- 底本
- Michael, In Libros De Partibus Animalium Commentaria. Commentaria in Aristotelem Graeca XXII.2, ed. M. Hayduck, Berlin: Reimer 1904, pp. 1-99. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:22.24-23.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔注疏《动物部位推》第1卷第5章(645a4起),通过赫拉克利特在炉旁的佚事探讨了考察外表不悦的低等动物之价值,阐明了自然中目的因的卓越性,并论述了作为质料与形式复合体的整体形态以及器官与身体活动的比例对应关系。
μὴ κεχαρισμένα δὲ πρὸς αἴσθησιν εἴρηκε τὰ ἀηδέστατά τε καὶ εἰδεχθέστατα, οἷόν ἐστιν ὁ κοχλίας καὶ ἄλλα πάμπολλα. καὶ τὸ μὴ δυσχεραίνειν παιδικῶς ἴσον ἐστὶ τῷ οὐ δεῖ ὥσπερ τοὺς παῖδας φεύγειν τὰ μὴ ἡδέα τῶν ζῴων, ἀλλὰ προσιέναι τούτοις διὰ τὸ ἐν αὐτοῖς θαυμάσιον. τὸ δὲ περὶ Ἡρακλείτου τοιοῦτόν ἐστιν· Ἡράκλειτος ὁ Ἐφέσιος καθήμενος ἐντός ποτε τοῦ ἰπνοῦ (ἰπνὸς δέ ἐστιν οἷον οἰκίδιον ἐν ᾧ τοὺς ἄρτους ἕψομεν, ἀφ’ οὗ καὶ ἰπνίτης ἄρτος λέγεται) καθήμενος οὖν ἐντὸς τοῦ ἰπνοῦ καὶ θερόμενος ἐκέλευσε τοὺς προσιόντας αὐτῷ ξένους εἰσελθεῖν· εἶναι γάρ, φησί, καὶ ἐνταῦθα θεούς· τὸ γὰρ ‘πάντα πλήρη θεῶν’ Ἡρακλείτειόν ἐστι δόγμα. καὶ ἐπεὶ μάλιστα ἐν τοῖς τῆς φύσεως ἔργοις ἔνεστι τὸ οὗ ἕνεκα, ἕκαστον δὲ οὗ ἕνεκα τέλους ἢ ἔστιν ἢ γίνεται, ὡς τέλος τὴν τοῦ καλοῦ χώραν εἴληφε1 (πᾶν γὰρ τὸ γινόμενον ἕνεκά τινος ὡς καλοῦ ἐκείνου ἐφιέμενον γίνεται) ἐπεὶ οὖν οὕτω ταῦτα, σκεπτέον περὶ αὐτοῦ. εἰ δέ τις ἄτιμον νενόμικε τὴν θεωρίαν τῶν μερῶν, ἐξ ὧν τὰ ἄλλα ζῷα συνέστηκε, διὰ τὸ μὴ ποιεῖν ἡδύτητα τῇ αἰσθήσει, τοῦτο καὶ περὶ ἑαυτοῦ νομιζέτω· τίνα γὰρ ἡδονὴν ἐμποιεῖ καταμήνιον ἢ χιτὼν ὁ περιέχων τὸ βρέφος, ὅτε ἐξέρχεται ἐκ τῆς κοιλίας τῆς μητρός, ἢ σάρκες, νεῦρα, τὰ τοιαῦτα, ἐξ ὧν ὁ ἄνθρωπος συνέστηκε; τούτου γάρ ἐστι δηλωτικὸν τὸ οὐκ ἔστι γὰρ ἄνευ πολλῆς δυσχερείας ἰδεῖν, ἐξ ὧν συνέστηκε τὸ τῶν ἀνθρώπων γένος, δυσχέρειαν εἰπὼν τὴν γινομένην τῇ αἰσθήσει λύπην καὶ ὡς ἄν εἴποι τις ἀηδίαν. Ταῦτα εἰπὼν πάλιν διορίζει τὰ περὶ τὴν ὕλην καὶ τὸ εἶδος λέγων δεῖ νομίζειν τὸν διαλεγόμενον περὶ οὑτινοσοῦν μορίου τῶν ζῴων ἢ καὶ περὶ σκεύους μὴ περὶ τῆς ὕλης μόνης ποιεῖσθαι τὴν μνήμην μηδὲ ταύτης χάριν, ἀλλὰ περὶ τῆς ὅλης μορφῆς’, λέγων ὅλην μορφὴν τὸ σύνθετον τὸ ἐξ ὕλης καὶ εἴδους, ‘ἔν τε τοῖς κατὰ τέχνην, καὶ ἐν τοῖς φυσικοῖς’. καὶ ἐν τοῖς φυσικοῖς γὰρ περὶ τῆς ὅλης οὐσίας τῆς ἐξ ὕλης καὶ εἴδους ποιητέον τὴν μνείαν, ἀλλὰ μὴ περὶ τῆς ὕλης, ἥτις οὐδέποτε χωρίζεσθαι πέφυκε τῆς οὐσίας αὐτῶν. τούτου γάρ ἐστι δηλωτικὸν τὸ ἀλλὰ μὴ περὶ τούτων, ἃ μὴ συμβαίνει χωριζόμενά ποτε τῆς οὐσίας αὐτῶν. οὐδέποτε γὰρ χωρὶς τῆς οἰκείας ὕλης ἢ ἡ σὰρξ σάρξ ἐστιν ἢ ἡ χεὶρ χεὶρ ἢ ἄλλο τι τῶν τοιούτων. τὸ δὲ πράξεώς τινος ἕνεκα πλήρους, τὸ πλήρους ἀντὶ τοῦ τῆς ὅλης· εἰ γὰρ ἡ χεὶρ ἕνεκά τινος πράξεως συνέστηκε καὶ ὁ ὀφθαλμός, δῆλον ὅτι καὶ τὸ ὅλον σῶμα ἕνεκα πράξεως ὅλης συνέστηκε, καὶ ὃν λόγον ἔχει τὰ μέρη πρὸς τὸ ὅλον, τὸν αὐτὸν καὶ αἱ τῶν μερῶν πράξεις πρὸς τὴν τοῦ ὅλου. λέγει δὲ καὶ τίνες αἱ κοιναὶ πράξεις καὶ τίνες οὔ· κοιναὶ μὲν οὖν, φησί, πράξεις εἰσίν, ὅσαι πᾶσιν ὑπάρχουσι τοῖς ζῴοις, κατὰ γένος δέ, ὅσων παρ’ ἄλληλα τὰς διαφορὰς ὁρῶμεν καθ’ ὑπεροχὴν οὔσας,2 τουτέστιν ὅσων τὰ μέρη παρ’ ἄλληλα τιθέμενα καὶ ἐξεταζόμενα μὴ ἔχει διαφορὰς τῇ φύσει, μόνῳ δὲ τῷ μᾶλλον καὶ ἧττον· πτερὸν γὰρ πτεροῦ καὶ ῥύγχους ῥύγχος τῷ μᾶλλον καὶ ἧττον μόνῳ διαφέρουσιν.
