- 底本
- Michael, In Libros De Partibus Animalium Commentaria. Commentaria in Aristotelem Graeca XXII.2, ed. M. Hayduck, Berlin: Reimer 1904, pp. 1-99. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:19.33-21.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔解释了为何鸟类具有共同属名,而有翼动物与水生动物却没有统称,区分了同一种本质内的程度差异(鸟类)与不同本质间的类比一致(羽与鳞)。此外,他补足了亚里士多德关于最下种作为实体的省略句构,并阐明了为何科学证明仍须从更具普遍性的属开始论述。
" Ἀπορήσειε δ’ ἄν τις διὰ τί οὐκ ἄνωθεν ἑνὶ ὀνόματι ἐμπεριλαβόντες ἅμα ἓν γένος προσηγόρευσαν οἱ ἄνθρωποι." Ζητήσειεν ἄν τις, φησί, διὰ τί οἱ ἄνθρωποι, ὥσπερ κόρακα, κορώνην, ἀετόν, τὰ τοιαῦτα κοινῷ ὀνόματι τῷ ὄρνιθι προσηγόρευσαν ὄρνιθας, οὐχ οὕτω καὶ τὸ πτηνὸν καὶ ἔνυδρον ἐκάλεσαν φέρε εἰπεῖν ἔμψυχον ἢ αἰσθητικόν, ὥσπερ ἐκεῖνα ὄρνις. εἰ γὰρ διὰ τὸ ἔχειν κοινὰ πάθη ὁ κόραξ, ἡ κορώνη, ὁ ἀετός (ταῦτα δ’ ἂν εἶεν τὸ ῥύγχος, τὸ πτερόν, τὰ λοιπά, ὅσα κοινῶς αὐτοῖς ὑπάρχει) εἰ οὖν διὰ τὴν τῶν παθῶν κοινωνίαν1 κοινῷ ὀνόματι ὄρνιθας αὐτὰ προσηγόρευσαν, διὰ τί οὐ καὶ τὸ πτηνὸν καὶ τὸ ἔνυδρον; εἰσὶ γὰρ καὶ ἐν τούτοις, τῷ τε πτηνῷ καὶ ἐνύδρῳ, ἔνιά τινα κοινὰ πάθη. θεὶς οὖν τὴν ἀπορίαν λύει αὐτὴν λέγων ‘καλῶς τοῦτο πεποιήκασιν οἱ ἄνθρωποι, καὶ τὰ μὲν ἑνὶ ὀνόματι περιέλαβον, τὰ δὲ ἐχώρισαν καὶ ἄλλως μὲν ταῦτα, ἑτέρως δὲ ἐκεῖνα προσηγόρευσαν’. ὅσα μὲν γὰρ κατὰ τὴν φύσιν οὐ διαφέρει, ἀλλὰ μόνην τὴν ὑπεροχὴν καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον, ταῦτα ὑπέζευκται ἑνὶ γένει, τουτέστι ταῦθ’ ὡς ἕν τι γένος περιέλαβον καὶ κοινῷ ὀνόματι προσηγόρευσαν τόδε τι, οἷον ὄρνιν ἢ ἰχθύν. τὸ γὰρ τοῦ κόρακος πτερὸν ἢ τὸ ῥύγχος καὶ τοῦ πυργίτου ὁμοίως καὶ τῶν ἄλλων ὀρνίθων, ἢ πτερὰ καὶ ἢ ῥύγχη, οὐδὲν διαφέρει, μόνῳ δὲ τῷ μακρῷ καὶ βραχεῖ· τὰ μὲν γὰρ τῶν ὀρνίθων ἐστὶ μακρόπτερα, τὰ δὲ βραχύπτερα. ἀλλὰ καὶ οἱ πόδες γεράνου καὶ πυργίτου καὶ ἀλεκτορίδος καὶ ἀετοῦ τῷ μὲν σχήματι διαφέρουσιν οὐδέν, τῷ μᾶλλον δὲ καὶ ἧττον. ἀλλὰ καὶ κατὰ τὰ ἐντὸς μέρη πολλὴν ἔχουσιν ἅπαντες οἱ ὄρνιθες πρὸς ἀλλήλους τὴν ὁμοιότητα. ὅσα μὲν οὖν ἦν τοιαῦτα, ταῦτα ὑπέζευκται ἑνὶ γένει· ὅσα δὲ μὴ τῇ φύσει κοινωνεῖ ἀλλὰ διαφέρει, μόνῃ δὲ τῇ ἀναλογίᾳ ἔχουσι τὸ ταὐτόν, ταῦτα κεχώρισται, καὶ διαφόροις ὀνόμασιν ὠνόμασταί τε καὶ ὡς διάφορα φύσει νενόμισται· τίνα γὰρ κοινωνίαν φύσεως καὶ ταυτότητα ἔχει λεπὶς καὶ πτερὸν ἢ βράγχιον καὶ πνεύμων, ὥστε ὡς μία τις φύσις λογίζεσθαι [ὁ ὄρνις καὶ ὁ ἰχθύς] καὶ διὰ τοῦτο καὶ κοινῷ ὀνόματι πρὸς τῇ ταυτότητι τῆς φύσεως προσαγορεύεσθαι; πάντως οὐδεμίαν, ἀλλὰ μόνῃ τῇ ἀναλογίᾳ τὸ ταὐτὸν σώζει· ὃ γὰρ ἐν κόρακι ποιεῖ πνεύμων, τοῦτο ἐν λάβρακι ποιεῖ βράγχιον. τὸ δὲ τοῦτο δὲ ποιεῖν ἐπὶ πᾶσιν οὐ ῥᾴδιον εἴρηται ἀντὶ τοῦ ἐπὶ πᾶσι δὲ εὑρίσκειν κοινότητα μὲν φύσεως, ὥσπερ ἐπὶ τῶν πτερῶν καὶ τῶν ῥύγχων, διαφορὰν δὲ κατὰ μόνον τὸ μᾶλλον καὶ ἧττον οὐ ῥᾴδιον. τὰ γὰρ πλεῖστα τῶν ζῴων τῇ ἀναλογίᾳ τὸ ταὐτὸν σώζει, οὐ τῇ φύσει· εἰ δὲ τοῦτο, πῶς οἷόν τ’ ἦν ἅπαντα ἑνὶ προσαγορεῦσαι ὀνόματι.
“人们或许会质疑,为何人类不从上位用单一名称包揽,同时称之为单一的属。” 他说,人们或许会探问,为何人类就像用“鸟”这个共同名称将渡鸦、乌鸦、鹰及类似之物统称为鸟类一样,却没有同样将有翼者和水生者,比方说,称为“有灵魂的”或“有感觉的”,正如将那些称为“鸟”一样。因为,如果渡鸦、乌鸦、鹰是因具有共同的性状(这些当是喙、羽以及普遍属于它们的一切其他属性)——如果正是由于性状的共有而用共同的名称将它们统称为鸟,那为何不同样称呼有翼者和水生者呢?因为在这些东西中,即在有翼者和水生者中,也存在着某些共同的性状。因此,他在提出这一疑难后将其解决道:“人类这样做是妥当的,他们将某些东西包揽在单一名称之下,而将另一些东西区分开来,将这些以这种方式称呼,将那些以另一种方式称呼。”因为凡在本质上没有差异,而仅在过度、或较多与较少上有差异的东西,都隶属于单一的属之下;也就是说,他们将这些包揽为单一的属,并用共同的名称称之为“某个特定之物”,例如鸟或鱼。因为渡鸦的羽或喙,以及同样麻雀的和其他鸟类的羽或喙,毫无差别,仅仅在长与短上有所不同;因为鸟类中有些是长翼的,有些是短翼的。而且,鹤、麻雀、雌鸡和鹰的足在形状上毫无差异,而仅在较多与较少上有所差异。再者,在内部器官上,所有的鸟类彼此之间也具有极大的相似性。因此,凡是属于此类者,都隶属于单一的属之下;然而,凡在本质上不共有而是有差异、仅依类比才具有同一性的东西,则已被区分开来,并被冠以不同的名称,被视作本质上互异的东西;因为鳞与羽、或鳃与肺,究竟具有何种本质上的共有性与同一性,以至于能将[鸟与鱼]算作单一的本质,并因此在本质的同一性之外还用共同的名称来称呼呢?绝无任何共有性,而仅仅依类比保持着同一性;因为肺在渡鸦中所起的作用,鳃在鲈鱼中也起同样的作用。而“但在所有事物上做到这一点并不容易”这句话,是用来替代“但在所有事物上发现本质的共有性(如同在羽和喙的情形中那样)且仅依较多与较少而有差异,这并不容易”。因为绝大多数动物是依类比保持同一性,而非依本质;若然如此,又怎能用单一名称称呼所有的东西呢?
