← 艾菲索斯的米海尔

亚里士多德《动物结构》评注

§1.3-2.13

知者与受教者的区分及自然探究的准则

米海尔通过与《尼各马可伦理学》作类比,注释了《动物的部分》开篇,区分了拥有科学知识者与受过教养者(包括全面受教养者与特定领域受教养者),指出自然探究同样需要评判论证恰当性的准则,并引出应当对实体进行个别探究还是探究共有属性的方法论问题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0#1

Ὥσπερ ἐν τοῖς ἠθικοῖς ἐπιγραφομένοις Νικομαχείοις πρότερον προεῖπε ποταπὰς δεῖ ζητεῖν τὰς ἀποδείξεις τὰς περὶ τὰ καλὰ καὶ τὰ δίκαια γινομένας, ὁποῖόν τε τὸν περὶ τούτων ἀκουσόμενον εἶναι χρή, ὅτι πεπαιδευμένον (κρίνει γάρ, φησὶν ἐν ἐκείνοις, ἕκαστος καλῶς ἃ γινώσκει, καὶ τούτων ἐστὶν ἀγαθὸς κριτής· καθ’ ἕκαστον ἄρα ὁ πεπαιδευμένος) ὡς οὖν ἐν ἐκείνοις ταῦτα προειπὼν οὕτω τὸν περὶ τῶν ἠθῶν λόγον ἐποιήσατο, οὕτω κἀνταῦθα ποιεῖ1 καὶ ἐκτίθεται τὸν ἀκουσόμενον τῆς περὶ τῶν ζῴων μορίων καὶ τῶν αἰτιῶν, δι’ ἃς ταῦτα ἔχει τὰ ζῷα, πραγματείας, καί φησι ‘περὶ πᾶσαν θεωρίαν τιμιωτέραν τε καὶ ταπεινοτέραν δύο ἕξεις εἰσίν, ὧν τὴν μὲν ἐπιστήμην προσαγορεύομεν καὶ τὸν ἔχοντα αὐτὴν ἐπιστήμονα καλοῦμεν, θατέραν δὲ παιδείαν καὶ τὸν ἀπ’ αὐτῆς πεπαιδευμένον’. πεπαιδευμένος δὲ λέγεται οἷον φέρε εἰπεῖν ἐπὶ γεωμετρίας οὐχ ὁ ἔχων ἀκριβεστάτην πάντων ἕξιν τῶν γεωμετρικῶν θεωρημάτων (ὁ γὰρ τοιοῦτος κυρίως ἐπιστήμων ὀνομάζεται), ἀλλ’ ὁ ἔχων γεωμετρικὰς ἀρχὰς καί τινων θεωρημάτων γνῶσιν καὶ δυνάμενος ἐκ τούτων κρίνειν τὸν διαλεγόμενον ὡς γεωμέτρην κατὰ τὰς γεωμετρικὰς ἀρχὰς καὶ ὡς δεῖ γεωμέτρην διαλέγεσθαι. ὅστις οὖν ἔχει ἀρχὰς γεωμετρικὰς ἀριθμητικάς τε καὶ ἀστρονομικὰς καὶ φυσικάς, καὶ ἁπλῶς ἁπασῶν τεχνῶν τε καὶ ἐπιστημῶν, καὶ δυνάμενος ἐκ τούτων κρίνειν τόν τε φυσικόν, εἰ φυσικῶς διαλέγεται, καὶ τὸν μαθηματικόν, εἰ μαθηματικῶς, καὶ τοὺς ἄλλους ὁμοίως, ὁ δὴ τοιοῦτος ὀνομάζεται2 ὅλως πεπαιδευμένος ἤγουν περὶ ἅπαντα πεπαιδευμένος καὶ ἁπάντων ἀρχὰς ἔχων καὶ πάντων κριτικὸς νομιζόμενος, εἷς ὢν τῷ ἀριθμῷ· οὐ γὰρ πολλοὶ ὁ τοιοῦτος, ἀλλ’ εἷς. ὅστις δὲ ἔχει ἀρχὰς μιᾶς τινος φύσεως καὶ ἐπιστήμης, οἷον γεωμετρίας μόνης, οὗτος διάκειται περὶ ἕν τι μόριον τῆς ὅλης ἐπιστήμης ὡς ὁ πρότερος περὶ ἅπαντα. ἐκ δὴ τούτων δῆλον ὅτι ὁ μὲν ἐπιστήμων καὶ πεπαιδευμένος ἐστίν, οὐ πᾶς δὲ πεπαιδευμένος ἐπιστήμων. εἰ δὴ ἐπὶ πάντων οὕτως ἔχει, δεῖ καὶ τῆς περὶ φύσεως ἱστορίας ὑπάρχειν ἀρχὰς καὶ ὅρους τοιούτους, πρὸς οὓς ἀναφέρων ὁ ἀκροώμενος ἀποδέξεται τὰ δεικνύμενα χωρὶς τοῦ πῶς ἔχει τἀληθές. εἰ γὰρ τοῦτό ποτε θεωρεῖ, ἀλλ’ οὖν οὐ προηγουμένως ὁ πεπαιδευμένος σκοπεῖ, κἂν ἀληθὲς ᾖ μὴ τὸ δεικνύμενον ᾖ3 (ἐπιστήμονος γάρ ἐστι τοῦτο), ἀλλ’ ἔργον ἐστὶν αὐτῷ θεωρῆσαι, εἰ γεωμετρικόν ἐστι τὸ δεικνύμενον, εἰ ἐκ τῶν γεωμετρικῶν ἀρχῶν δείκνυται. Ταῦτ’ εἰπὼν ἐπάγει ‘ἆρα δεῖ λαβόντας ἑκάστην οὐσίαν περὶ ἑκάστης ἰδίᾳ ζητῆσαι, οἷον χωρὶς μὲν περὶ ἀνθρώπου φύσεως καὶ ἰδίως περὶ λέοντος, ἢ τὰ κοινῇ συμβεβηκότα πᾶσι κατά τι κοινὸν ὑποθεμένους’;

