- 底本
- Michael, In Libros De Partibus Animalium Commentaria. Commentaria in Aristotelem Graeca XXII.2, ed. M. Hayduck, Berlin: Reimer 1904, pp. 1-99. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:23.30-24.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔就亚里士多德《动物部分论》第一卷第五章末尾(645b28)展开阐述,以心脏、肝脏、胃、牙齿及手部活动的生理解剖学与目的论序列为例,解释了各活动之间的距离关系与各器官部分之间的比例对应性,并指明第一卷剩余部分无需多作解释。
" Ὅσαι μὲν οὖν πράξεις ἄλλων ἕνεκα, δῆλον ὅτι καὶ ὧν αἱ πράξεις τὸν αὐτὸν τρόπον διεστᾶσι.1" Τὸ λεγόμενον ὧδε ἔσται φανερόν· πρᾶξίς ἐστι καρδίας τὸ γεννᾶσθαι ἐν αὐτῇ τὸ ἔμφυτον θερμόν, πράξεις δὲ χειρός εἰσι μὲν καὶ ἄλλαι, ἀλλὰ καὶ τὸ προσάγειν τὰ βρώματα ἐν τῷ στόματι, ὀδόντων δὲ τὸ λεαίνειν αὐτά, κοιλίας τὸ δέχεσθαι καὶ ἕψειν, ἥπατος τὸ ἐξαιματοῦν. αὗται δὲ πᾶσαι αἱ πράξεις ἕνεκα τῆς πράξεως τῆς καρδίας εἰσί· διὰ γὰρ τὸ ἔμφυτον θερμὸν ταῦτα πάντα γίνεται· καὶ ἔστι τῇ τῆς καρδίας πράξει ἐγγυτέρα ἡ τοῦ ἥπατος, πορρωτέρα δὲ ἡ τῆς κοιλίας, καὶ ταύτης ἡ τῶν ὀδόντων, καὶ ταύτης ἡ τῶν χειρῶν. τούτων οὖν προρρηθέντων τὸ λεγόμενόν ἐστι τοιοῦτον· ὅσαι μὲν οὖν πράξεις ἄλλων ἕνεκα (αὐτίκα ἡ τοῦ ἥπατος πρᾶξις καὶ τῆς κοιλίας καὶ τῶν ἄλλων ἕνεκα τῆς πράξεώς εἰσι τῆς καρδίας), ὅσαι οὖν πράξεις ἄλλων πράξεων ἢ ἄλλης ἕνεκά εἰσι, δῆλον ὅτι ὡς αἱ πράξεις πρὸς τὴν πρᾶξιν, οὕτω καὶ τὰ μόρια, ὧν αἱ πράξεις, πρὸς τὸ μόριον.2 ἐγγυτέρα δέ, ὡς εἴρηται, ἡ τοῦ ἥπατος πρᾶξις τῇ τῆς καρδίας πράξει· καὶ τὸ ἧπαρ ἄρα ἐγγύτερον τῇ καρδίᾳ ἤπερ τἄλλα μόρια. ἐγγύτερον δὲ οὐ τῷ τόπῳ, καίτοι ἴσως καὶ τούτῳ, ἀλλ’ ὡς ἡ πρᾶξις ἔχει τὸ ἐγγύς, οὕτω καὶ τὸ μόριον· καὶ ἀντιστρέφει τὸν λόγον λέγων ὁμοίως δὲ κἂν εἴ τινές εἰσι πρότεραι πράξεις καὶ τυγχάνουσιν οὖσαι τέλος ἑτέρων πράξεων, τὸν αὐτὸν τρόπον ἕξει τὰ μόρια ὡς αἱ πράξεις καὶ αἱ πράξεις ὡς τὰ μόρια. καὶ τρίτον ὧν ὄντων ἀναγκαῖον τόδε τι ὑπάρχειν,3 τὸν αὐτὸν τρόπον ἕξουσιν αἱ πράξεις ὡς τὰ πράγματα, καὶ ταῦτα ὡς αἱ πράξεις. τὰ δὲ ἑξῆς σαφῆ ἕως τέλους τοῦ βιβλίου καὶ μηδεμίαν ἔχοντα δυσχέρειαν.
“因此,凡是为了其他活动而存在的活动,显而易见,这些活动所属于的那些事物也以同样的方式相隔。” 所说的事情将如下得以阐明:心脏的活动是生得之热在其中生成;手的活动固然还有其他,但亦包括将食物送入口中;牙齿的活动是磨碎食物;胃的活动是接收并消化;肝脏的活动是化为血液。而所有这些活动皆是为了心脏的活动而存在的;因为这一切皆因生得之热而生成;并且肝脏的活动更靠近心脏的活动,胃的活动则更远,牙齿的活动比这更远,手的活动又比这更远。那么,在这些预先说明之后,所言之意乃是如此:凡是为了其他活动而存在的活动(例如肝脏、胃以及其他部位的活动是为了心脏的活动而存在的),因此,凡是为了其他诸活动或另一活动而存在的活动,显而易见,这些活动如何相对于那项活动,这些活动所属于的诸部分亦如何相对于那个部分。而且如前所述,肝脏的活动更靠近心脏的活动;因此,肝脏也比其他部分更靠近心脏。但这种更靠近并非由于位置——尽管或许在位置上亦是如此——而是活动如何具有靠近性,部分亦如何如此。并且他将论证倒转,说道:“同样地,纵使某些活动是在先的,且恰好是其他活动的终点,诸部分亦将如活动那样处于同样的情形,活动亦如诸部分那样。”第三,“在那些只要存在、此特定之物便必然属于它们的事物上,活动亦将如诸事物那样处于同样的情形,而这些事物亦如活动那样。”接下来的内容直到本卷结束都是清晰明白的,不包含任何疑难。
- 1.16καὶ ὧν αἱ πράξεις τὸν αὐτὸν τρόπον διεστᾶσι
关系代词属格 ὧν 表示所属关系,其先行词为动词 διεστᾶσι 之主语、在句中被省略的中性复数代词(或指代诸部分 τὰ μόρια),整句意为“这些活动所属于的那些事物[各部分]亦以同样的方式相隔”。
- 1.16ὡς αἱ πράξεις πρὸς τὴν πρᾶξιν, οὕτω καὶ τὰ μόρια, ὧν αἱ πράξεις, πρὸς τὸ μόριον
表示比例关系的关联句式(ὡς... οὕτω...),两个分句中皆省略了谓语动词(如 ἔχουσι):即“各项活动如何相对于那项[作为目的的]活动,这些活动所属于的各部分亦如何相对于那个[作为目的的]部分”。
- 1.16ὧν ὄντων ἀναγκαῖον τόδε τι ὑπάρχειν
ὧν ὄντων 是带有关系代词的独立属格结构,起条件状语从句的作用(“当它们存在时”)。其先行词为后随主句中的 τὰ πράγματα,意指“在那些只要它们存在、这一特定属性便必然随之属于的事物”。