"Ἐπεὶ δὲ οὐσίαι μέν εἰσι τὰ ἔσχατα εἴδη." Ἡ μὲν τοῦ ῥητοῦ διάνοια αὕτη ὅτι μᾶλλον οὐσίαι εἰσὶ τὰ εἴδη τῶν γενῶν. ἐλλιπῶς δὲ πέφρασται· λείπει γὰρ τὸ τὰ διαιρούμενα εἰς τὰ ἔσχατα,2 λέγων ἔσχατα Σωκράτην, Πλάτωνα, ἁπλῶς τὰ ἄτομα. καὶ εἴη ἂν τὸ πλῆρες τῆς λέξεως τοιοῦτον ‘ἐπεὶ δὲ μᾶλλον οὐσίαι εἰσὶ τὰ εἴδη τὰ εἰς τὰ ἄτομα προσεχῶς διαιρούμενα, ταῦτα δὲ τὰ ἄτομα κατ’ εἶδος ἀδιάφορα’, καὶ τὰ ἑξῆς. ἔστι δὲ τὸ λεγόμενον λύσις ἀπορίας τινὸς δυναμένης φέρεσθαι πρὸς τὰ λεγόμενα· ἠπόρησε γὰρ ἄν τις ‘ἐπειδὴ μᾶλλον οὐσίαι τὰ εἴδη τῶν γενῶν εἰσι, διὰ τί οὐκ ἐπὶ τῶν μᾶλλον οὐσιῶν τὰ μέλλοντα δείκνυσθαι δεικνύεις, ἀλλ’ ἐπὶ τῶν καθολικωτέρων, ἃ ἧττόν εἰσιν οὐσίαι; δεῖ δὲ τὰς δείξεις ἐπὶ τῶν μᾶλλον ὄντων ποιεῖσθαι· μᾶλλον δὲ ὄντα αἱ μᾶλλον οὐσίαι’. πρὸς δὴ τοιαύτην ἀπορίαν ἐπάγει ταῦτα, δυνάμει λέγων ‘ἡ μὲν γάρ εἰσι μᾶλλον οὐσίαι τὰ ἔσχατα εἴδη, ὅ τε κόραξ, κορώνη καὶ τὰ ὅμοια, δεῖ ἐπὶ τούτων τὰς δείξεις ποιεῖσθαι· ἡ δὲ ἐκ τούτων συμβαίνει3 πολλάκις τὰ αὐτὰ λέγειν, ὥσπερ καὶ ἐν ἀρχῇ τοῦδε τοῦ βιβλίου εἴπομεν, ἀναγκαῖον τὰ καθόλου καὶ κοινῶς πᾶσιν ὑπάρχοντα πρῶτον εἰπεῖν· εἰ δέ πῃ καὶ ἴδιά τινα πρόσεστιν αὐτοῖς, ὕστερον καὶ περὶ τούτων λελέξεται’.
“然而,既然究极的种是实体。” 这句话的思想在于:种比属更是实体。但这里的表述是不完全的;因为缺少了“被划分为究极之物者[的种]”,他所说的“究极之物”是指苏格拉底、柏拉图,即径直指不可分割的个别物。而文句的完整形式当是如此:“然而,既然直接被划分为不可分割的个别物的种更是实体,而这些不可分割的个别物在种上是无差别的”,等等。所言之事乃是对可能针对上述论说而提出的某种疑难的解决;因为人们原本会质疑:“既然种比属更是实体,为何你不在更是实体的事物上证明将要证明的事项,而是在更具普遍性的、较少是实体的事物上证明呢?因为证明应当在更是存在的事物上进行,而更是实体者乃是更是存在者。”面对这样的疑难,他引出了这些论述,实际上是说:“因为,一方面,只要究极的种——渡鸦、乌鸦以及类似之物——更是实体,就应当在这些事物上进行证明;但另一方面,只要从这些事物出发往往会导致多次重复相同的话(正如我们在本书开头也说过的那样),就有必要首先陈述普遍的、共同属于一切事物的属性;如果它们在某方面还具有某些特有的属性,随后也将论及这些。”
- 1.13εἰ γὰρ διὰ τὸ ἔχειν... εἰ οὖν διὰ τὴν τῶν παθῶν κοινωνίαν
在长句条件结构中,在 εἰ γάρ ... 之后插入了括号性的补充句(ταῦτα δ’ ἂν εἶεν...),因此使用了复指小辞 οὖν(εἰ οὖν ...)来重新唤起并总结条件从句。主句为 διὰ τί οὐ καὶ τὸ πτηνὸν καὶ τὸ ἔνυδρον?,两个 εἰ 从句共同服务于该主句。
- 1.14λείπει γὰρ τὸ τὰ διαιρούμενα εἰς τὰ ἔσχατα
针对亚里士多德原文中的 τὰ ἔσχατα εἴδη(究极的种),米海尔将其解释为省略了 τὰ εἰς τὰ ἔσχατα διαιρούμενα εἴδη(被划分为究极之物[即个体]的种)。此处的定冠词 τὸ 将需要补足的整个短语名词化,体现了注解者对原文省略句结构的语法判断。
- 1.14ἡ μὲν γάρ εἰσι μᾶλλον οὐσίαι... ἡ δὲ ἐκ τούτων συμβαίνει
手抄本中的 ἡ μέν ... ἡ δέ 实际上作为关系副词 ᾗ μέν ... ᾗ δέ(“一方面就……而言,另一方面就……而言”)来理解。它们各自引导限定性的理由从句,分别与其对应的主句(δεῖ ἐπὶ τούτων τὰς δείξεις ποιεῖσθαι 与 ἀναγκαῖον τὰ καθόλου... πρῶτον εἰπεῖν)形成对比关联。
