← 艾菲索斯的米海尔

亚里士多德《动物结构》评注

§25.3-26.26

三个层级的结合与生成的目的论秩序

米海尔概述了第一卷的论点,进而转入第二卷关于身体各部分原因的探究,论述了三个层级的结合(元素的能力、同质部分与异质部分)以及目的论的生成秩序(时间上在先的质料与自然/定义上在先的形式与实体)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.0

〈Εἰπὼν〉 ἐν τῷ πρώτῳ, ποταπὸν δεῖ εἶναι τὸν ἀκροατήν, ὅτι πεπαιδευμένον καὶ ὅτι δεῖ πρῶτα περὶ τῶν κοινῇ πᾶσι τοῖς ζῴοις ὑπαρχόντων εἰπεῖν, εἶθ’ ὕστερον περὶ τῶν ἰδίων ἑκάστῳ, ἵνα μὴ πολλάκις περὶ αὐτῶν ἀναγκάζοιτο λέγειν, καὶ ὅτι δεῖ τὰ φαινόμενα περὶ τὰ ζῷα θεωρῆσαι πρῶτον, ἔπειτα καὶ τὰς αἰτίας τούτων ζητεῖν, καὶ ποσαχῶς τὸ ἀναγκαῖον, ἔτι τε καὶ τὰς τοῦ Πλάτωνος διαιρέσεις μεμψάμενος, νῦν περὶ τῶν αἰτιῶν μέλλει ἐρεῖν.1 ἐκ τίνων οὖν, φησί, μορίων συνέστηκε καὶ πόσων ἕκαστον τῶν ζῴων, ζητητέον ἐν τῇ πραγματείᾳ τῇ Περὶ ζῴων ἱστορίας, ὅπου ἐν ἐννέα βιβλίοις τὰ περὶ πάντων τῶν ζῴων διαλαμβάνει, τὰς δὲ αἰτίας τούτων καὶ καθ’ ὃν τρόπον ἐτάχθη ἕκαστον παρὰ τῆς φύσεως ἐπισκεπτέον.

在第一卷中讲述了听讲者应当是怎样的人,即应当是受过教养的人,并且应当首先讲述共同属于所有动物的事物,其后才讲述每一动物特有的事物——以免被迫多次谈及它们——,以及应当首先观察关于动物的现象,然后探寻其原因,并说明必然者有多少种含义,而且进一步批判了柏拉图的划分法之后,他现在将要讲述诸原因。因此他说,每一种动物由何种部分构成以及由多少部分构成,应当在《动物志》这一著作中去探求,他在该书九卷中论述了关于所有动物的事项,而这些部分的原因以及每一部分是如何由自然配置的,则必须予以考察。

§2.1

"Τριῶν δ’ οὐσῶν τῶν συνθέσεων." Τρεῖς συνθέσεις λέγει ἐν ἑκάστῳ τῶν ζῴων, καὶ πρώτην τὴν ἐκ τῶν τεσσάρων στοιχείων. εἶτα ἀπορίαν ἣν ἄν τις ἠπόρησε λύει, πῶς ἐκ τῶν τεσσάρων στοιχείων συνιστάμεθα ἐναντίων ὄντων καὶ διὰ τοῦτο φθαρτικῶν ἀλλήλων, ὅτι βέλτιον εἰπεῖν συνίστασθαι τὰ σώματα τὴν πρώτην ταύτην σύνθεσιν οὐκ ἐκ τῶν στοιχείων ἀλλ’ ἐκ τῶν δυνάμεων τούτων,2 ψυχροῦ θερμοῦ καὶ ἔτι ξηροῦ καὶ ὑγροῦ, μᾶλλον δὲ τῶν πρώτων ὡς ποιητικῶν ἢ ἐκ τῶν δευτέρων ὡς παθητικῶν· τέως δὲ ἐκ τῶν τεσσάρων ποιοτήτων καὶ δυνάμεων, καθὼς καὶ ἐν τῷ Περὶ γενέσεως καὶ φθορᾶς ἔλεγε. καὶ αὕτη μὲν ἡ πρώτη σύνθεσις ἡ ἐκ τῶν δυνάμεων· αἱ γὰρ δυνάμεις διὰ ταύτας εἰσί. δευτέρα σύστασις καὶ σύνθεσις ἡ ἐκ τῶν ὁμοιομερῶν καὶ τρίτη ἡ ἐκ τῶν ἀνομοιομερῶν. πᾶσαι δὲ αἱ ἄλλαι δυνάμεις ἀπὸ τούτων, οἷον εἰ πλεονάσει τὸ πυρῶδες ἢ ἀερῶδες, γίνεται τὸ σῶμα κοῦφον καὶ μανόν, εἰ δὲ πλεονάσει τὸ γεῶδες, γίνεται βαρὺ καὶ πυκνόν.

