- 底本
- Michael, In Libros De Partibus Animalium Commentaria. Commentaria in Aristotelem Graeca XXII.2, ed. M. Hayduck, Berlin: Reimer 1904, pp. 1-99. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:16.11-17.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔进一步阐释立即以多个种差划分动物的方法,指出若固守二分法,要么最终只剩下一个种差,要么导致仅靠连词拼凑偶性种差的定义。
Ἀλλὰ ταῦτα μὲν εἴρηταί μοι πρὸς σαφήνειαν τῶν λεχθησομένων, καὶ ὅπως τὰς διαιρέσεις γίνεσθαι ὁ δαιμόνιος οὗτος βούλεται· λοιπὸν δ’ ἐπὶ τὰ ἑξῆς ἰέναι. δεῖ, φησί, πειρᾶσθαι λαμβάνειν κατὰ γένος τὰ ζῷα· ἔχοντες γὰρ ἁπάσας τὰς τοῦ ζῴου διαιρέσεις οὕτως ληψόμεθα τὸν ὄρνιν, τὸν ἰχθύν, τὰ ἄλλα· καὶ ἐπεὶ πάλιν τούτων ἕκαστον, τοῦ τε ὄρνιθος, ἰχθύος καὶ τῶν ἄλλων, εἰς πολλὰ διαιρεῖται (τούτου γάρ ἐστι δηλωτικὸν τὸ τούτων δ’ ἕκαστον πολλαῖς ὥρισται διαφοραῖς) εἴς τε μακρόπτερα καὶ βραχύπτερα καὶ εἰς ἄλλα πλεῖστα, ἔχοντες οὖν καὶ τούτων τὰς τοιαύτας διαφορὰς ἐν τῇ τοῦ ζῴου διαιρέσει (εἰς ἅπαντα γὰρ ὅσα δυνατὸν ἦν διαιρεθῆναι διῄρηται τὸ ζῷον) ληψόμεθα καὶ τὰ τούτων εἴδη, τὸν κόρακα, τὴν κορώνην, τὸν δελφῖνα, τὸν λάβρακα, τὰ ὅμοια. εἰπὼν δὲ ὅτι τούτων ἕκαστον πολλαῖς ὥρισται διαφοραῖς ἐπήγαγεν οὕτω μὲν γὰρ ἤτοι οὐκ ἔστι τὸ παράπαν λαβεῖν, τουτέστιν οὕτω μὲν ἐκ τῆς διχοτομίας τῆς κατὰ Πλάτωνα ἢ οὐκ ἔστι τὰ εἴδη λαβεῖν (εἰς πλείους γὰρ ἐμπεσεῖται διαφοράς, ὥσπερ ὁ μύρμηξ εἰς πτερωτὸν καὶ ἄπτερον) ἢ μία μόνον διαφορὰ ἔσται, ἥτις ἢ ἐκ συμπλοκῆς ἢ ἁπλῶς ποιήσει τὸ τελευταῖον εἶδος. εἰδοποιείσθω λόγου ἕνεκα τὸν ἄνθρωπον τὸ δίπουν·1 εἰ οὖν λέγει τις ‘ἄνθρωπός ἐστι ζῷον δίπουν’, ἁπλῆ αὕτη, εἰ δὲ λέγει ‘ἄνθρωπός ἐστι ζῷον ὑπόπουν δίπουν’, ἐκ συμπλοκῆς. συνέπλεξε γὰρ τὸ ὑπόπουν τῇ ἑαυτοῦ διαφορᾷ· τὸ γὰρ δίπουν διαφορὰ ὑπόποδός ἐστιν. εἴτε δὲ ἁπλῶς εἴτε συμπεπλεγμένως τοῦτο ποιεῖ, συμβήσεται τὸ ἔναγχος λεχθέν, λέγω δὴ τὸ δὶς λαμβάνειν τὸ ὑπόπουν. ἐπεὶ δέ τις ἔμελλε προχείρως ἐνίστασθαι καὶ λέγειν ἀλλ’ οὐ ληψόμεθα τῆς τοῦ ὑπόποδος διαφορᾶς ἄλλην διαφοράν, οἷον τὸ δίπουν, ὥστε συμβαίνειν δὶς τὸ ὑπόπουν λαμβάνειν, ἀλλὰ ἑτέραν, ἥτις οὐκ ἔσται ὑπὸ τὸ ὑπόπουν· εἴποιμεν γὰρ ἄν, φησίν, οὕτω· τοῦ ζῴου τὸ μὲν ἐστιν ἄπτερον, τὸ δὲ πτερωτόν· ὁ δὲ κόραξ ἄπτερον μὲν οὐκ ἔστι, πτερωτὸν ἄρα. πάλιν τοῦ πτερωτοῦ τὸ μέν ἐστιν ἥμερον τὸ δὲ ἄγριον, ὁ δὲ κόραξ ἄγριον· πάλιν τοῦ πτερωτοῦ τὸ μέν ἐστι λευκὸν τὸ δὲ μέλαν, ὁ δὲ κόραξ μέλαν. ἔστιν ἄρα ὁ κόραξ ζῷον πτερωτὸν 〈ἄγριον〉 μέλαν, καὶ οὐδέτερον τούτων δὶς εἴρηται, οὔτε τὸ πτερωτὸν οὔτε τὸ ἄγριον’. εἰ δὴ ταῦτά τις ἐνιστάμενος λέγει, ‘ὥσπερ’, φησί, ‘τὸ Σωκράτης περιπατεῖ καὶ Πλάτων ἀναγινώσκει καὶ Θεμιστοκλῆς ναυαρχεῖ εἷς ἐστι ταῦτα λόγος,2 ἀλλὰ τῷ συνδέσμῳ εἷς, οὕτω κἀκείνους ἀναγκαῖον τοῖς συνδέσμοις ἕνα λόγον τοῦ κόρακος ποιῆσαι ἐκ τῶν τοιούτων διαιρέσεων, ἄλλως δ’ οὐκ ἐνδέχεται.’ πῶς γὰρ ἐκ τοῦ πτερωτοῦ καὶ ἀγρίου καὶ μέλανος, ἑτέρων ὄντων, ὥσπερ καὶ τὸ Σωκράτης διαλέγεται ἕτερον τοῦ Πλάτων βαδίζει, πῶς οὖν ἐκ τούτων ἄλλως δυνατόν ἐστιν ἕνα καὶ συνεχῆ ποιήσασθαι λόγον, εἰ μὴ τῷ συνδέσμῳ; οὐ γάρ ἐστι διαφορὰ τοῦ πτερωτοῦ τὸ ἥμερον ἢ τὸ μέλαν, ἵνα φύσει ἓν γένωνται καὶ μὴ τῷ συνδέσμῳ, ἀλλ’ ἑτέρας ἀρχὴ διαφορᾶς (ἄλλη γάρ τις διαφορὰ διαιρεῖται εἰς τὸ ἄγριον, ἀλλ’ οὐ τὸ πτερωτόν), ἐκεῖ δὲ κατὰ συμβεβηκός, τουτέστι κατὰ συμβεβηκὸς δὲ τὸ πτερωτὸν εἰς τὸ ἄγριον καὶ τὸ ἥμερον διαιρεῖται3 ἢ τὸ μέλαν καὶ λευκόν. διό, φησίν, οὐ διχοτομητέον, ἀλλ’ εὐθὺς πολλαῖς διαφοραῖς τὸ ἓν διαιρετέον, ὥσπερ προείπομεν· καὶ γὰρ οὕτω μέν, ὡς ἡμεῖς λέγομεν τὰς διαιρέσεις γίνεσθαι, ποιήσουσι διαφορὰν αἱ στερήσεις, κατὰ δὲ τὴν διχοτομίαν οὐδαμῶς· ἔσονται γὰρ εἴδη τῆς στερήσεως.
