- 底本
- Michael, In Libros De Partibus Animalium Commentaria. Commentaria in Aristotelem Graeca XXII.2, ed. M. Hayduck, Berlin: Reimer 1904, pp. 1-99. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg003.humanitext-grc1:9.29-10.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔紧扣亚里士多德(642b5),批判柏拉图通过二分法分割属以定义最具体之种的方法。他阐明了二分法的两大缺陷:最终种差已包含在先种差因而导致同语反复,以及单一的种会被撕裂并置于相反种差之下。
" Λαμβάνουσι δ’ ἔνιοι τὸ καθ’ ἕκαστον διαιρούμενοι τὸ γένος εἰς δύο διαφοράς." Τὰ εἰδικώτατα εἴδη λαμβάνειν ὁ Πλάτων βουλόμενος (ταῦτα γὰρ εἶπε καθ’ ἕκαστον) ἐλάμβανε τὸ γένος καὶ διῄρει εἰς δύο, καὶ ἑκάτερον πάλιν τῶν τμημάτων εἰς δύο κἀκεῖνο, οὕτω λέγων ‘τῆς ποδότητος τὸ μέν ἐστι πολύπουν, τὸ δ’ ὀλιγόπουν’, καὶ ἑκάτερον τούτων διῄρει πάλιν εἰς δύο, καὶ διὰ τῆς τοιαύτης διαιρέσεως ἐπειρᾶτο λαμβάνειν τὰ εἰδικώτατα εἴδη. δείκνυσι δὲ οὗτος διὰ πλειόνων ὡς ἀδύνατόν ἐστι διὰ τῆς τοιαύτης μεθόδου λαμβάνειν τὰ εἴδη· συμβαίνει γὰρ οὕτω τὸ αὐτὸ καὶ ἓν εἶδος πίπτειν ὑπὸ τὰς ἐναντίας διαφοράς, ὡς δείξει, ὅπερ οὐ καλόν· ἡ γὰρ διαίρεσις ἐπὶ τούτῳ γίνεται, ἵνα ἐν θατέρῳ τμήματι τὸ ζητούμενον ἐμπεσεῖται, ἀλλ’ οὐκ ἐν τοῖς ἀμφοτέροις· γίνεται δὲ τοῦτο διὰ τὸ τὴν διαίρεσιν εἰς δύο βούλεσθαι ποιεῖν. πῶς δὲ δεῖ τὰς διαιρέσεις ποιεῖσθαι, αὐτὸς ἐρεῖ μετὰ τὰς πρὸς τὸν Πλάτωνα ἀντιλογίας. ἃ δὲ νῦν λέγει ταῦτα ἂν εἴη· λαμβάνειν, φησί, πειρῶνται τὸ καθ’ ἕκαστον ἤτοι τὸ εἰδικώτατον εἶδος, διαιροῦντες τὸ γένος εἰς δύο διαφοράς· τὸ δὲ οὕτω λαμβάνειν αὐτὸ πειρᾶσθαι τῇ μέν ἐστιν οὐ ῥᾴδιον, τῇ δὲ ἀδύνατον. καὶ τῆς δυσκολίας καὶ τοῦ ἀδυνάτου τὴν αἰτίαν ἐπήγαγεν εἰπὼν ἐνίων γὰρ ἔσται διαφορὰ μία μόνη,1 τουτέστιν ἐπί τινων μία διαφορὰ ἡ τελευταία ἐστὶν ἡ τὸ πρᾶγμα εἰδοποιοῦσα· συμβαίνει οὖν ἐκ τῆς διχοτομίας πολλάκις λέγειν τὸ αὐτό. ἔστω οὖν