← 艾菲索斯的米海尔

亚里士多德《动物结构》评注

§11.1-11.35

二分法的难点与依欠缺划分的不可能

米海尔注释了二分法中关于“撕裂属”和“依欠缺划分”的难点。在解释了基于相似性程度的共通名称(如鸟)与无名类别(有血动物)的区别之后,他阐述了亚里士多德关于欠缺作为非存在不可能具有自身的种差或种的论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.8#2

Καὶ ταύτῃ μὲν οὖν τῇ ὁμοιότητι, τῷ τε σχιζοπτέρῳ 〈καὶ〉 τῷ ῥυγχωτῷ κεῖται ὄνομα ὄρνις, ἄλλῃ δὲ ὁμοιότητι ἰχθύς, τινὲς δὲ ὁμοιότητες ἀνώνυμοί εἰσιν· ἐπὶ γὰρ τῶν ἐναίμων οὐ κεῖται ὄνομα ὥσπερ ἐπὶ τῶν σχιζοπτέρων ὁ ὄρνις. ἀπορήσειε δ’ ἄν τις, πῶς ὥσπερ ὁ ὄρνις ὄνομά ἐστιν, οὐκ ἂν εἴη καὶ τὸ ἔναιμον ὄνομα, ἀλλ’ ἀνώνυμον. ἢ ἐπὶ μὲν τῶν ὀρνίθων πάνυ πολλὴ ἡ πρὸς ἄλληλα ὁμοιότης·1 καὶ γὰρ κατὰ τὸ σχιζόπτερον ὅμοιά εἰσι κόραξ, κορώνη, τὰ ἄλλα καὶ κατὰ τὰ ῥύγχη καὶ κατὰ τοὺς πόδας, ἀλλὰ δὴ καὶ κατὰ τὰ ἐντός, μόνῳ δὲ τῷ μεγάλῳ καὶ μικρῷ διαφέρουσι· τῶν γὰρ ὀρνίθων τινῶν μέν εἰσι καὶ οἱ πόδες καὶ τὰ πτερὰ μείζονα, τινῶν δ’ ἐλάττονα. διὰ οὖν τὴν τοιαύτην ὁμοιότητα ὄνομα καλεῖν τὸ κοινῶς κατ’ αὐτῶν λεγόμενον, φημὶ δὴ τὸν ὄρνιν, οὐκ ἀπηξίωσεν. ἐπὶ δὲ τῶν ἐναίμων, ἐπειδὴ λίαν ἀνόμοια ἢ καὶ πάντῃ πρὸς ἄλληλα τυγχάνουσιν, οὐκ ἠθέλησε τὸ ἔναιμον ὄνομα εἰπεῖν. τίνα γὰρ ὁμοιότητα ἔχει ὁ τοῦ ἀνθρώπου ποὺς πρὸς τὸν τοῦ ἵππου ἢ ἡ κεφαλὴ πρὸς τὴν κεφαλὴν ἢ τὰ πλείω τούτων, ἵνα μὴ λέγω πάντα.2 Εἰπὼν οὖν ἔτι προσήκει μὴ διασπᾶν ἕκαστον γένος, καὶ μεταξὺ ἀκόλουθά τινα τοῖς λεχθεῖσιν εἰπὼν ἐπήγαγεν εἴπερ οὖν μηδὲν τῶν ὁμογενῶν διασπαστέον, ἡ εἰς δύο διαίρεσις μάταιος ἂν εἴη, τουτέστιν εἰ δεῖ μὴ διασπᾶν τὰ ὁμογενῆ μηδὲ τὸ αὐτὸ καὶ ἓν ὑπὸ τὰς ἐναντίας τιθέναι διαιρέσεις, μάταιός ἐστιν ἡ εἰς δύο διαίρεσις· διασπᾷ γὰρ καὶ ὑπὸ ἐναντίας τίθησι διαιρέσεις τὸ αὐτὸ καὶ ἕν. τοῦ γὰρ πολύποδος τὸ μέν ἐστιν ἐν τοῖς πεζοῖς, τὸ δ’ ἐν τοῖς ἐνύδροις. Ἔτι τοὺς εἰς δύο τὴν διαίρεσιν ποιοῦντας ἀναγκαῖον στερήσει διαιρεῖν, καὶ οὐχ ἡμεῖς τοῦτό φαμεν, ἀλλὰ κἀκεῖνοι οὕτω ποιοῦσι. τοῦ γὰρ ζῴου φασὶ τὸ μέν ἐστιν ὑπόπουν τὸ δ’ ἄπουν, καὶ τὸ μὲν πτερωτὸν τὸ δ’ ἄπτερον· στέρησις δὲ καὶ τὸ ἄπτερον καὶ τὸ ἄπουν, συμβαίνει δ’ ἐκ τούτου εἴδη εἶναι τῆς στερήσεως. οὐκ ἔστι δὲ διαφορά, τουτέστιν οὐκ ἔστιν εἴδη τῆς στερήσεως, καθὸ στέρησις· τοῦ γὰρ μὴ ὄντος (μὴ ὂν γὰρ ἡ στέρησις, ὡς ἐν τῷ Α τῆς Φυσικῆς ἀκροάσεως εἴρηται) τοῦ γὰρ δὴ μὴ ὄντος ἀδύνατον εἶναι εἴδη. δεῖ δὲ καὶ ἔχειν εἴδη, εἴπερ ἐστὶ καθόλου διαφορά· εἰ γὰρ μὴ ἔχει εἴδη, διὰ τί ἄν εἴη τῶν καθόλου καὶ οὐ τῶν καθ’ ἕκαστα; τὰ μὲν οὖν λεγόμενα οἶμαι τοιαῦτα· κατὰ δὲ τὴν λέξιν τὴν οὐκ ἔστι δὲ διαφορὰ στερήσεως ᾗ στέρησις τὸ διαφορὰ ἀντὶ τοῦ εἶδος εἶπεν·3 ἔδει γὰρ εἰπεῖν ‘οὐκ ἔστι δὲ εἶδος στερήσεως’. τοῦτο δὲ εἶπε διὰ τὸ τὰ εἴδη ὑπὸ τῶν διαφορῶν συνίστασθαί τε καὶ οὐσιῶσθαι.