然而,我说了这些,是为了使将要谈论的事项明晰,并说明这位神圣之人希望如何进行划分;接下来应当转向后续的内容。他说,必须尝试按照大类来把握动物;因为掌握了动物的所有划分,我们便能以这种方式把握鸟、鱼以及其他事物。而且,既然这些之中的每一个(无论是鸟、鱼还是其他事物)又被划分为许多事物(因为“这些之中的每一个都由许多种差所规定”这句话正表明了这一点),即划分为长翅的、短翅的以及极多的其他事物,因此,在动物的划分中也掌握了这些的此类种差之后(因为动物已经被划分为所有可能被划分成的事物),我们也将把握属于它们的种,如乌鸦、渡鸦、海豚、鲈鱼以及类似之物。 在说了“这些之中的每一个都由许多种差所规定”之后,他接着补充道:“因为以这种方式,或者完全不可能把握[种]”——也就是说,以这种方式,从柏拉图式的二分法出发,或者不可能把握种(因为它将落入更多的种差之中,正如蚂蚁落入有翅和无翅之中一样),或者将仅仅存在一个种差,它或通过结合、或单纯地构成最终的种。为了论证起见,且让二足的来规定人。那么,如果有人说“人是二足的动物”,这是单纯的;但如果他说“人是有足、二足的动物”,则是通过结合。因为他将有足与其自身的种差结合在一起了;因为二足是有足的种差。然而,无论他是单纯地还是结合地这样做,刚才所说的情况都会发生,我指的是两次取得有足。 由于有人可能很容易提出异议并说:“但我们不会去取有足之种差的另一个种差(例如二足),从而导致两次取得有足,而是会取另一个不处于有足之下的种差;因为我们可以这样说:动物一方面是无翅的,另一方面是有翅的;但乌鸦不是无翅的,所以是有翅的;又,在有翅者中,一方面是驯良的,另一方面是野生的,而乌鸦是野生的;又,在有翅者中,一方面是白色的,另一方面是黑色的,而乌鸦是黑色的;因此,乌鸦是有翅、〈野生、〉黑色的动物,而这些之中的任何一个都没有被两次述说,既没有重复有翅,也没有重复野生”——如果有人提出异议说出这些话,他就说:“正如‘苏格拉底散步,柏拉图阅读,地米斯托克利统帅舰队’,这些是单一陈述,但仅仅因连词而合为一,同样,他们也必然要从这样的划分中,借助连词构成关于乌鸦的单一陈述,否则是不可能的。” 因为,既然有翅、野生和黑色是不同的事物,正如“苏格拉底交谈”不同于“柏拉图行走”一样,若非通过连词,怎能以其他方式从这些之中构成一个单一且连续的陈述呢?因为驯良或黑色并不是有翅的种差(从而使它们能出于本性合为一而非因连词合为一),而是另一个种差的本原(因为是某种其他的种差被划分为野生,而不是有翅被划分),在那里的划分是偶性的,也就是说,有翅被划分为野生与驯良,或者被划分为黑色与白色,乃是出于偶性。因此,他说,不应当进行二分,而应当如我们前面所说的那样,立即用许多种差来划分单一事物;因为以这种方式,即正如我们所说的那样进行划分,欠缺将构成种差,但按照二分法却绝非如此;因为这样一来,欠缺将会具有种。
- 1.11εἰδοποιείσθω λόγου ἕνεκα τὸν ἄνθρωπον τὸ δίπουν
中性冠词短语 τὸ δίπουν(“二足者”)为主格主语,支配三人称单数命令动词 εἰδοποιείσθω(中动/被动态),并带宾格 τὸν ἄνθρωπον 作为直接宾语(“且让二足者来规定人”)。虽然也可以理解为被动态带关系宾格(“让二足者就人而言被规定”),但视作中动表使役及物(“使……具种的形态/规定”)在构词和格的搭配上更为自然。
- 1.11ὥσπερ τὸ Σωκράτης περιπατεῖ καὶ Πλάτων ἀναγινώσκει καὶ Θεμιστοκλῆς ναυαρχεῖ εἷς ἐστι ταῦτα λόγος
中性单数冠词 τό 将包含数个并列命题的整个句子(“苏格拉底散步……”)名词化。复数指示代词 ταῦτα 指称这些命题,并与单数表语名词短语 εἷς λόγος(“一个陈述”)结合,构成“这些命题[因连词而]是一个陈述”的判断句结构。
- 1.11ἐκεῖ δὲ κατὰ συμβεβηκός, τουτέστι κατὰ συμβεβηκὸς δὲ τὸ πτερωτὸν εἰς τὸ ἄγριον καὶ τὸ ἥμερον διαιρεῖται
在说明性短语 τουτέστι(“也就是说/即”)之后再次出现了小词 δέ,这是注解希腊语在进一步解释(epexegesis)时重复前文连接词 δέ 的赘述用法,句法上并不构成新的转折并列,只需顺承理解为“即……出于偶性而划分”。
