- 底本
- Michael, In Libros De Partibus Animalium Commentaria. Commentaria in Aristotelem Graeca XXII.2, ed. M. Hayduck, Berlin: Reimer 1904, pp. 1-99. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:14.6-14.38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔解释了二分法导致种差与种在数目上相等的算术推论,并进一步指出了依据自身附性而非本质进行划分、以及依据身心共有感受(如野性与驯化)进行划分所产生的种种荒谬。
τέσσαρες οὖν, δύο μὲν αἱ τοῦ λευκοῦ, δύο δὲ αἱ τοῦ μέλανος, ἑκάστη δὲ τούτων μετὰ τοῦ οἰκείου γένους, ὡς κἂν αὐτοὶ φαῖεν, εἴδους ἐστὶ γεννητική· τέσσαρα οὖν καὶ τὰ εἴδη. ὅσαι ἄρα αἱ διαφοραὶ τοῦ προκειμένου γένους, τοσαῦτα καὶ τὰ εἴδη. τοῦτο καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων. τὸ δὲ ἢ ἄλλο τι πλῆθος τῶν ἀφ’ ἑνὸς διπλασιαζομένων ἴσον ἐστὶ τῷ κἂν μὴ λευκὰ καὶ μέλανα εἴη1 τὰ διαιρούμενα καὶ διπλασιαζόμενα. εἰς δύο γὰρ τὸ λευκὸν διῄρηται ἓν ὄν· τὰ δὲ δύο διπλάσια τοῦ ἑνός. κἂν οὖν μὴ λευκὸν εἴη ἀλλ’ ἄλλο τι, τὸ αὐτὸ ποιήσει. ἐπεὶ οὖν ἡ διαφορὰ ἐν τῷ οἰκείῳ γένει ὡς εἶδος ἐν ὕλῃ ἐστίν, ὅσαι ἂν εἶεν αἱ διαφοραί, τοσαῦτα ἔσται καὶ τὰ εἴδη. οὔτε γὰρ τὰ εἴδη, τουτέστιν αἱ εἰδοποιοὶ διαφοραί, χωρὶς ὕλης ἤτοι χωρὶς τοῦ γένους ζῷον ποιοῦσιν οὔτε ἡ ὕλη καὶ τὸ γένος χωρὶς τῶν εἰδῶν. Ἔτι δεῖ τὰς διαιρέσεις ποιεῖσθαι τοῖς ἐν τῇ οὐσίᾳ, τουτέστι διὰ τῶν οὐσιωδῶς ὑπαρχόντων, ἀλλ’ οὐ τοῖς καθ’ αὑτὸ συμβεβηκόσιν, ὡς οὗτοι ποιοῦσιν, ἐξ οὗ μάλιστα συμβαίνει τὸ καὶ τὸ αὐτὸ εἶδος ὑπὸ τὰς ἐναντίας πίπτειν διαφορὰς καὶ εἶναι τῶν στερήσεων εἴδη. τὸ γὰρ πτερωτὸν καὶ ἄπτερον, καὶ ἄπουν καὶ ὑπόπουν τῶν καθ’ αὑτὸ συμβεβηκότων εἰσὶ τῷ ζῴῳ, ὥσπερ καὶ τῷ τριγώνῳ τὸ ἔχειν τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας. ἔτι, φησί, τοῖς ἀντικειμένοις διαιροῦσιν, οἷον εἰς λευκότητα καὶ μελανίαν, καὶ οὐκ εἰς λευκότητα καὶ λειότητα· ἐξ οὗ συμβαίνει εἶναι εἴδη τῶν στερήσεων. Πρὸς δὲ τούτοις, ἐπεὶ τὰ ζῷα ἐκ ψυχῆς εἰσι καὶ σώματος, καὶ τὰ ἐν τοῖς ζῴοις τὰ μὲν τῆς ψυχῆς ἐστι, τὰ δὲ τοῦ σώματος, τὰ δὲ τοῦ συναμφοτέρου, ὡς ἐν τοῖς Περὶ ψυχῆς εἴρηται, τὴν διαίρεσιν, φησί, τῶν ζῴων κατὰ τὰ κοινὰ πάθη τῆς ψυχῆς καὶ τοῦ σώματος ποιοῦνται· τὸ γὰρ πτηνὸν καὶ τὸ πορευτικὸν καὶ τὰ ὅμοια τοῦ συναμφοτέρου τοῦ ἐκ ψυχῆς καὶ σώματος. συμβαίνει δ’ ἐκ τούτου τὰ ἀντικείμενα τῷ αὐτῷ ὑπάρχειν * * ὧν ἕκαστον τῶν ἀπηριθμημένων,2 εἰ μὲν ὁμώνυμον τὸ ἄγριον πρόβατον καὶ τὸ ἥμερον, οὐ διῄρηται χωρὶς ἡ τοῦ προβάτου φύσις εἰς ἕτερα τῷ εἴδει, ὥσπερ χρὴ τὰς διαιρέσεις ποιεῖσθαι, ἀλλὰ μόνον τὸ ὄνομα· εἰ δὲ ἕν εἰσι τῷ εἴδει τὰ ἥμερα καὶ τὰ ἄγρια πρόβατα, οὐ διαφοραὶ τὸ ἥμερον καὶ τὸ ἄγριον, ἀλλὰ συμβεβηκότα· τοῦτο δὲ οὐ διαίρεσις. εἰ δὲ διαφοραί, ἔσται τὸ αὐτὸ καὶ ἓν ἐν τοῖς ἀντικειμένοις.
