- 底本
- Michael, In Libros De Partibus Animalium Commentaria. Commentaria in Aristotelem Graeca XXII.2, ed. M. Hayduck, Berlin: Reimer 1904, pp. 1-99. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:15.1-16.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德对二分法的批评(643b9),解释说逐层进行下位细分会导致欠缺具有种等荒谬后果,而正确的方法是对作为属的动物本身进行多次平行的附加划分,并将各项种差组合起来以定义物种。
" Ὅλως δὲ ὁποιανοῦν διαφορὰν μιᾷ1 διαιροῦντι τοῦτο συμβαίνειν ἀναγκαῖον." Πρὸς τοῖς ἄλλοις ἀτόποις τοῖς τῇ ἐκ διαιρέσεως μεθόδῳ παρακολουθοῦσι καὶ ἐκεῖνο ἕπεσθαι δείξας, τὸ συμβαίνειν τὸ αὐτὸ καὶ ἓν εἶδος ὑπὸ τὰ ἐναντία εὑρίσκεσθαι ἢ τὰ ἐναντία ἐν τῷ αὐτῷ (ὁ γὰρ μύρμηξ καὶ πτερωτόν ἐστι καὶ ἄπτερον, καὶ τὸ πτερωτὸν καὶ ἄπτερον ἐν τῷ μύρμηκι), λέγει ὅλως δὲ τοῖς διαιροῦσιν ὁποιανοῦν διαφορὰν μιᾷ διαιρέσει, ἤτοι δίχα, ἀνάγκη τοῦτο συμβαίνειν, ἤγουν τὸ τὰ ἐναντία ἐν τῷ αὐτῷ εὑρίσκεσθαι καὶ τὸ αὐτὸ εἰς τὰ ἐναντία. καὶ τοῦτο θεὶς πάνυ διὰ βραχέων ᾐνίξατο, ὅπως δεῖ τὰς διαιρέσεις ποιεῖσθαι, καὶ φησὶν ‘ἀλλὰ πειρατέον κατὰ γένος λαμβάνειν τὰ ζῷα, ὥσπερ καὶ οἱ πολλοὶ ποιοῦσιν’. παράγει δὲ τοὺς πολλοὺς συνήθως· σύνηθες γὰρ αὐτῷ μαρτύρασθαι καὶ τὴν τῶν πολλῶν ὑπόληψιν, ὅταν συμφωνῇ τῇ ἀληθείᾳ. δεῖ οὖν κατὰ γένος πειρᾶσθαι λαμβάνειν τὰ ζῷα· πῶς δέ, ῥητέον οὕτω. τοῦ ζῴου τὸ μέν ἐστι πτερωτόν, τὸ δὲ πεζόν, τὸ δὲ ἔνυδρον· εἶτα τοῦ ζῴου τὸ μέν ἐστι πολύπουν, τὸ δὲ δίπουν· εἶτα τοῦ ζῴου τὸ μέν ἐστι λεπιδωτὸν τὸ δὲ φολιδωτόν· πάλιν τοῦ ζῴου τὸ μέν ἐστιν ἔναιμον τὸ δ’ ἄναιμον. καὶ διαιρετέον τὸ ζῷον εἰς ὅσα ἂν διαιρεθῆναι δύνηται. εἶτα βλεπτέον εἰς ποῖα τῶν τῆς διαιρέσεως ὁ ὄρνις ἐμπεσεῖν δύναται, κἂν μὲν ἐμπίπτῃ φέρε εἰπεῖν εἰς τὸ πτερωτόν, εἰς τὸ ἔναιμον, εἰς τὸ δίπουν, εἰς τὸ ῥυγχωτόν, ῥητέον ‘ὄρνις ἐστὶ ζῷον πτερωτὸν ἔναιμον δίπουν ῥυγχωτόν· καὶ ἐπὶ τοῦ ἰχθύος ὁμοίως, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. οὕτως οὖν τὰ τοῦ ζῴου γένη πειρατέον λαμβάνειν ἐπιδιαιρέσεις ποιουμένους τοῦ ζῴου, ἀλλ’ οὐχὶ ἑκάστης τῶν διαιρέσεων ὑποδιαιρέσεις·2 κἂν οὕτω ποιῶμεν, τά τε γένη καὶ τὰ εἴδη ληψόμεθα καὶ τὰ ἑπόμενα ἄτοπα τοῖς τὰς ὑποδιαιρέσεις ποιουμένοις φευξούμεθα· εἵπετο γὰρ αὐτοῖς πρὸς ἄλλοις πολλοῖς καὶ τὸ εἶναι εἴδη τῆς στερήσεως ἢ μὴ εἶναι τὴν στέρησιν διαφοράν. ἡμῖν δὲ ὥσπερ λέγομεν ποιουμένοις οὐχ ἕψεται τοῦτο· ἐκεῖνοι γὰρ λέγοντες ὅτι τοῦ ζῴου τὸ μέν ἐστι πτερωτὸν τὸ δὲ ἄπτερον, καὶ ἑκάτερον τούτων ὑποδιαιροῦντες καὶ λέγοντες ‘τοῦ δὲ πτερωτοῦ τὸ μέν ἐστι σχιζόπτερον τὸ δὲ ἀσχιδές, καὶ τοῦ ἀπτέρου τὸ μέν ἐστι πολύπουν τὸ δ’ οὐ πολύπουν’, καὶ ἐπὶ τοῦ ἀναίμου καὶ τῆς ἀναιμίας καὶ τῶν ἄλλων ὁμοίως ποιοῦντες, οὕτως οὖν ἐκεῖνοι ποιοῦντες ἀναγκαίως αὐτοῖς εἵπετο3 τὸ εἶναι εἴδη τῆς στερήσεως, ἤγουν τοῦ ἀπτέρου τὸ πολύπουν καὶ τὸ μὴ πολύπουν, ἢ μὴ εἶναι τὸ ἄπτερον διαφοράν. ἡμεῖς δὲ τὰς διαιρέσεις ποιοῦντές φαμεν ‘τοῦ ζῴου τὸ μέν ἐστιν ἔναιμον τὸ δ’ ἄναιμον’, καὶ τοῦτο εἰπόντες οὐχ ὑποδιαιροῦμεν τούτων ἑκάτερον, ὥστε ἐκ τούτου συμβαίνειν καὶ ἡμῖν εἴδη ποιεῖν τῆς ἀναιμίας, ἀλλὰ πάλιν ἐπιδιαίρεσιν τοῦ ζῴου ποιούμεθα λέγοντες τοῦ ζῴου τὸ μέν ἐστι πτερωτὸν τὸ δ’ ἄπτερον, καὶ πάλιν τοῦ ζῴου τὸ μέν ἐστιν ὑπόπουν τὸ δ’ ἄπουν, καὶ πάλιν τοῦ ζῴου τὸ μέν ἐστιν ἀμφίβιον τὸ δὲ χερσαῖον τὸ δὲ ἔνυδρον, εἶτα τοῦ ζῴου τὸ μέν ἐστι πελάγιον τὸ δὲ πετραῖον, καὶ τὸ μὲν ἀγελαῖον τὸ δὲ μοναδικόν. καὶ οὕτω διαιρήσαντες τὸ ζῷον εἰς ἅπαντα ὅσα ἂν διαιρεθῆναι δύνηται, ὁρῶμεν εἰς τίνας τούτων ἐμπίπτειν ὁ ἄνθρωπος ἢ ὁ κόραξ ἢ ἄλλο ὁποιονοῦν δύναται, καὶ συντιθέντες ἀποτελοῦμεν τὸ ζητούμενον εἶδος. ὥστε καὶ τὸ ἔναιμον μετὰ καὶ ἄλλων τινῶν οἷον φέρε εἰπεῖν τοῦ ὑπόποδος, τοῦ πτερωτοῦ συντεθὲν εἶδος μὲν ποιήσει, ὥσπερ καὶ αἱ ἄλλαι, εἴδη δὲ αὐτοῦ οὐκ ἔσται· οὐ γὰρ ὑποδιαίρεσιν αὐτοῦ πεποιήκαμεν, ὥσπερ οἱ τὰς διαιρέσεις οὕτω ποιοῦντες.