因此,对于这种相似性,即拥有分羽的翅膀〈和〉拥有喙,“鸟”这个名称被确立下来,而对于另一种相似性确立了“鱼”,但某些相似性是没有名称的;因为对于有血动物,并不像在拥有分羽翅膀者身上确立“鸟”那样确立了名称。但有人可能会提出疑难:既然“鸟”是一个名称,怎么可能“有血者”不也是一个名称,反而是无名的呢?或者应当说,在鸟类中彼此之间的相似性非常大;因为渡鸦、乌鸦以及其他鸟类在分羽之翅上是相似的,在喙和足上也是相似的,不仅如此,在内脏器官上也相似,仅仅在大小上有所不同;因为在鸟类中,某些鸟的足和翅膀较大,而另一些则较小。因此,由于这种相似性,他并不认为将普遍述说它们的东西称为名称是不恰当的,我指的正是“鸟”。然而在有血动物中,由于它们彼此之间极其不相似甚至完全不相似,他不愿将“有血者”称为名称。因为人的足与马的足,或者头部与头部,或者它们之中的大多数部位,姑且不说全部,到底有什么相似性呢?因此,他在说了“此外,不应当将各个属撕裂”,并在中途说了与所说内容相承接的某些话之后,接着补充道:“既然同类的东西绝不应当被撕裂,那么二分法将是徒劳的”,也就是说,如果不可撕裂同类之物,也不可将同一且单一之物置于相反的划分之下,二分法就是徒劳的;因为正是它撕裂了同一且单一之物,并将其置于相反的划分之下。因为在多足动物中,一部分属于陆生动物,另一部分则属于水生动物。此外,将划分进行为二分的人必然要依欠缺来划分,这并非我们所说,而是他们自己就是这样做的。因为他们说,动物一部分是有足的,另一部分是无足的,一部分是有翅的,另一部分是无翅的;然而无翅和无足都是欠缺,由此便导致了存在欠缺的种。但是,就欠缺作为欠缺而言,并没有欠缺的种差,也就是说并没有欠缺的种;因为对于非存在(正如在《物理学》第一卷中所说,欠缺是非存在)——对于非存在而言,不可能存在种。而如果它是普遍的种差,它也必须具有种;因为如果它没有种,它凭什么属于普遍之物而不属于个别之物呢?因此,我认为所说的内容是这样的;而就文句“并没有欠缺作为欠缺的种差”而言,他是用“种差”代替了“种”;因为他本应当说“并没有欠缺的种”。而他之所以这样说,是因为种是由种差所构成并获得其实体性的。

语法注3 条
  1. 1.8ἢ ἐπὶ μὲν τῶν ὀρνίθων πάνυ πολλὴ ἡ πρὸς ἄλληλα ὁμοιότης

    小词 ἢ 用于引出对前一句设问/疑难(ἀπορήσειε δ’ ἄν τις, πῶς...)的解答(solutio)。其功能为“或者说/抑或是[因为……]”,以此提出鸟类具有普遍名称而有血动物没有的原因。

  2. 1.8ἵνα μὴ λέγω πάντα

    独立的目的从句,在此作插入性的副词限定用法,意为“姑且不说全部”或“免得我说全部”,修饰并限定前文的 τὰ πλείω τούτων(“它们之中的大多数”)。

  3. 1.8τὸ διαφορὰ ἀντὶ τοῦ εἶδος εἶπεν

    带介词 ἀντί 加属格冠词 τοῦ 的结构:“他用[词语]种差代替了种”,其中中性定冠词 τὸ 引号性地修饰引用的名词 διαφορά。注解者在此做出句法与用词上的判断,认为亚里士多德文句中的 διαφορά 应当按 εἶδος 的意义来理解。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:11.1-11.35