λαβεῖν ἐκ τῆς τοιαύτης διαιρέσεως τὸν ἄνθρωπον καὶ ῥητέον ‘τοῦ ζῴου τὸ μέν ἐστιν ὑπόπουν τὸ δ’ ἄπουν· ὁ δὲ ἄνθρωπος ἄπουν μὲν οὐκ ἔστιν, ὑπόπουν ἄρα. καὶ τοῦ ὑπόποδος τὸ μέν ἐστι δίπουν τὸ δὲ πολύπουν· ὁ δ’ ἄνθρωπος πολύπουν μὲν οὐκ ἔστι, δίπουν δ’ ἄρα. ὁ ἄνθρωπος ἄρα ἐστὶ ζῷον ὑπόπουν δίπουν’. ὥστε δὶς εἴρηται τὸ ὑπόπουν· τὸ γὰρ δίπουν ὑπόπουν ἐστίν. οὕτως δὲ ἔδει λέγειν, ὁ ἄνθρωπός ἐστι ζῷον δίπουν, οὐ μὴν ζῷον ὑπόπουν δίπουν. πάλιν τὸ ζῷον διαιρεῖται εἰς ὑπόπουν καὶ ἄπουν, τὸ ὑπόπουν εἰς δίπουν καὶ πολύπουν, τὸ δίπουν εἰς σχιζόπουν καὶ ἀσχιδές· ὁ ἄνθρωπος ἄρα ἐστὶ ζῷον πεζὸν δίπουν σχιζόπουν. τρὶς ἄρα εἴρηται τὸ ὑπόπουν [καὶ δὶς τὸ δίπουν, καὶ πολύπουν τὸ δίπουν]· ὅτε γὰρ εἶπε δίπουν, ὑπόπουν εἶπεν, ἀλλὰ μὴν εἶπε τὸ ὑπόπουν καὶ ἐν τῇ ἀπαριθμήσει, ὅτε ἔλεγεν ὁ ἄνθρωπός ἐστι ζῷον ὑπόπουν δίπουν· ὥστε ὅτε εἶπεν ὑπόπουν, εἶπεν ἐξ ἀνάγκης τὸ ὑπόπουν, ἀλλὰ καὶ ὅτε εἶπε τὸ δίπουν, ὑπόπουν εἶπε· τὸ γὰρ δίπουν ὑπόπουν ἐστίν. ἀλλὰ καὶ ὅτε σχιζόπουν εἶπεν, ὑπόπουν εἴρηκεν ὁμοίως [καὶ δίπουν]. εἰ δὴ ἡ ἐσχάτη διαφορὰ κυρία ἐστὶ τοῦ εἰδοποιεῖσθαι τὰ πράγματα,2 μάτην ἦσαν εἰλημμέναι αἱ λοιπαί· συνεπιφέρει γὰρ ἡ ἐσχάτη τὰς πρὸ αὐτῆς. εἰ δὲ λέγει τις ὡς οὐκ ἔστιν αὕτη κυρία, ἀλλὰ καὶ αἱ λοιπαί, καὶ δεῖ κἀκείνας λέγειν, συμβήσεται τὸ αὐτὸ πολλάκις λέγειν. τοῦτο δὲ εἴρηκε καὶ ἐν τῷ Ζ τῶν Μετὰ τὰ φυσικά. Ἔτι, φησί, προσήκει μὴ διασπᾶν ἕκαστον γένος, λέγων γένος τὸ εἰδικώτατον εἶδος. οὐ δεῖ οὖν διασπᾶν καὶ τιθέναι τὸ αὐτὸ καὶ ἓν εἶδος ἐν ταῖς ἐναντίαις διαφοραῖς, οἷον εἴ τις διαιρεῖ τοὺς ὄρνιθας καὶ τοὺς μὲν τίθησιν ἐν τῇδε τοὺς δὲ ἐν ἄλλῃ διαιρέσει, καθάπερ ἔχουσιν αἱ γεγραμμέναι τῷ Πλάτωνι διαιρέσεις·3 ἐν ἐκείναις γὰρ τοὺς μὲν τῶν ὀρνίθων μετὰ τῶν ἐνύδρων τετάχθαι λέγει, τοὺς δὲ ἐν ἄλλῳ γένει.