因此有四门[种差],白的两门,黑的两门,而正如他们自己也会说的那样,这些种差中的每一门连同其特有的属,都能生成一个种;因此种也是四个。由此可见,所提之属有多少种差,也就有多少个种。在所有其他情况下也是如此。而“或者从一倍加出来的任何其他数量”相当于说,即便被划分和倍加的事物不是白与黑,[情况也是一样的]。因为白本身为一,却被划分为二,而二是一的两倍。因此,即便不是白而是别的事物,也将产生相同的结果。既然种差存在于其特有的属之中如同形式存在于质料之中,那么无论有多少种差,也就将有多少个种。因为形式(即产生种的种差)若是没有质料(即没有属)就不能产生动物,质料与属若是没有形式也同样不能[产生动物]。 此外,应当依据存在于实体之中的属性(也就是通过本质上归属的属性)来进行划分,而不应依据自身附性来进行划分,正如这些人所做的那样;正是由此尤其导致了同一的种落入相反的种差之下,以及存在诸欠缺的种。因为有翅与无翅、无足与有足,对于动物而言属于自身附性,正如具有三内角之和等于两直角对于三角形而言也是如此。他说,此外,他们是用对立者来进行划分,例如划分为白与黑,而不是划分为白与光滑;由此导致了存在诸欠缺的种。 除这些之外,既然动物由灵魂与身体构成,且动物之中的事物,有些属于灵魂,有些属于身体,有些属于两者的结合体(正如在《论灵魂》中所说的那样),他说,他们是按照灵魂与身体的共有感受来对动物进行划分的;因为飞行、行走及诸如此类的事物,属于由灵魂与身体所构成的两者结合体。由此导致了对立者属于同一事物[……]列举的诸事物中的每一个:如果一方面野羊与家羊是同名异义的,那么羊的自然本性并没有按照应当进行划分的方式被分别划分为在种上有差异者,而仅仅划分了名称;但如果另一方面家羊与野羊在种上是一致的,那么家与野就不是种差,而是附性;而这就不是划分。但如果它们是种差,同一且唯一的事物就将存在于对立者之中。
- 1.10τὸ δὲ ἢ ἄλλο τι πλῆθος τῶν ἀφ’ ἑνὸς διπλασιαζομένων ἴσον ἐστὶ τῷ κἂν μὴ λευκὰ καὶ μέλανα εἴη
中性定冠词 τὸ 将引自亚里士多德原文(643a13)的短语 ἢ ἄλλο τι πλῆθος τῶν ἀφ’ ἑνὸς διπλασιαζομένων 名词化,作为主语。由谓语 ἴσον ἐστί 所支配的与格冠词 τῷ 引导了带有省略的假设句 κἂν μὴ ... εἴη,充当其实质补足语(“相当于即使……也是同样的情况”)。
- 1.10συμβαίνει δ’ ἐκ τούτου τὰ ἀντικείμενα τῷ αὐτῷ ὑπάρχειν * * ὧν ἕκαστον τῶν ἀπηριθμημένων
由于星号标示的原文缺文(lacuna),关系代词 ὧν 的直接支配动词脱落,构成了破格句法(anacoluthon)。在语境中,短语 ὧν ἕκαστον τῶν ἀπηριθμημένων 充当下文由三个条件句(εἰ μὲν ... εἰ δὲ ... εἰ δὲ διαφοραί ...)构成的三难推理的前提,用以逐一检视野羊与家羊的例子。