“既然有三种结合。” 他说在每一种动物中存在三种结合,首先是由四元素构成的结合。接着他化解了一个人们可能会提出的疑难——既然四元素彼此相反且因此互为毁灭,我们如何由四元素构成——他指出:与其说物体这第一种结合是由元素构成的,不如说是由它们的能力构成的,即冷、热以及干、湿,且更主要地是由作为能动者的前两者构成,而非由作为受动者的后两者构成;不过眼下且说是由于这四种性质和能力,正如他在《论生成与消灭》中所说的那样。而这是基于能力的第一种结合;因为诸能力是因这些性质而存在的。第二种构造与结合是由同质部分构成的,第三种是由异质部分构成的。所有其他能力皆由这些产生:例如,如果火性或气性过多,物体就变得轻而稀疏;如果土性过多,则变得重而稠密。

§2.2

"Ἐπεὶ δὲ ἐναντίως ἔχει." Γένεσιν τὴν ὕλην φησίν, οὐσίαν δὲ τὸ εἶδος.3 ἐπεὶ γοῦν ἐναντίως ἔχει ταῦτα· τὰ γὰρ ὕστερα τῇ γενέσει, ὥσπερ ἐστὶν ἡ οὐσία, πρότερα τῇ φύσει ἐστίν· εἰς γὰρ τὸ εἶδος καὶ τὴν μορφὴν ἀποβλέπουσα ἡ φύσις κινεῖ τὴν ὕλην, καὶ διὰ τοῦτο τὸ τῇ γενέσει τελευταῖον πρῶτόν ἐστι. καὶ τίθησι καὶ παράδειγμα ὅτι οὐχ ἕνεκα τῶν πλίνθων καὶ τῶν ξύλων ἡ οἰκία, ἀλλὰ ταῦτα τῆς οἰκίας ἕνεκα. ὡς γοῦν ἐπὶ τῶν τεχνητῶν, οὕτως ἔχει καὶ ἐπὶ τῶν φυσικῶν. τοῦτο δὲ οὐ μόνον ἐκ τῆς ἐπαγωγῆς δῆλον, ἀλλὰ καὶ ἐκ τοῦ λόγου. πᾶν γάρ τι, φησί, τὸ γινόμενον ἔκ τινος ὑλικοῦ εἴς τι εἰδικὸν ποιεῖται τὴν γένεσιν, καὶ ἀπ’ ἀρχῆς ὑλικῆς εἰς ἀρχὴν εἰδικὴν ἵησι· τὴν γοῦν ὕλην φύσιν φησί, τὸ δὲ εἶδος οὐσίαν. ἐκ τούτου γοῦν δῆλον ὅτι ἡ ὕλη ἕνεκα τοῦ εἴδους καὶ προτέρα ἡ ὕλη τῷ χρόνῳ, τῷ δὲ λόγῳ ἡ οὐσία καὶ ἡ ἑκάστου μορφή.

“既然情况相反。” 他将质料称为“生成”,将形式称为“实体”。总之,既然这些事物的情况相反;因为在生成中后在的事物,正如实体那样,在自然上是在先的;因为自然凝视着形式与形态来推动质料,正因如此,在生成中最后的是第一的。他也提出了一个例子,即房屋并非为了砖块和木材而存在,而是这些为了房屋而存在。在人工制品上如此,在自然物上亦是如此。而这不仅从归纳上是显而易见的,从理性论证上亦是如此。他说,因为凡是生成之物,都是从某种质料性的东西向某种形式性的东西实现其生成,并从质料性本原迈向形式性本原;他确实将质料称为“自然”,将形式称为“实体”。由此可见,质料是为了形式而存在的,质料在时间上在先,但实体与各物的形态在定义上是在先的。

