← 艾菲索斯的米海尔

亚里士多德《动物结构》评注

§13.11-14.6

最下种与种差数量相等所致的二分法谬误

米海尔基于《动物部分论》643a7,阐释了二分法必然导致不可分割的种差与最下种数量相等的荒谬推论,并借助属的二分模型解明了亚里士多德对二分法的反驳(即种必须多于种差)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.10#1

" Ἔσονται δὲ διαφοραὶ ἴσαι τοῖς ἀτόμοις ζῴοις." Καὶ τοῦτο ἐκ τῆς εἰς δύο διαιρέσεως τῶν γενῶν συνάγεται, τὸ εἶναι τοσαύτας τὰς διαφοράς, ὅσα τὰ εἴδη. ἐπειδὴ γὰρ τὴν διαίρεσιν ποιοῦνται, ἕως ἂν εἰς διαφορὰν καταντήσωσι μὴ ἐπιδεχομένην διαίρεσιν, αὕτη δὲ μετὰ τοῦ οἰκείου γένους εὐθὺς εἶδός ἐστι, φανερὸν ὅτι ὅσα ἄτομα ζῷα, ἤγουν εἰδικώτατα εἴδη, τοσαῦται καὶ αἱ διαφοραί, εἴπερ ἄτομοι καὶ αὗται καὶ μηδεμία κοινή· εἰ γάρ ἐστι κοινή τις διαφορά, ἔσται τὸ αὐτὸ ὑπὸ τὰς ἀντικειμένας διαφοράς, ὅπερ ἤδη λέγειν πεπαύμεθα. τὸ δὲ εἰ ἐνδέχεται μὴ ὑπάρχειν καὶ κοινήν, ἄτομον δέ, δῆλον ὅτι ἐν τῷ αὐτῷ ἐστι δυνάμει τοιοῦτόν ἐστιν·1 εἰ δὲ λέγουσιν οἱ τὰς τοιαύτας διαιρέσεις ποιούμενοι ὅτι οὐκ ἐνδέχεται ἐν τῇ τοῦ εἴδους συστάσει κοινὴν καὶ κατ’ ἄλλων εἰδῶν λεγομένην λαμβάνειν διαφοράν, ἀλλ’ ἄτομον, εἰ δὲ τοῦτο, οὐκ ἔσονται τῆς στερήσεως εἴδη (εἰς τοῦτο γὰρ πάλιν ὁ λόγος τείνει), εἰ οὖν τοῦτο, φησί, λέγουσι, δῆλον ὡς2 εἰ μὴ κατὰ τὰς ἀτόμους τοῦτο συμβαίνει διαφοράς, ἀλλὰ κατὰ τὴν κοινὴν συμβήσεται, καὶ ἔσται τὰ ἕτερα τῷ εἴδει ζῷα ἐν τῇ αὐτῇ διαφορᾷ· τοῦτο δὲ ταὐτόν ἐστι τῷ εἶναι εἴδη τῶν διαφορῶν, ὥστε καὶ τῶν στερήσεων, εἴπερ καὶ αὗται διαφοραί. εἰ οὖν ἴδιοι καὶ ἄτομοί εἰσιν αἱ διαφοραί, οὐκ ἔσται οὐδεμία κοινή, ἢ εἰ ἔσονται κοιναί, τὰ ἕτερα τῷ εἴδει εἰς τὴν αὐτὴν βαδιεῖται καὶ ἔσται καὶ τῆς στερήσεως, ὡς πολλάκις εἴπομεν, εἴδη’. ταῦτα εἰπὼν προσδιορίζεται λέγων δεῖ δὲ οὔτε τὸ αὐτὸ καὶ ἄτομον εἰς ἑτέραν καὶ ἑτέραν ἰέναι διαφοράν, ὥσπερ ὁ μύρμηξ εἰς τὸ πτερωτὸν καὶ ἄπτερον, οὔτε εἰς τὴν αὐτὴν τὰ ἕτερα, ὥσπερ ὁ ἄνθρωπος καὶ ὁ ὄρνις εἰς τὸ ὑπόπουν· οὕτω γὰρ ἔσται καὶ τῶν στερήσεων εἴδη. καὶ πάντα εἰς ταύτας, τουτέστι καὶ δεῖ τὴν τοῦ ζῴου διαίρεσιν οὕτω ποιήσασθαι, ἵνα πάντα τὰ ζῷα εἰς τὰς τοῦ ζῴου διαφορὰς ἐμπεσεῖται. καὶ λοιπὸν συμπεραίνεται λέγων ‘φανερὸν τοίνυν ὅτι οὐκ ἔστιν ἐκ τῆς διχοτομίας λαβεῖν τὰ ἄτομα εἴδη. ἀναγκαῖον γὰρ κατ’ ἐκείνους ἴσας εἶναι τὰς διαφορὰς τοῖς εἴδεσιν, ὅπερ ἀδύνατον· δεῖ γὰρ τὰ εἴδη πλείονα εἶναι τῶν διαφορῶν’. εἶτα καὶ δι’ ὑποδείγματος σαφηνίζει, πῶς συμβαίνει ἴσας εἶναι τὰς διαφορὰς τοῖς εἴδεσιν. ἔστω γάρ, φησίν, σαφηνείας ἕνεκα τόδε τι γένος καὶ διῃρήσθω πρῶτον εἰς δύο φέρε εἰπεῖν λευκὸν καὶ μέλαν, καὶ ἑκάτερον τούτων πάλιν εἰς δύο, καὶ ἔστωσαν αὗται αἱ τελευταῖαι καὶ ἄτομοι τοῦ προκειμένου γένους διαφοραί.