“总的来说,对于用单一次[划分]来划分任何种差的人而言,必然会发生这种情况。” 在表明了伴随划分方法的其他荒谬之外,还有那个后果也会随之而来——即同一且唯一的一个种被发现处于对立者之下,或者对立者存在于同一事物之中(因为蚂蚁既是有翅的又是无翅的,且有翅与无翅存在于蚂蚁之中)——之后,他说,总的来说,对于用单一次划分(也就是二分法)来划分任何种差的人而言,必然会发生这种情况,即对立者被发现存在于同一事物之中,而同一事物[进入]对立者之中。确立了这一点后,他极其简要地暗示了应当如何进行划分,并说:“相反,应当尝试按照大类来把握动物,正如大众所做的那样”。他照常引出了大众;因为每当大众的看法与真理相合时,引它为证对他来说是习惯。因此,应当尝试按照大类来把握动物;至于如何把握,必须这样来说:动物一方面是有翅的,另一方面是陆生的,另一方面是水生的;然后动物一方面是多足的,另一方面是二足的;然后动物一方面是具细鳞的,另一方面是具大鳞的;动物再次一方面是有血的,另一方面是无血的。动物应当被划分为它所能被划分成的尽可能多的事物。然后必须观察鸟能够落入划分的哪些之中,如果假设它落入有翅、有血、二足、具喙之中,就必须说“鸟是有翅、有血、二足、具喙的动物”;对于鱼也是同样,对于其他事物也是如此。因此,必须以这种方式尝试把握动物的大类,对动物进行附加的平行划分,而不是对每一个划分进行下位细分;如果我们这样做,我们就既能把握大类和种,又能避免那些进行下位细分的人所伴随的荒谬;因为对他们而言,除了许多其他事情之外,还会导致欠缺具有种,或者欠缺并不是种差。但对于按照我们所说来做的我们而言,这不会随之发生;因为他们说动物一方面是有翅的,另一方面是无翅的,并将这两者中的每一个进行下位细分,说“在有翅者中,一方面是裂翅的,另一方面是不裂翅的;在无翅者中,一方面是多足的,另一方面不是多足的”,并且对无血、无血性以及其他事物也同样这样做——由于他们这样做,必然导致他们面临欠缺具有种(即多足和非多足属于无翅的种),或者无翅不是种差。但是我们进行划分时说“动物一方面是有血的,另一方面是无血的”,在说了这话之后我们并不会对这两者中的每一个进行下位细分以致由此导致我们也制造出无血性的种;相反,我们再次对动物进行附加划分,说动物一方面是有翅的,另一方面是无翅的,再次说动物一方面是有足的,另一方面是无足的,再次说动物一方面是两栖的,另一方面是陆生的,另一方面是水生的,然后说动物一方面是远洋的,另一方面是近岩的,且一方面是群居的,另一方面是独居的。在这样将动物划分为它所能被划分成的所有事物之后,我们观察人、乌鸦或任何其他事物能够落入其中的哪些,并通过组合构成所寻求的种。因此,有血者与某些其他事物(例如假设说有足者、有翅者)组合在一起,确实将生成种(正如其他事物一样),但不会有属于它自身的种;因为我们并没有像那些以那种方式进行划分的人那样,对它进行下位细分。
- 1.11μιᾷ
阴性与格单数形容词 μιᾷ 修饰被省略的阴性名词 διαιρέσει。注解者米海尔在后文中用 ἤτοι δίχα(即二分)加以阐释,在此理解为“通过单一次划分”(即二分法)。
- 1.11ἐπιδιαιρέσεις ποιουμένους τοῦ ζῴου, ἀλλ’ οὐχὶ ἑκάστης τῶν διαιρέσεων ὑποδιαιρέσεις
此处对比了两个专业术语:ἐπιδιαιρέσεις(附加的平行划分)与 ὑποδιαιρέσεις(下位细分)。前者指从不同维度对最高属(动物)直接进行重复划分(τοῦ ζῴου 为宾格性属格),后者指对先前划分出的各个分支再往下细分(ἑκάστης τῶν διαιρέσεων 为宾格性属格)。
- 1.11ἐκεῖνοι γὰρ λέγοντες ... οὕτως οὖν ἐκεῖνοι ποιοῦντες ἀναγκαίως αὐτοῖς εἵπετο
该句由主格分词(λέγοντες、ὑποδιαιροῦντες、ποιοῦντες)开头,而在随后的主句中出现了非人称动词 εἵπετο 和与格代词 αὐτοῖς,构成破格句(anacoluthon)。整个分词短语在功能上相当于原因状语,解释为何这种后果必然落在他们身上。