§2.3

"Δῆλον δ’ ἂν λέγῃ τις." Ἡ ὕλη τῶν στοιχείων ἕνεκα τῶν ὁμοιομερῶν, τὰ δὲ ὁμοιομερῆ ἕνεκα τῶν ἀνομοιομερῶν· τοῦτο γὰρ θέλων δεῖξαι ποιεῖται τὸν λόγον ἐκ τῶν τεχνητῶν ὅτι ὁ τῆς οἰκοδομήσεως λόγος ἔχει τὸν τῆς οἰκίας, ὁ δὲ τῆς οἰκίας〈οὐκ〉 ἔχει τὸν τῆς οἰκοδομήσεως. λόγος γὰρ οἰκοδομήσεως τὸ οἰκίαν ποιῆσαι τοιανδί, λόγος δὲ οἰκίας τὸ σκέπειν καὶ φρουρεῖν τὰ ἐμπεριεχόμενα ἐν αὐτῇ. ὥστε ἡ οἰκοδόμησις ἕνεκα τῆς οἰκίας, οὐ μὴν ἡ οἰκία ἕνεκα τῆς οἰκοδομήσεως. προτέρα γοῦν τῷ χρόνῳ ἡ οἰκοδόμησις τῆς οἰκίας, ὑστέρα δὲ ἡ οἰκία. ὥστε καὶ τὰ στοιχεῖα τῶν ὁμοιομερῶν πρότερα, τὰ δὲ ὁμοιομερῆ τῶν ἀνομοιομερῶν. καὶ ἔσχε καὶ ταῦτα ἐπὶ τοῦ τρία ἀριθμοῦ τὸ τέλος καὶ τὸ πέρας, καθὼς ἐν τῷ Περὶ οὐρανοῦ τὸν τρία ἐξύμνει.

“如果有人讲述,便很明显。” 元素的质料是为了同质部分而存在的,而同质部分是为了异质部分而存在的。因为他意图阐明这一点,便从人工制品中立论,指出建造房屋的定义包含了房屋的定义,但房屋的定义并不包含建造房屋的定义。因为建造房屋的定义是制作这样一所房屋,而房屋的定义则是庇护并守护包含于其中的事物。因此建造房屋是为了房屋而存在的,绝非房屋为了建造房屋而存在。所以建造房屋在时间上先于房屋,房屋则是后在的。因此元素亦先于同质部分,同质部分先于异质部分。正如他在《论天》中赞颂数字“三”那样,这些亦在数字“三”上得到了它们的终点与界限。

语法注3 条
  1. 2.0〈Εἰπὼν〉 ἐν τῷ πρώτῳ, ποταπὸν δεῖ εἶναι τὸν ἀκροατήν, ὅτι πεπαιδευμένον καὶ ὅτι δεῖ πρῶτα περὶ τῶν κοινῇ πᾶσι τοῖς ζῴοις ὑπαρχόντων εἰπεῖν ... ἔτι τε καὶ τὰς τοῦ Πλάτωνος διαιρέσεις μεμψάμενος, νῦν περὶ τῶν αἰτιῶν μέλλει ἐρεῖν.

    整个句子的骨架是由所补充的分词 Εἰπών 和 μεμψάμενος 统领的长大从属分词结构(总结第一卷要点),最终引向主句 νῦν περὶ τῶν αἰτιῶν μέλλει ἐρεῖν。在间接问句 ποταπὸν δεῖ εἶναι τὸν ἀκροατήν 之后紧随的 ὅτι πεπαιδευμένον 为省略句,补足 δεῖ εἶναι αὐτόν 以作为对该问题的具体回答。

  2. 2.1ἀπορίαν ἣν ἄν τις ἠπόρησε λύει, πῶς ἐκ τῶν τεσσάρων στοιχείων συνιστάμεθα ... ὅτι βέλτιον εἰπεῖν συνίστασθαι τὰ σώματα τὴν πρώτην ταύτην σύνθεσιν οὐκ ἐκ τῶν στοιχείων ἀλλ’ ἐκ τῶν δυνάμεων τούτων

    动词 λύει 的直接宾语是带有关系从句的 ἀπορίαν ἣν ἄν τις ἠπόρησε,由 πῶς 引导的间接问句交代了该疑难的具体内容。其后的 ὅτι 从句(ὅτι βέλτιον εἰπεῖν...)则作为解释性从句交代解决的方案(“指出……来化解”)。短语 τὴν πρώτην ταύτην σύνθεσιν 则是动词 συνίστασθαι 的同族宾格或限定性宾格。

  3. 2.2Γένεσιν τὴν ὕλην φησίν, οὐσίαν δὲ τὸ εἶδος.

    双重宾格结构(宾语与补足语宾格)。带有定冠词的 τὴν ὕλην 与 τὸ εἶδος 为直接宾语,无冠词的 Γένεσιν 与 οὐσίαν 为述谓宾格:“他称质料为‘生成’,称形式为‘实体’”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:25.3-26.26