← 艾菲索斯的米海尔

亚里士多德《动物结构》评注

§12.1-13.10

正态与欠缺种差中二分法的失效

米海尔注解了《动物部分论》642b30关于二分法困难的论述,梳理了在作为正态的种差中二分的失效,以及在诸如无血者等欠缺性种差中不得不承认种的存在所带来的逻辑矛盾。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.9

" Χαλεπὸν μὲν οὖν διαλαβεῖν καὶ εἰς τοιαύτας διαφοράς, ὧν ἔστιν εἴδη." Εἰπὼν ὅτι τοῖς διαιροῦσιν εἰς δύο τὰ γένη ἀναγκαῖον στερήσει τὴν διαίρεσιν ποιεῖν, καὶ δὴ ποιοῦσι, καὶ εἰς ἄτοπον συνωθήσας τὸν λόγον τὸ εἴδη εἶναι τῆς στερήσεως καὶ τοῦ μὴ ὄντος, λέγει ὅτι καὶ ἐπὶ τῶν διαφορῶν τῶν ὡς ἕξεων λεγομένων, ὑφ’ ἃς φανερῶς ἐστιν εἴδη, χαλεπόν ἐστι διχοτομοῦντας διαλαβεῖν καὶ ὑπὸ μίαν διαίρεσιν θεῖναι εἶδός τι, ὡς μὴ ἐμπεσεῖν καὶ εἰς τὴν ἀντικειμένην. εὐθὺς γὰρ ὁ μύρμηξ καὶ ὑπὸ τὸ πτερωτόν ἐστι καὶ ὑπὸ τὸ ἄπτερον· ἀνάγκη οὖν μὴ μόνον ἐπὶ τῆς στερήσεως τοῦτο πάσχειν πρὸς τῷ καὶ εἴδη εἶναι αὐτῆς, ἀλλὰ καὶ ἐπὶ τῶν ἕξεων. πάντων δὲ χαλεπώτατον ἢ ἀδύνατον εἰς τὰ ἄναιμα.1 τοῦτο οὐ πρὸς τὸ χαλεπὸν μὲν οὖν διαλαβεῖν καὶ εἰς τοιαύτας διαφοράς, ὧν ἔστιν εἴδη εἴρηται, ἀλλὰ πρὸς τὸ δεῖ δὲ τῆς καθόλου διαφορᾶς εἴδη εἶναι· εἰ γὰρ μὴ ἔσται, διὰ τί ἂν εἴη τῶν καθόλου; ὥστε ἔσται τῆς στερήσεως εἴδη, 〈οἷον〉 τῆς ἀποδίας. τοῦτο δὴ κἀνταῦθα κατασκευάζει λέγων πάντων δὲ χαλεπώτατον ἢ ἀδύνατον εἰς τὰ ἄναιμα, καὶ προσυπακουστέον τὸ μὴ εὑρίσκεσθαι εἴδη. ἀδύνατον γάρ, φησί, μὴ εἶναι εἴδη τῆς ἀναιμίας, καὶ συντόμως ἐπήγαγε τὴν τοῦ ἀδυνάτου αἰτίαν εἰπὼν ἀναγκαῖον ἑκάστην τῶν διαφορῶν ὑπάρχειν τινὶ τῶν καθ’ ἕκαστον. εἰ οὖν τὸ ἔναιμον ὑπάρχει τινί, δῆλον ὅτι καὶ τὸ ἀντικείμενον τὸ ἄναιμον, εἴπερ ἐστὶ διαφορά. δείξας οὖν οὕτως ὅτι ὑπάρχει καὶ τὸ ἄναιμόν τισι τῇ τοῦ ἐναίμου παραθέσει, κατασκευάζει τὸ προκείμενον, φημὶ δὴ τὸ εἶναι εἴδη καὶ τοῦ ἀναίμου, λέγων εἰ δὲ μὴ ἐνδέχεται τοῖς εἴδει διαφέρουσι, καὶ τὰ ἑξῆς. διαφέρει δὲ τῷ εἴδει ἄνθρωπος καὶ ὄρνις καὶ τὰ ὅμοια· εἰ οὖν μὴ ἐνδέχεται τοῖς διαφέρουσι τῷ εἴδει ὑπάρχειν εἶδός τι ἄτομον τῆς οὐσίας καὶ ἕν (λέγων εἶδός τι ἄτομον καὶ ἓν ἐνταῦθα τὴν διαφοράν,2 οἷον τὴν διποδίαν), εἰ οὖν μὴ ἐνδέχεται τὴν αὐτὴν καὶ μίαν τῷ ἀριθμῷ διποδίαν ὑπάρχειν ἀνθρώπῳ καὶ ὄρνιθι (ἄλλη γὰρ ἡ ἐν τῷ ἀνθρώπῳ διποδία καὶ ἑτέρα ἡ ἐν τῷ ὄρνιθι) ὡσαύτως ἄλλο τὸ ἐν ἀνθρώπῳ ἔναιμον καὶ ἕτερον τὸ ἐν ὄρνιθι. καὶ ὅτι ἕτερον καὶ ἕτερον καὶ τὸ ἔναιμον καὶ τὸ δίπουν, κατασκευάζει διὰ τοῦ ἢ οὐδὲν τῆς οὐσίας τὸ αἷμα θετέον.3 ἐλλιπῶς δὲ τοῦτο τεθὲν καὶ ἀσαφῶς εἴη ἂν τὸ πλῆρες τοιοῦτον· πότερον τὸ ἔναιμον τῆς οὐσίας ἔστι τοῦ ἀνθρώπου καὶ ὄρνιθος ἢ οὔ; εἰ μὲν οὐκ ἔστιν, ἔσται ἄναιμον ὁ ἄνθρωπος καὶ ὁ ὄρνις, ὅπερ ἀδύνατον· εἰ δ’ ἔστι τῆς οὐσίας, πότερον ἕτερον τὸ ἐν ἀνθρώπῳ ἔναιμον καὶ ἄλλο τὸ ἐν ὄρνιθι, ἢ ταὐτόν· εἰ μὲν οὖν ταὐτόν, ἡ μία καὶ ἡ αὐτὴ διαφορὰ ὑπάρξει δυσί, καὶ ἔσται ὁ ἄνθρωπος καὶ ὁ ὄρνις τὸ αὐτό· λείπεται ἄρα ἕτερον εἶναι καὶ ἕτερον. εἰσὶν ἄρα εἴδη τοῦ ἐναίμου· εἰ δὲ τοῦτο, ἢ ἀδύνατον τὸ ἄναιμον καὶ τὴν στέρησιν διαφορὰν εἶναι, ἢ εἴπερ ἔστιν, ἔσονται τῆς στερήσεως εἴδη· διὰ τί γὰρ τοῦ ἐναίμου διαφορᾶς ὄντος ἔσονται εἴδη, τοῦ δὲ ἀναίμου διαφορᾶς καὶ αὐτοῦ ὄντος οὐκ ἔσται; ἔστιν οὖν ἡ συναγωγὴ τοῦ λόγου τοιαύτη ‘εἰ οὖν μὴ ἐνδέχεται τὴν αὐτὴν καὶ μίαν διαφορὰν ὑπάρχειν τοῖς διαφέρουσι τῷ εἴδει, ἔσονται τοῦ ἐναίμου εἴδη. ἀλλὰ μὴν οὐκ ἐνδέχεται, ὡς δέδεικται· εἰσὶν ἄρα τοῦ ἐναίμου εἴδη. εἰ δὲ τοῦτο, καὶ τοῦ ἀναίμου, ὅπερ ἔδει δεῖξαι.

