯性,这是合乎情理的。例如肌肉既是同质的,又不是单纯的,而是由四元素合成的,因为作为其基底的事物是多种多样的:冷热、干湿、软硬、粗糙光滑以及诸如此类的性质。因此,正如眼是视觉的感觉器官那样作为触觉感觉器官的肌肉,以及在其他动物中与肌肉相当的器官,例如乌贼中的甲壳部分,自然更加具有质料性且是复合的。由于动物不可能不具有感觉,因此它也拥有同质部分;因为感觉存在于此类部分中,而诸活动则出自异质部分。在心脏之中则存在着感觉能力与营养能力;正因如此,心脏亦兼具两者。
- 2.4ἄλλη γὰρ πρᾶξις τοῦ πιέσαι καὶ ἄλλη πρᾶξις τὸ λαβεῖν
在主语 ἄλλη πρᾶξις 之下,属格带冠词不定式 τοῦ πιέσαι 与主格带冠词不定式 τὸ λαβεῖν 通过 καί 形成并列。前者作为限定属格修饰 πρᾶξις,后者则作为名词性主格/补足语;尽管格的形式不一致,两者在句法功能上对称地列举了具体的活动。
- 2.5τὰ δὲ ὁμοιομερῆ πολλὰ ἂν εἴη ὁμοιομερῆ. γράφεται καὶ ἀνομοιομερῆ.
此处注解者讨论了亚里士多德原文(646b29)中的传抄异文。以 τὰ δὲ ὁμοιομερῆ 为主语,一种异文作谓语名词 ὁμοιομερῆ,另一种作 ἀνομοιομερῆ。在接下来的句子中,注解者借助与现在事实相反的条件句(εἴπερ... συνέκειτο, ἦν ἂν...)阐明这两种读法如何各自导出荒谬的结论。
- 2.7εὐλόγως συμβέβηκεν ἐπὶ τῆς ἁφῆς ἔχειν μὲν ταύτην τὸ ὁμοιομερές, οὐ μὴν δὲ καὶ τὸ ἁπλοῦν
非人称动词 συμβέβηκεν 带有由带代词宾格的不定式短语(ἔχειν μὲν ταύτην τὸ ὁμοιομερές...)构成的逻辑主语从句。指示代词 ταύτην 作不定式 ἔχειν 的逻辑主语,而 τὸ ὁμοιομερές 与 τὸ ἁπλοῦν 则作其宾语。