他所说的“于感觉不悦之物”,是指最令人不快且最丑陋的事物,例如蜗牛和极多其他事物。而“不可孩童般地厌恶”等同于“不应当如孩童那样避开动物中不悦之物,而应当因其内在的奇妙而接近它们”。关于赫拉克利特的故事是这样的:以弗所的赫拉克利特有一次坐在火炉内部(火炉是一种我们用来烤面包的类似小屋之物,由此也称‘炉烤面包’),他既然坐在火炉内部烤火取暖,便吩咐前来的异乡客进来;因为他说,此地亦有神明;因为“万物皆充满神明”乃是赫拉克利特的教义。而且,既然目的因最充分地存在于自然的作品之中,而各物为了它而存在或生成的那个目的,作为目的占据了美的位置(因为凡为了某物而生成之物,皆是将那作为美者加以渴求而生成的)——既然这些事情如此,便应当对此进行考察。但若有人因未能给感觉带来愉悦,而认为考察构成其他动物的各部分乃是卑贱之事,那么他也当就自身作如是想;因为月经血,或是婴儿从母腹脱出时包裹着的胎膜,或是构成人的肌肉、筋腱及诸如此类之物,能产生何种愉悦呢?因为“不可能毫无极大的厌恶去观看构成人类属之物”所指明的就是这一点,他用“厌恶”指称发生在感觉上的痛苦、亦即人们所谓的作呕。在说了这些之后,他再次区分了关于质料与形式的事宜,说道:“应当认为,讨论动物的任何部位或讨论器具的人,并非仅对质料作出提及,亦非为了质料本身[而提及],而是对整个形态作出提及”——他说“整个形态”是指由质料与形式构成的复合体——“无论在技艺之物中,还是在自然之物中”。因为在自然之物中,也应当对由质料与形式构成的整个实体作出提及,而不当对那在本性上决不与其实体分离的质料[作出提及]。因为“而不是关于那些绝不可能与其实体分离之物”所指明的就是这一点。因为若无其本有的质料,肉决不是肉,手决不是手,其他此类事物亦然。而在“为了某种完全的活动”中,“完全的”是替代“整个的”;因为如果手是为了某种活动而构成,眼睛亦然,显而易见整个身体也是为了整个活动而构成,且各部分对于整体具有何种比例,各部分的活动对于整体的活动也具有相同的比例。他还指明了哪些是共同的活动,哪些不是:他说,共同的活动乃是属于所有动物的活动,而在属上[共同的活动],乃是当我们将其并置观察时看到其差异依程度过剩而存在者的活动,也就是说,当它们的各部分被并置考察时,在本性上没有差异,而仅仅在较多与较少上有差异;因为羽毛与羽毛、喙与喙仅仅在较多与较少上有所差异。
- 1.15ἕκαστον δὲ οὗ ἕνεκα τέλους ἢ ἔστιν ἢ γίνεται, ὡς τέλος τὴν τοῦ καλοῦ χώραν εἴληφε
此句沿袭了亚里士多德原文(645a25–26: οὗ δ' ἕνεκα συνέστηκεν ἢ γέγονε τέλους, τὴν τοῦ καλοῦ χώραν εἴληφεν)的句法结构。先行词名词 τέλους 被吸引进关系代词从句 οὗ ἕνεκα 中并保持属格作同位语,构成“作为目的、各物为了它而存在或生成的那个东西”。该从句整体充当主语,带 ὡς τέλος 作为表语补足成分,意为“[各物所为了的目的]作为目的占据了美的位置”。
- 1.15κατὰ γένος δέ, ὅσων παρ’ ἄλληλα τὰς διαφορὰς ὁρῶμεν καθ’ ὑπεροχὴν οὔσας
此句承接前文 κοιναὶ μὲν οὖν, φησί, πράξεις εἰσίν 构成对比句(μέν...δέ),在 κατὰ γένος δέ 之后省略了主语和系词成分(如[κοιναὶ πράξεις εἰσίν])。关系代词属格 ὅσων 作后文 τὰς διαφορὰς 的领属或部分属格;关系从句内部由感官动词构成典型的“宾语+分词”结构(ὁρῶμεν + τὰς διαφορὰς ... οὔσας καθ’ ὑπεροχὴν,“我们看到其差异依程度过剩而存在”)。