正如在题为《尼各马可伦理学》的著作中,他事先讲明了对有关高尚和正义的事物应当寻求何种证明,以及对此类事物的听众应当是何等样人,即必须是受过教养的人(因为他在那部著作中说:“各人对自己所知晓的事物都能作出良好的评判,并且是这些事物的合格评判者;因此在每个特定领域中,受过教养的人便是如此”),正如他在该著作中预先讲明了这些之后便以此方式展开了关于伦理的论述,在此处他也同样行事,阐明了关于动物的部分以及动物拥有这些部分的原因之论述的听众,并且说:“无论对于较为尊贵还是较为低劣的每一项考察,都存在着两种状态,我们称其中之一为科学知识,并将拥有它的人称为拥有科学知识的人;而称另一种状态为教养,并将由它形成的人称为受过教养的人。”所谓受过教养的人,例如在几何学中,指的并不是对所有几何定理拥有最精密状态的人(因为这样的人按严格意义被称为拥有科学知识的人),而是指拥有几何学本原及某些定理的知识,并且能够凭此评判论述者是否作为几何学者依照几何学本原进行论述,以及是否按照几何学者应当论述的方式进行论述的人。因此,凡是拥有几何学、算术、天文学和自然哲学的本原,以及简而言之拥有所有技艺与科学的本原,并能够凭此评判自然哲学家是否按自然哲学的方式论述、数学家是否按数学的方式论述,并同样评判其他人的人,这样的人便被称为全然受过教养的人,即在所有事物上受过教养的人,拥有所有事物的本原并被视为所有事物的评判者,且其在数目上为一;因为这样的人并非多数,而仅为一人。而凡是拥有某一种本性与科学(例如仅有几何学)的本原的人,他对整个科学的某一个部分所处的状态,正如前一人对所有事物所处的状态一样。由此显然可见,拥有科学知识的人固然也是受过教养的人,但并非每一个受过教养的人都是拥有科学知识的人。如果一切事物皆是如此,那么对于自然探究而言,也必定存在着听众据以接受所证明之事而无需考虑实情究竟如何的本原和定义。因为受过教养的人即使有时考察实情,但他首要探求的也绝非所证明之事是否为真(因为这是拥有科学知识之人的事),而他的职责乃是考察所证明之事是否属于几何学、是否由几何学本原证明而来。在说了这些之后,他接着提出:“那么,是否应当在掌握了每种实体之后就每种实体分别进行探讨,例如分别探讨人的本性、个别探讨狮子的本性,还是在依据某种共同的东西设定了普遍附随于一切事物的事态之后进行探讨?”

语法注3 条
  1. 1.0Ὥσπερ ἐν τοῖς ἠθικοῖς... ὡς οὖν ἐν ἐκείνοις... οὕτω κἀνταῦθα ποιεῖ

    句首由 Ὥσπερ 引导的从属分句因中途插入语(κρίνει γάρ, φησίν...)而被打断,随后由 ὡς οὖν 重新承接,最终连接到主句 οὕτω κἀνταῦθα ποιεῖ。全句骨架为相关结构:“正如在那部著作中……(Ὥσπερ / ὡς οὖν),在此处他也同样行事(οὕτω)”。

  2. 1.0ὅστις οὖν ἔχει... καὶ δυνάμενος... ὁ δὴ τοιοῦτος ὀνομάζεται

    分词 δυνάμενος 由 καὶ 与关系分句中的限定动词 ἔχει 并列相连,在主句主语 ὁ δὴ τοιοῦτος 承接前形成了轻微的句法破格(破式语)。在构词理解上,δυνάμενος 与 ἔχει 并列,共同从属于关系代词 ὅστις 所引导的主语。

  3. 1.0κἂν ἀληθὲς ᾖ μὴ τὸ δεικνύμενον ᾖ

    在由 κἂν(καὶ ἐάν)引导的让步/条件从句中,表选择的结构“所证明之事是否为真(ἀληθὲς ᾖ [ἢ] μὴ ... ᾖ)”通过略显倒错的语序和虚拟语气 ᾖ 的重复来表达。这构成了受教养者的关注点不在于命题真伪本身(ἀληθές),而在于论证是否符合本原方法(γεωμετρικόν)的对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:1.3-2.13