← 艾菲索斯的米海尔

亚里士多德《动物结构》评注

§17.22-18.28

多个不可分割种差的必要性与二分法之不可能

米海尔注解了亚里士多德反驳二分法的论证(643b26),通过乌鸦的定义说明各个别的种是由多个不可分割的种差而非单一的种差构成的,因而二分法的单一系列无法完成定义,必须从一开始就进行多项划分。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.12#1

" Ὅτι δ’ οὐκ ἐνδέχεται τῶν καθ’ ἕκαστον εἰδῶν λαμβάνειν οὐδὲν διαιροῦσι1 δίχα τὸ γένος, ὥσπερ τινὲς ᾠήθησαν." Καὶ διὰ τούτων δείκνυσιν ὅτι ἐκ τῆς κατὰ τὴν διχοτομίαν διαιρέσεως ἀδύνατόν ἐστι λαμβάνειν τὰ καθ’ ἕκαστα εἴδη. ἰστέον δὲ ὅτι, ὅτε ἔλεγε καὶ ἐν τῷ Ζ τῶν Μετὰ τὰ φυσικὰ καὶ ἐνταῦθα μίαν εἶναι τὴν ἐλαχίστην διαφοράν, καθ’ ἣν εἰδοποιεῖται καὶ τὸ εἶναι τάδε τινὰ λαμβάνει τὰ εἴδη, οὐχὶ ἀρεσκόμενος τοῦτο ἔλεγεν, ἀλλ’ ὡς ἑπόμενος τοῖς τὰς διαιρέσεις δίχα ποιουμένοις. εἰ γὰρ ἐκ τοῦ ζῴου ὑπόποδος πεζοῦ φέρε ὁ ἄνθρωπός ἐστι, τὸ δὲ ὑπόπουν συνεπιφέρει τὸ πεζόν, φανερώτατον ὅτι ἐκ τοῦ ζῴου καὶ τοῦ πεζοῦ συνίσταται ὁ ἄνθρωπος. καὶ τοῦτο μὲν προλελέχθω πρὸς δήλωσιν τῆς τοῦ Ἀριστοτέλους γνώμης καὶ βουλήσεως. εἰπὼν δὲ ὅτι κἀντεῦθεν δῆλον ὡς οὐκ ἐνδέχεται οὐδὲν τῶν καθ’ ἕκαστον εἰδῶν λαμβάνειν δίχα διαιροῦσιν, ἐπήγαγεν ἀδύνατον γὰρ μίαν ὑπάρχειν διαφορὰν τῶν καθ’ ἕκαστον διαιρετῶν,2 τουτέστιν ἀδύνατον γὰρ ὑπὸ μιᾶς διαφορᾶς συνίστασθαι τὸ ἄτομον εἶδος τὸ διαιρούμενον εἰς τὰ καθ’ ἕκαστα καὶ ἓν ἀριθμῷ· τὸ γὰρ ἐλάχιστον πᾶν εἶδος ἐκ δύο διαφορῶν συνίσταται. εἴρηκε δὲ τὸ τῶν καθ’ ἕκαστον διαιρετῶν ἀντὶ τοῦ τῶν εἰς τὰ καθ’ ἕκαστα καὶ ἓν ἀριθμῷ διαιρουμένων· ὁ γὰρ ἄνθρωπος εἰς Σωκράτην καὶ Πλάτωνα καὶ τοὺς ἄλλους τοὺς καθ’ ἕκαστα διαιρεῖται. εἰ οὖν ἀδύνατον ἐκ μιᾶς διαφορᾶς μὴ διαιρουμένης εἰς ἄλλας διαφορὰς συνίστασθαι τὰ εἴδη, ἐκ δὲ τῆς κατὰ διαίρεσιν διχοτομίας τοιαύτας διαφορὰς δύο ἢ τρεῖς λαβεῖν οὐκ ἐνδέχεται, εἰ μὴ μίαν μόνην, πῶς οἷόν τε λέγειν ὅτι ἐκ τῆς διχοτομίας ληψόμεθα τὰ εἴδη; σαφέστερον δὲ ἔσται τὸ λεγόμενον ἐκ τοῦ παραδείγματος. κείσθω εἶναι τοῦ κόρακος ὁρισμὸν τὸ ζῷον δίπουν ῥυγχωτόν, δέον δὲ ἔστω ἐκ τῆς διχοτομίας λαβεῖν τὸν τοιοῦτον ὁρισμόν. πειρατέον οὖν κατ’ ἐκείνους οὕτω· τὸ ζῷον διαιρεῖται εἰς πτερωτὸν καὶ ἄπτερον, τὸ πτερωτὸν εἰς ὑπόπουν καὶ ἄπουν, τὸ ὑπόπουν εἰς δίπουν καὶ πολύπουν· ὁ δὲ κόραξ πολύπουν μὲν οὐκ ἔστι, δίπουν ἄρα. κείσθω δὲ ὅτι καὶ τὸ δίπουν τελευταία ἐστὶ καὶ ἐσχάτη διαφορὰ καὶ εἰς ἄλλας διαιρεῖσθαι μὴ δυναμένη· ἔστιν ἄρα ὁ κόραξ ζῷον δίπουν. ἀλλ’ οὐκ ἐκ τοῦ δίποδος μόνον καὶ τοῦ ζῴου ὑπόκειται συγκεῖσθαι, ἀλλὰ καὶ ἐκ τοῦ ῥυγχωτοῦ, τὸ δὲ ῥυγχωτὸν ἐκ τῆς τοιαύτης διαιρέσεως οὐδαμῶς ἐπακολουθῆσαν ἔχομεν. ἀνάγκη οὖν καὶ ἄλλην διαίρεσιν ποιήσασθαι, ἵνα ἐκ ταύτης ληφθῇ καὶ τὸ ῥυγχωτόν. εἰ οὖν, ὥσπερ λέγομεν, τὰ εἴδη ἐκ πλειόνων ἀτόμων διαφορῶν συνίσταται, ταύτας δὲ ἐκ μιᾶς διαιρέσεως λαβεῖν οὐκ ἐνδέχεται, 〈ἀλλ’〉 ἀνάγκη δύο ποιεῖν διαιρέσεις, εἰ δύο εἰσὶν αἱ συστατικαὶ διαφοραί, ἢ τρεῖς, ἐὰν τρεῖς, τί οὐκ εὐθὺς διαιροῦμεν τὸ ζῷον εἰς ὅσα δυνατὸν ἦν διαιρεθῆναι, κἀκεῖθεν λαβόντες τὰς συμπληρωτικὰς τοῦ κόρακος διαφορὰς ἀπετελέσαμεν τὸν κόρακα, ἀλλὰ πολὺν χρόνον πονοῦμεν3 καὶ κακοπαθοῦμεν τῇ ἐκ διχοτομίας διαιρέσει; ἡ μὲν οὖν αἰτία, δι’ ἣν καὶ νῦν κακίζει τὴν διχοτομίαν διὰ τὸ μὴ δύνασθαι ἐκ ταύτης τὰ εἴδη λαμβάνειν, αὕτη ἐστίν.

