← 艾菲索斯的米海尔

亚里士多德《动物结构》评注

§18.28-19.32

单纯种差与复合种差及对二分法的否定

米海尔阐明了亚里士多德所谓“单纯的”与“复合的”种差之内涵,并论证了二分法不可能定义任何个别的种(最下种),因为二分法只能达到单一序列的极限种差,而无法把握属于其他划分序列的构成性种差。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.12#2

εἰπὼν δὲ ὅτι ἀδύνατον γὰρ μίαν ὑπάρχειν τὴν συστατικὴν διαφορὰν τῶν εἰς τὰ καθ’ ἕκαστα καὶ ἓν ἀριθμῷ διαιρουμένων εἰδῶν, προσέθηκε τὸ ἐάντε ἁπλᾶ λαμβάνῃ ἐάντε συμπεπλεγμένα, τουτέστιν εἴτε τὴν τελευταίαν διαφορὰν μόνην μετὰ τοῦ γένους λαμβάνει, ἡνίκα λέγει ζῷον δίπουν, εἴτε συμπεπλεγμένην, ὅταν μετὰ τῆς καθολικωτέρας, ἐπειδὰν λέγῃ ζῷον ὑπόπουν δίπουν, εἴτε οὖν ἁπλᾶ εἴτε συμπεπλεγμένα, ἀδύνατον ἐκ μιᾶς διαφορᾶς τὸ εἶδος συνίστασθαι. σαφηνίζων δὲ τί τὸ ἁπλοῦν καὶ τί τὸ συμπεπλεγμένον, προσέθηκε τὸ ἁπλᾶ μέν, ἐὰν μὴ ἔχῃ διαφοράν, τουτέστιν ἐὰν ἡ ἐσχάτη διαφορὰ μετὰ τοῦ οἰκείου γένους μόνου ληφθῇ, οἷον τὸ σχιζόπουν μετὰ τοῦ ζῴου, συμπεπλεγμένα δέ, ἐὰν ἡ καθολικωτέρα διαφορὰ μετὰ τῆς ὑπ’ αὐτὴν καὶ τοῦ οἰκείου γένους συντεθῇ, οἷον ζῷον σχιζόπουν πολυσχιδές· καθολικώτερον δὲ τὸ σχιζόπουν τοῦ πολυσχιδοῦς. τὸ δὲ τοῦτο γὰρ ἡ συνέχεια βούλεται ἴσον ἐστὶ τῷ1 βούλεται γὰρ αὐτοῖς ἡ συνέχεια καὶ ἡ σύζευξις τῶν καθολικωτέρων διαφορῶν μετὰ τῶν μερικωτέρων ἕν τι ἐκ τῶν πολλῶν ποιεῖν, καὶ ἐπὶ τούτῳ συντιθέασι τὰ πολλά. τοῦτο δ’ ἄν, οἶμαι, ἐνδεικτικὸν εἴη τοῦ ὅτι οὐκ ἐνδέχεται ἐκ μιᾶς διαφορᾶς συνίστασθαι εἶδος τὸ οἱονοῦν, ὡς ἄν εἰ ἔλεγε2 ‘τοσοῦτόν ἐστι χρεία πλειόνων μιᾶς διαφορᾶς εἰς σύστασιν παντὸς εἴδους, ὥστε καὶ ἐκεῖνοι πολλὰς λαμβάνοντες πειρῶνται ἕν τι ἐξ αὐτῶν ἀποτελεῖν’. ἀλλὰ κἄν ποτε τὸ γένος λάβωσι καὶ τὴν τελευταίαν μόνην