“因此,即使划分入具有种的此类种差,也是困难的。” 在说明了对于把属二分的人而言,依欠缺来进行划分是必然的,且他们确实在这样做,并将论述推向了欠缺和非存在具有种这一荒谬结论之后,他说,即便在那些作为正态被述说的、其下显然有种存在的种差上,二分者要进行区分并将某个种归入单一划分之下,以至于不致于也落入相反的划分之中,也是困难的。因为蚂蚁立刻既处于有翅之下,又处于无翅之下;因此必然不仅在欠缺上承受这种境况(外加欠缺还会具有种),而且在正态上也同样如此。“然而在一切之中,最困难或不可能的,是〔划分〕入无血动物。”这话不是针对“因此,即使划分入具有种的此类种差,也是困难的”而说的,而是针对“但普遍种差必须具有种;因为如果没有,它凭什么属于普遍之物呢?”而说的。从而欠缺就会具有种,〈例如〉无足性[的种]。正是这一点,他在这里也通过说“然而在一切之中,最困难或不可能的,是〔划分〕入无血动物”来论证,并且必须补足理解“未发现其种”。他说,因为无血性不可能没有种,并且他简短地附上了不可能性的原因,说“各种差必然属于某些个别之物。”因此,如果“有血者”属于某物,显然其对立面“无血者”也同样属于,只要它确实是种差。于是,在通过与“有血者”对照而表明了“无血者”也属于某些事物之后,他通过说“但如果对于在种上有区别的事物而言,不可能……”等,论证了提出的主题,我指的正是无血者也具有种。而在种上有区别的是人和鸟以及类似的事物;因此,如果对于在种上有区别的事物而言,不可能有实体之不可分割且单一的某种形式属于它们(他在此处用“不可分割且单一的某种形式”来指称种差,例如二足性)——因此,如果在数目上同一且单一的二足性不可能同时属于人和鸟(因为人身上的二足性是一回事,而鸟身上的则是另一回事),同样,人身上的有血者是一回事,而鸟身上的则是另一回事。至于有血者和二足者各自都是互不相同的另一回事,他是通过“否则必须将血液设定为完全不属于实体”来论证的。而由于这一表述被残缺且含混地提出,其完整的表述应当是这样的:有血究竟属于人和鸟的实体,还是不属于?如果不属于,人和鸟就将是无血的,这绝不可能;但如果属于实体,人身上的有血者与鸟身上的有血者是互不相同的,还是同一的?如果同一,那么单一且同一的种差就将属于两个事物,人和鸟就会成为同一事物;因此剩下的唯有它们互不相同。所以,有血者具有种;而如果这样,要么无血者和欠缺不可能成为种差,要么只要它是种差,欠缺就将具有种;因为凭什么在有血者是种差时会有它的种,而无血者自身也是种差时却没有种呢?因此,论证的推导总结如下:“因此,如果同一且单一的种差不可能属于在种上有区别的事物,那么有血者就将具有种。然而正如已经表明的,这绝不可能;因此,有血者具有种。而如果这样,无血者也具有种”,这正是所要证明的。