“而种差将与不可分割的动物等数。” 种差与种一样多这一点,也是从将属二分得出的推论。因为既然他们进行划分,直到达到不再接受划分的种差为止,而这一种差连同其特有的属随即就是种,那么显然,有多少不可分割的动物(即最下种),也就有多少种差,只要这些种差本身也是不可分割的且没有任何一个是共通的。因为如果有某种共通的种差,同一事物就会处于相反的种差之下,而这一点我们已经讲完了。而“但如果可能不存在共通的种差,而唯有不可分割的种差,显然它存在于同一物中”在实质上是这样的意思:如果进行此类划分的人说,在种的构成中,不可能采取共通的、亦述说其他种的种差,而只能采取不可分割的种差,而如果这样,欠缺就不会具有种(因为论述再次指向了这一点)——他说,如果他们这样说,显然就算这在不可分割的种差上不会发生,但在共通的种差上必然会发生,且在种上有差异的动物将存在于同一门种差之中;而这等同于种差具有种,从而欠缺只要本身也是种差,欠缺也同样具有种。“因此,如果种差是特有且不可分割的,就不会有任何共通的种差;或者如果它们是共通的,在种上有差异者就会进入同一门种差,并且正如我们屡次所说的那样,欠缺也将会具有种”。在说了这些之后,他进一步限定道:“既不应当让同一且不可分割的事物走向不同的种差,如蚂蚁走向有翅和无翅,也不应当让相异的事物走向同一门种差,如人和鸟走向有足者;因为这样一来欠缺也将具有种。‘并且万物进入这些种差’”,也就是说,还必须这样对动物进行划分,以使所有的动物都落入动物的种差之中。最后他得出结论说:“由此可见,不可能从二分法中获得不可分割的种。因为按照他们的说法,种差必然与种等数,而这是不可能的;因为种必须多于种差。”随后,他还通过实例阐明了种差如何会与种等数。他说,为了清楚起见,假定有某个属,首先将其分为二,比方说分为白与黑,然后将这两者各自再分为二,并假定这些就是所提之属的最终且不可分割的种差。

语法注2 条
  1. 1.10τὸ δὲ εἰ ἐνδέχεται μὴ ὑπάρχειν καὶ κοινήν, ἄτομον δέ, δῆλον ὅτι ἐν τῷ αὐτῷ ἐστι δυνάμει τοιοῦτόν ἐστιν

    由中性定冠词 τὸ 引导的亚里士多德原文引句(εἰ ἐνδέχεται ... ἐν τῷ αὐτῷ ἐστι)整体作全句主语,后接谓语 δυνάμει τοιοῦτόν ἐστιν(“实质上其意如下/大体上是这样的意思”)。这是注释者用来引出对所引词句之解读的典型标示性句构。

  2. 1.10εἰ δὲ λέγουσιν ... εἰ δὲ τοῦτο ... εἰ οὖν τοῦτο, φησί, λέγουσι, δῆλον ὡς

    由于条件从句多重嵌套且中途插入了解释论述走向的括号句(εἰς τοῦτο γὰρ πάλιν ὁ λόγος τείνει),注释者通过 εἰ οὖν τοῦτο, φησί, λέγουσι(复取小词 οὖν)重新拾起前述条件,最终引出主句 δῆλον ὡς(“显然……”)。这属于典型的复述衔接型长句构造。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:13.11-14.6