- 底本
- Michael, In Parva Naturalia Commentaria. Commentaria in Aristotelem Graeca XXII.1, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-149. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:99.3-99.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔说明了亚里士多德在《论长寿与短命》之后编排《论衰老与青年》及《论呼吸》的缘由,并总体概述了该论著中所探讨的心脏功能、冷却、反驳前人学说以及生命与死亡之定义等主要论题。
Μετὰ τὸ Περὶ μακροβιότητος καὶ βραχυβιότητος τάττει τὸ Περὶ γήρως καὶ νεότητος (ἕπεται γὰρ τῷ μὲν μακροβίῳ τὸ γῆρας, τῷ δὲ βραχυβίῳ ἡ νεότης), ἐν ᾧ δὴ περὶ αὐτῶν τούτων, τοῦ γήρως καὶ τῆς νεότητος, λέγει, καὶ ἔτι περὶ ἀναπνοῆς. λέγει δὲ πολλοῖς τῶν ζῴων ἀναγκαῖον τοῦτο τὸ ἔργον πρὸς τὴν ζωήν.1 ἀποδίδωσι δ’ ἐν αὐτῷ πρῶτον μέν, ὅτι ἐν καρδίᾳ ἡ ἀρχὴ τοῦ ζῴου καὶ τὸ αἰσθητικὸν καὶ τὸ θρεπτικὸν καὶ τὸ αὐξητικόν, καὶ ὅτι καὶ τὰ φυτὰ καὶ τὰ ζῷα δέονται καταψύξεως, καὶ τίς ἱκανὴ τοῖς φυτοῖς, καὶ ὅτι τοῖς ζῴοις ἢ διὰ τοῦ ὕδατος ἢ διὰ τοῦ ἀέρος συμβαίνει. εἶτα ἀντιλέγει πρὸς Ἀναξαγόραν καὶ Διογένην περὶ ἀναπνοῆς εἰπόντας καὶ πρός τε Δημόκριτον καὶ Πλάτωνα καὶ Ἐμπεδοκλέα, καὶ ὅτι καταψύξεως ἕνεκεν ἀναπνέομεν μετὰ ταῦτα λέγει, καὶ πρὸς τούτοις ὅτι τοῖς ἀναίμοις ἱκανὸν τὸ περιέχον πρὸς τὴν κατάψυξιν, καὶ ὅτι ἃ μὲν τῶν ἐνύδρων καταψύξεως2 ἕνεκεν δέχονται τὸ ὑγρόν, ἃ δὲ οὐ καταψύξεως, ὡς δελφὶς καὶ πολύπους καὶ σηπία καὶ ἕτερ’ ἄττα, ἀλλ’ ἐξ ἀνάγκης διὰ τὸ ἐν ὑγρῷ λαμβάνειν τὴν τροφήν, καὶ ὅτι ἔνια δεχόμενα τὸν ἀέρα καταψύχεται, καὶ ὅτι τούτου ἕνεκεν ἔχει πνεύμονα τὰ ἔχοντα. μετὰ ταῦτα ἀντιλέγει πρὸς Ἐμπεδοκλέα λέγοντα θερμοὺς τοὺς ἰχθύας. εἶτα πάνυ παγκάλως λέγει, πῶς ἀναπνέομεν, εἶτα τί γένεσις, τί ζωή, τί θάνατος, καὶ διὰ τί ταῦτα τοῖς ζῴοις ὑπάρχει, καὶ τί νεότης, καὶ τί γῆρας, καὶ διὰ τί τὰ μὲν ἐν τῷ ὕδατι, τὰ δ’ ἐν τῷ ἀέρι πνίγεται, ἔπειτα πόσαι καὶ τίνες αἱ τῆς καρδίας κινήσεις, καