← 艾菲索斯的米海尔

亚里士多德《动物结构》评注

§21.14-22.24

按最下种还是共同属进行探究的疑难

米海尔解释了亚里士多德在《论动物部分》644a28中如何解决探讨应当按不可分割的种(如人或某种具体的鸟)还是按共同的属(如鸟类整体)进行的疑难。他阐明了基于器官相似性与避免重复的属之界定标准,并说明了对生物的研究为何能对天体哲学形成有价值的补偿。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.15#1

" Ἀπορίαν δ’ ἔχει περὶ πότερα δεῖ πραγματεύεσθαι." Τὴν προρρηθεῖσαν ὑφ’ ἡμῶν ἀπορίαν νῦν ἐκτίθεται καὶ λύει· ἔχει γάρ, φησίν, ἀπορίαν περὶ ποῖα δεῖ τὴν πραγματείαν ποιεῖσθαι· ἡ μὲν γὰρ οὐσία, τὸ τῷ εἴδει ἄτομον κράτιστον,1 τουτέστι καθὸ μὲν γὰρ οὐσία, κράτιστον καὶ κυριώτατον τὸ τῷ εἴδει ἄτομόν ἐστι· τοῦτο δὲ ταὐτόν ἐστι τῷ ἐπεὶ δὲ κρατίστη καὶ κυριωτάτη καὶ μᾶλλον οὐσία ἐστὶ τὸ ἄτομον καὶ εἰδικώτατον εἶδος (μᾶλλον γὰρ οὐσία τὸ εἶδος τοῦ γένους, ὥσπερ καὶ Σωκράτης καὶ ὅλως τὰ ἄτομα τῶν εἰδῶν), εἴ τις ἐν τοῖς τοιούτοις εἴδεσι δύναται τὴν πραγματείαν οὕτω ποιεῖσθαι χωρὶς μὲν περὶ ἀνθρώπου, χωρὶς δὲ περὶ ὄρνιθος (λέγων ὄρνιθα οὐ τὸ τῶν ὀρνίθων γένος, ἀλλὰ στρουθὸν ἢ γέρανον ἢ τοιοῦτον, ὃ καὶ σαφηνίζων ἐπήγαγεν ἔχει γὰρ εἴδη τὸ γένος τοῦτο, δυνάμει λέγων ‘ἐπεὶ ὁ ὄρνις λέγεται μὲν καὶ κατὰ τοῦ τῶν ὀρνίθων γένους, λέγεται δὲ καὶ κατὰ τῶν τοῦ ὄρνιθος εἰδῶν, κόρακος, κορώνης, τῶν ἄλλων, ὄρνιθος εἰπὼν οὐ τὸ γένος εἶπον τῶν ὀρνίθων, ἀλλ’ εἶδος ὄρνιθος), εἴ τις οὖν δύναιτο2 τὴν πραγματείαν ποιεῖσθαι περὶ ὁτουοῦν ὄρνιθος, ὥστε μὴ πολλάκις λέγειν τὰ αὐτά, δικαίως ἂν τοῦτο ποιήσειεν. ὁ δέ τις, φησίν, ὄρνις ἢ στρουθός ἐστιν ἢ γέρανος, ἢ ἄλλο τι τοιοῦτον. ἡ δὲ περὶ ἑνὸς ἑκάστου τούτων λέγων συμβαίνει πολλάκις λέγειν περὶ τοῦ αὐτοῦ πάθους διὰ τὸ κοινῶς πλείοσιν ὑπάρχειν, ταύτῃ δ’ ἐστὶν ὑπάτοπον3 τὸ χωρὶς περὶ ἑκάστου λέγειν. ὑπάτοπον δέ ἐστι τὸ μεταξὺ ἀτόπου καὶ μὴ ἀτόπου ὥσπερ ὑπόξηρον τὸ μεταξὺ χλοεροῦ καὶ ξηροῦ. ταῦτα εἰπὼν πάλιν ἐπικρίνει λέγων ‘ὅσα καλῶς οἱ ἄνθρωποι ὥρισαν ἤτοι συνήθροισαν καὶ ὡς μίαν τινὰ φύσιν καὶ ἕν τι γένος τετάχασι διὰ τὸ μὴ πολὺ διεστάναι ἀπ’ ἀλλήλων, ὁποῖόν ἐστιν ὁ ὄρνις (τοῦτον γὰρ ὡς ἕν τι γένος καὶ μίαν φύσιν νομίζεσθαι ἔθεντο διὰ τὸ μὴ πολὺ διεστηκέναι κόρακα κορώνης, καὶ τοὺς ἄλλους ὄρνιθας ἀπ’ ἀλλήλων), ὅσα μὲν οὖν τοιαῦτα, δεῖ περὶ τούτων κοινῶς λέγειν, ὅσα δὲ μὴ τοιαῦτα, καθ’ ἕκαστον, τουτέστι χωρὶς περὶ ἑνὸς ἑκάστου, οἷον χωρὶς μὲν περὶ ἀνθρώπου, ἰδίως δὲ περὶ ἵππου’. τίνα δέ εἰσιν ἅπερ ὡς ἕν τι γένος ἐτάχθη, ἐπήγαγεν εἰπὼν ‘σχεδὸν γὰρ ὅσα τῶν μορίων ἔχει ὁμοιότητα καὶ ὅλον τὸ σῶμα, ὥρισταί τε καὶ ὡς μία τις φύσις καὶ ἕν τι γένος νενόμισται καὶ καθ’ ἑαυτὸ κεχωρισμένον καὶ τῶν ἄλλων ἀφωρισμένον εἶναι λελόγισται, ὥσπερ ὁ ὄρνις. ὁμοίως καὶ τὰ μαλάκια· καὶ ταῦτα γὰρ διὰ τὴν τῶν μορίων ὁμοιότητα ὡς γένος εἶναι διώρισαν. ἀλλὰ καὶ τὰ ὄστρεια· τὰ γὰρ μόρια τούτων οὐ τῇ ἀνάλογον ὁμοιότητι τὸ ταὐτὸν ἔχει, τῇ φύσει δὲ καὶ τῷ σχήματι τὸ διάφορον, ἀλλὰ μόνοις τοῖς πάθεσι, μεγέθει καὶ μικρότητι, λειότητι τραχύτητι, καὶ ὅλως τῷ μᾶλλον καὶ ἧττον’. ταῦτα εἰπὼν συμπεραίνεται τὸν ἅπαντα λόγον λέγων πῶς μὲν οὖν ἀποδέχεσθαι χρὴ τὴν περὶ φύσεως μέθοδον, καὶ τὰ ἑξῆς. Σαφῆ δὲ τὰ λοιπὰ διὰ τὸ τούτων τὰ μὲν εἰπεῖν αὐτὸν ἐν τῷ Περὶ οὐρανοῦ, τὰ δὲ καθαρῶς ἐνταῦθα καὶ σαφῶς ἀπαγγέλλειν. ὅμως εἰσί τινα δεόμενα βραχείας ἐπιστάσεως· ὧν οὐδὲν ἀνεξέταστον καταλειφθήσεται. αὐτίκα τὸ ἀντικαταλλάττεταί τι πρὸς τὴν περὶ τὰ θεῖα φιλοσοφίαν εἴρηται ὥσπερ ἂν εἰ ἔλεγε πρὸς ἡμᾶς τὰ φυτὰ καὶ ζῷα ‘ἄνθρωποι, εἰ γὰρ καὶ τίμια καὶ θειότατα τὰ οὐράνια σώματα τυγχάνει, ἀλλ’ οὖν ἐπειδὴ ἔνεισι καὶ ἡμῖν πολλὰ θαυμάσια, ποιητέον λόγον καὶ ἡμῶν, καὶ μὴ πάντῃ καταφρονητέον’.

“然而关于当探讨二者中的哪一个,存在着疑难。” 他现在提出并解决了我们此前所提到的疑难;因为他说,关于应当对何种事物进行探讨,存在着疑难:因为只要就实体而言,在种上不可分割者乃是最好的,也就是说,只要就实体而言,在种上不可分割者乃是最好且最本真的;而这等同于:“然而,既然不可分割的、最属种的种乃是最好的、最本真的且更是实体(因为种比属更是实体,正如苏格拉底以及一切不可分割的个别物比种更是实体一样),若有人能对此类种以如下方式进行探讨,分别探讨人,分别探讨鸟(他说‘鸟’不是指鸟的属,而是指麻雀或鹤或诸如此类之物,对此他通过补充‘因为这一属具有诸种’而作了澄清,实际上是说‘既然鸟既用来称呼鸟的属,也用来称呼鸟的种,即渡鸦、乌鸦及其他,那么我说鸟并非指鸟的属,而是指鸟的一个种’),若有人能对任何一种鸟进行探讨而无需屡次重复相同的话,他如此行事当是理所当然的。”他说,某个特定的鸟乃是麻雀或鹤或某种其他此类之物。然而,只要谈及这些之中的每一单独事物,就会因其共同属于多数事物而导致对同一性状屡次重复陈述,在这一方面,分别论述每一事物就有些不妥当。而“有些不妥当”乃是介于不妥当与非不妥当之间的状态,正如“微干”乃是介于青鲜与干燥之间的状态一样。在说了这些之后,他又作出判定道:“凡人类恰当地界定、即汇集并由于它们彼此相距不远而将其排列为单一本性和单一属的一切事物,例如鸟(因为由于渡鸦与乌鸦之间以及其他鸟类相互之间相距不远,他们确立了将此视为单一的属和单一的本性),凡是此类事物,就应当对其进行共同的论述;而凡非此类事物,则应当分别论述,也就是分别论及每一个别事物,例如分别论及人,特异地论及马。”至于究竟哪些事物被排列为单一的属,他补充说道:“因为几乎凡是各部分以及整个身体具有相似性的事物,都已被界定并被视为单一的本性和单一的属,且被算作自身独立、与其余事物区分开来的存在,正如鸟一样。软体动物亦然;因为他们同样由于各部分的相似性而将这些界定为一个属。此外还有介壳动物;因为这些动物的各部分并非依比例相似性具有同一性而在本性和形状上有所差异,而仅仅在性状上、即在巨大与微小、光滑与粗糙、总而言之在较多与较少上有所差异。”在说了这些之后,他总结了全部论述,说道:“因此应当以何种方式接受关于自然的研究方法”,等等。其余的内容是清晰的,因为其中一部分他在《论天》中已经讲过,而另一部分他在此处明白且清晰地表述了出来。然而,仍有某些需要简要关注之处;其中没有任何一处会被遗漏而不加考察。例如,“相比于关于神圣事物的哲学,它带来某种补偿”,这句论述就仿佛动植物对我们说:“人类啊,即使天体恰好是尊贵而最神圣的,但既然在我们之中也存在着许多奇妙之物,你们就应当顾及我们,而不应当完全轻视。”

语法注3 条
  1. 1.15ἡ μὲν γὰρ οὐσία, τὸ τῷ εἴδει ἄτομον κράτιστον

    米海尔在随后的“τουτέστι καθὸ μὲν γὰρ οὐσία...”中,将亚里士多德原文(644a28)中的残缺短语“ἡ μὲν γὰρ οὐσία...”作了副词性/限定性的解释,将 ἡ 理解为等同于 ᾗ 或 καθό(“只要就……而言”)。

  2. 1.15εἴ τις ἐν τοῖς τοιούτοις εἴδεσι δύναται ... εἴ τις οὖν δύναιτο

    条件句以“εἴ τις ... δύναται”开始,随后被解释“ὄρνις”一词多义性的长插入句所打断,继而通过“εἴ τις οὖν δύναιτο ... δικαίως ἂν τοῦτο ποιήσειεν”重新唤起并引向结论部分,构成了复起式条件句结构(resumptive conditional construction)。

  3. 1.15ὑπάτοπον

    复合词“ὑπάτοπον”中的前缀 ὑπο- 表示减弱或中间状态。米海尔亲自将其定义为“介于不妥当与非不妥当之间”(τὸ μεταξὺ ἀτόπου καὶ μὴ ἀτόπου),并类比表示干燥程度的“ὑπόξηρον”(微干)来说明其词义。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:21.14-22.24