“把属二分的人不可能把握任何个别的种,正如某些人所认为的那样。” 通过这些论述他也表明,从二分法的划分中不可能把握各个别之种。应当知晓的是,无论是在《形而上学》第七卷中还是在这里,当他说使种得以形成种并获得“作为某一特定之物”的存在的那一最小种差只有一个时,他这样说并非由于他赞同此说,而是为了顺应那些进行二分划分的人。因为设想人是由动物、有足的、步行的构成的,而步行的蕴涵有足的,那么极其明显的是,人是由动物和步行的构成的。且先说明这一点,以阐明亚里士多德的见解和意图。在说了“由此也明显可见,把〔属〕二分的人不可能把握任何个别的种”之后,他接着补充道:“因为个别的可划分之物不可能只有一个种差” ——也就是说,被划分为各个别的、数目上为一的事物的不可分割之种,不可能由单一的种差构成;因为任何一个种至少由两个种差构成。而他说“个别的可划分之物”,是用以指代“被划分为各个别的、数目上为一之物的事物”;因为人被划分为苏格拉底、柏拉图以及其他各个别者。那么,如果种不可能由不被划分为其他种差的单一一种差构成,而从依划分的二分法中又不可能取得两到三个这样的种差(除非仅仅取得一个),怎能说我们将从二分法中把握诸种呢?通过例子,所说的事情将更为明晰。假定乌鸦的定义是“二足、有喙的动物”,并且必须从二分法中取得这样的定义。那么按照他们的做法,必须这样尝试:动物被划分为有翅的和无翅的,有翅的被划分为有足的和无足的,有足的被划分为二足的和多足的;但乌鸦不是多足的,因此是二足的。并且假定二足的也是最后的、极限的种差,不能再被划分为其他;因此乌鸦是二足的动物。但是,假定乌鸦不仅由二足的和动物构成,而且还由有喙的构成,而我们绝不可能从这样的划分中把有喙的作为随之而来的结果取得。因此,必然还要进行另一重划分,以便从中也取得有喙的。那么,如果真如我们所说,种是由多个不可分割的种差构成的,而从单一的划分中不可能取得这些种差,而是若构成性种差有两个就必然进行两次划分,若有三个就必然进行三次划分,那我们为什么不立即把动物划分为所有可能被划分成的事物,并从那里取得乌鸦的补充性种差来成就乌鸦,反而要在二分法的划分中耗费大量时间辛劳受苦呢?因此,他如今也由于不能从二分法中把握诸种而责难二分法的原因,就在于此。

语法注3 条
  1. 1.12διαιροῦσι

    非人称结构 οὐκ ἐνδέχεται 的相关与格(与格逻辑主语),意为“对于(将属)二分的人而言[不可能把握]”。

  2. 1.12τῶν καθ’ ἕκαστον διαιρετῶν

    依赖于 μίαν διαφορὰν 的属格,正如注疏者自身所解释的,它是用来代替“被划分为各个别的、数目上为一之物的事物”(即不可分割的最终之种 ἄτομον εἶδος)。

  3. 1.12τί οὐκ εὐθὺς διαιροῦμεν ... ἀλλὰ πολὺν χρόνον πονοῦμεν

    由 τί οὐ 加上直陈式现在时构成的修辞疑问句(“我们为何不……?”相当于“应当……”),作为条件从句(εἰ οὖν ...)的结句,并通过 ἀλλά 与在二分法中徒劳受苦形成对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:17.22-18.28