διαφοράν, οἷον τὸ ζῷον καὶ τὸ δίπουν ἢ τὸ ζῷον καὶ τὸ πολυσχιδές, ἐν τῷ λέγειν καὶ τῷ προφορικῷ λόγῳ, αὐτῇ δὴ τῇ ἐκφωνουμένῃ φωνῇ δοκεῖ ὅτι μία ἐστὶ διαφορά, κατ’ ἀλήθειαν δὲ οὐ μία, ἀλλὰ πολλαὶ διὰ τὸ συνεπιφέρειν τὴν ἐσχάτην τὰς πρὸ αὐτῆς, κἂν μὴ ἐκφωνῶνται. τοσοῦτον δὲ συνεπιφέρει, ὥστε κἂν ἐκφωνηθείη ἢ τὸ πολύπουν ἢ τὸ ὑπόπουν, περίεργον καὶ μάτην εἰρῆσθαι δοκεῖ. Εἰπὼν οὖν ὅτι ἀδύνατον ἐκ μιᾶς ἀτόμου διαφορᾶς συνίστασθαι τὸ εἶδος λέγει ὅτι δὲ ἀδύνατον ἐκ μιᾶς διχοτομίας πλείους λαβεῖν τοιαύτας διαφορὰς ἤγουν ἀτόμους, δῆλον· ἀεὶ γὰρ βαδίζων ἐκ τῆς διαιρέσεως ἐπὶ τὴν ἐσχάτην μὲν βαδίζει καὶ ἄτομον διαφοράν, ἀλλ’ οὐκ ἐπὶ τὴν εἰδοποιὸν καὶ τελειωτικὴν τοῦ εἴδους· διὰ τί; διότι οὐκ ἐκ μιᾶς, ὡς πολλάκις εἴρηται, συνίσταται διαφορᾶς τὸ οἱονοῦν εἶδος. αὕτη δὲ ἡ ἐσχάτη διαφορά, εἰς ἣν οἱ διχοτομοῦντες καταντῶσιν, ἢ τὸ σχιζόπουν ἐστὶ μόνον· ἢ γὰρ τὸ σχιζόπουν μόνον μετὰ τοῦ ζῴου λήψεται ὁ τὸν ἄνθρωπον λαβεῖν ζητῶν, ἢ καὶ τὰς ἐπάνω τοῦ σχιζόποδος τὸ ὑπόπουν καὶ τὰς λοιπάς· σύμπλεξιν γὰρ τὴν σύνθεσιν εἴρηκε τῶν καθολικωτέρων μετὰ τῶν μερικωτέρων διαφορῶν. ἀλλ’ εἰ μὲν ἦν ὁ ἄνθρωπος ζῷον σχιζόπουν μόνον, δυνατὸν ἦν ληφθῆναι τὸν ἄνθρωπον ἐκ τῆς κατὰ διχοτομίαν διαιρέσεως· νῦν δ’ ἐπειδὴ οὐκ ἔστιν ὑπὸ ζῴου καὶ σχιζόποδος, ἀλλὰ καὶ ἐξ ἄλλων, αἵτινες οὔκ εἰσιν ὑπὸ τὴν αὐτὴν διαίρεσιν, ἐξ ἧς τὸ σχιζόπουν ἐλήφθη, ἀλλ’ ἄλλη μὲν διαίρεσις τελευτᾷ καὶ περατοῦται εἰς τὸ σχιζόπουν, ἄλλη δὲ εἰς ἄλλο, νῦν δ’ ἐπειδὴ οὐκ ἔστι τοῦτο,3 ἀδύνατον ὁτιοῦν τῶν καθ’ ἕκαστον ζῴων λαβεῖν διαιρουμένους δίχα, λέγων πάλιν καθ’ ἕκαστον ζῷον τὸ εἰδικώτατον εἶδος.