“有些人通过将属分割为两个种差来把握个别之物。” 柏拉图由于想要把握最具体的种(因为他把这些称为“个别之物”),便选取属并将其分为二,又将每个部分再次分为二,这样说:“关于足性,一部分是多足的,另一部分是少足的”,并将其中每一者再次分为二,企图通过这样的划分来把握最具体的种。然而此人[亚里士多德]通过多条论证表明,通过这样的方法把握种是不可能的。因为这样一来,正如他将要指出的那样,同一且单一的种便会落入相反的种差之下,这是不可取的;因为划分之所以进行,正是为了让所探求之物落入两个部分中的某一个,而不是同时落入两者;而出现这种情况,正是因为企图将划分进行为二分。至于应当如何进行划分,他自己将在反驳柏拉图之后予以阐述。而他现在所说的当是这些内容:他说,他们企图通过将属分割为两个种差来把握个别之物,即最具体的种;但企图通过这种方式来把握它,一方面并不容易,另一方面则是不可能的。他指出了困难和不可能的原因,说:“因为对于某些事物而言,将仅仅只有一个种差”,也就是说,对于某些事物,最后的种差才是赋予该事物以形式的唯一者;因此,从二分法中往往会导致多次说出同样的内容。那么假定从这种划分中把握人,并且应当说:“动物一部分是有足的,另一部分是无足的;但人不是无足的,因此是有足的。而在有足者中,一部分是双足的,另一部分是多足的;但人不是多足的,因此是双足的。因此人是有足的、双足的动物。”这样,“有足”便被说了两次;因为双足的就是有足的。然而本应当说“人是双足的动物”,决不应说“有足的、双足的动物”。再次,动物被划分为有足的和无足的,有足的划分为双足的和多足的,双足的划分为分趾的和不分趾的;因此人是陆生的、双足的、分趾的动物。这样,“有足”便被说了三次[且“双足”被说了两次,并且把双足说成“多足”];因为当他说“双足”时,他就已经说了“有足”,而且他在列举中也确实说了“有足”,当他说“人是有足的、双足的动物”时;因此当他说“有足”时,他固然必然地说了“有足”,但在他说“双足”时,他也说了“有足”;因为双足的就是有足的。不仅如此,当他说“分趾”时,他也同样说了“有足”[和“双足”]。如果最终的种差对于事物的形式规定是主导性的,那么其余的种差就是徒劳地被选取的;因为最终的种差连带包含了在它之前的那些。但如果有人说并非最终的种差是主导性的,而是其余的种差也是,并且必须将那些也说出来,那么就会导致多次重复说出同样的内容。而这一点他在《形而上学》第七卷中也已经说过了。此外,他说:“不应当将各个属撕裂”,这里是将最具体的种称为“属”。因此,不应当撕裂并将同一且单一的种置于相反的种差之中,好比有人划分鸟类,将一部分置于此一划分中,另一部分置于另一划分中,正如柏拉图所写下的划分那样;因为在那些〔划分〕中,他说鸟类中的一部分被归入水生动物之中,另一部分则被归入另一个属之中。
- 1.8ἐνίων γὰρ ἔσται διαφορὰ μία μόνη
ἐνίων 是所有属格或表关系的属格(“对于某些事物而言”)。正如米海尔紧接着用 ἐπί τινων(“在某些事物上”)所改写的那样,此处是对亚里士多德论证(PA 642b7)的引用与转述,表明对于某些被定义者而言,唯有最后的种差承担形式规定(εἰδοποίησις)的功能。
- 1.8κυρία ἐστὶ τοῦ εἰδοποιεῖσθαι τὰ πράγματα
带冠词的不定词属格 τοῦ εἰδοποιεῖσθαι 是形容词 κυρία(具有决定权的、主导的)的补足语属格。宾格 τὰ πράγματα 充当被动态不定词的逻辑主语(即“事物被赋予种的形式”)。
- 1.8γεγραμμέναι τῷ Πλάτωνι διαιρέσεις
与格 τῷ Πλάτωνι 是与完成时被动分词 γεγραμμέναι(被写下的)连用的动作发出者与格(行为者与格),意为“柏拉图[在其对话录中]写下的各种划分”。