语法注3 条
  1. 1.9πάντων δὲ χαλεπώτατον ἢ ἀδύνατον εἰς τὰ ἄναιμα

    引自亚里士多德正文(642b35)。米海尔在后文中指出,在句法上必须补足“未发现其种”(τὸ μὴ εὑρίσκεσθαι εἴδη)作为理解的核心。即此处并非指划分入无血动物本身最困难,而是指“断定无血动物中没有种的存在”是不可能的。

  2. 1.9λέγων εἶδός τι ἄτομον καὶ ἓν ἐνταῦθα τὴν διαφοράν

    分词 λέγων 支配双重宾格(εἶδός τι ἄτομον καὶ ἕν 与 τὴν διαφοράν),意为“在此处将‘不可分割且单一的某种形式’指称为种差”。该结构用于说明亚里士多德转用 εἶδος 一词来代指“种差”(διαφορά)。

  3. 1.9ἢ οὐδὲν τῆς οὐσίας τὸ αἷμα θετέον

    引用亚里士多德 643a2。动形词 θετέον 支配宾格 τὸ αἷμα,以 οὐδὲν τῆς οὐσίας(不属于实体的任何事物)作表语补足成分。米海尔随即指出该句表述简略残缺(ἐλλιπῶς),并将其展开为关于有血性是否属于实体的完整析取归谬论证。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:12.1-13.10