在说了被划分为各个别的、数目上为一之物的种的构成性种差不可能只有一个之后,他补充道:“无论是作为单纯的来取得,还是作为复合的来取得”——也就是说,无论他是仅仅把最后的种差同属一起取得,正如他说“二足动物”时那样,还是作为复合的、当与更具普遍性的种差一起取得时,正如他说“有足的二足动物”时那样;因此,无论是单纯的还是复合的,种都不可能由单一的种差构成。在阐明什么是单纯的、什么是复合的时,他补充道:“如果它不具有种差,则是单纯的”——也就是说,如果极限种差仅仅与它特有的属一起被取得,比如“裂足的”同“动物”一起;而“复合的”,则是更具普遍性的种差同位于其下的种差以及特有的属组合在一起,比如“裂足的多裂动物”(裂足的比多裂的更具普遍性)。而“因为这正是连续性所要求的”这一句,等同于“因为对他们而言,更具普遍性的种差与更具特殊性的种差的连续与结合,旨在从众多中造就单一之物,正是为此他们才把众多组合起来”。依我之见,这表明了任何种都不可能由单一的种差构成,就好像他是在说:“在每一种的构成中对多于一个的种差的需求是如此之大,以至于连他们也在取得多个种差的同时,试图从它们当中完成单一之物”。然而,即便他们有时只取得属和最后的种差,例如在陈述和口头言论中说“动物与二足的”或“动物与多裂的”,就发出的声音本身而言似乎种差只有一个,但事实上并非一个,而是多个,因为极限种差即便未被说出,也必然蕴涵它之前的那些种差。而且蕴涵到了这种程度,以至于即便说出“多足的”或“有足的”,也会被认为是多余且徒劳言之。 因此,在说了种不可能由单一不可分割的种差构成之后,他说,显而易见不可能从单一的二分法中取得多个这样的种差(即不可分割的种差);因为从划分中前行的人,固然始终是走向极限且不可分割的种差,但并不是走向使种得以成种且完满的种差。为什么呢?因为正如屡次言及的那样,任何种都不是由单一的种差构成的。而二分者们所达到的这一极限种差,要么仅仅是裂足的——因为寻求把握人的人,要么仅仅将裂足的同动物一起取得,要么还将位于裂足的之上的有足的及其他种差一起取得;因为他把更具普遍性的种差同更具特殊性的种差的组合称作“复合”。然而,如果人仅仅是裂足的动物,本有可能从依二分法的划分中把握人;但如今,既然[人]不仅仅属于动物与裂足的之下,而且还由其他种差构成,而这些种差并不属于取得裂足的所在的那同一划分之下,反而是一重划分终止并结束于裂足的,另一重划分结束于另一个,如今既然事实并非如此,一分为二地划分的人就不可能把握各个别动物中的任何一种——他在这里再次用“个别的动物”来指代最下种。

语法注3 条
  1. 1.12τὸ δὲ τοῦτο γὰρ ἡ συνέχεια βούλεται ἴσον ἐστὶ τῷ

    亚里士多德原文中的词句 τοῦτο γὰρ ἡ συνέχεια βούλεται 通过中性单数冠词 τό 实词化作为主语,构成了注疏中常见的固定句式 ἴσον ἐστὶ τῷ ...(“等同于……”),后接由与格冠词 τῷ 引导的注解者的释义内容。

  2. 1.12ὡς ἄν εἰ ἔλεγε

    由连词 ὡς 与表示潜在/与事实相反的 ἄν εἰ 组合而成的习惯表达,意为“就好像他是在说……”,用于引出注解者代为重构与阐发的作者意图(直接引语或拟直接引语)。

  3. 1.12νῦν δ’ ἐπειδὴ οὐκ ἔστι τοῦτο

    对前文刚刚由 νῦν δ’ ἐπειδὴ οὐκ ἔστιν ὑπὸ ζῴου καὶ σχιζόποδος...(“但如今,既然[人]不仅仅属于动物与裂足的之下……”)所引导的原因从句的复述重开(epanalepsis)。由于其间插入了关系从句及对比从句(ἄλλη μὲν... ἄλλη δέ...),导致结构拉长,因而在进入主句 ἀδύνατον... 之前,以简括的形式再次承接原因结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:18.28-19.32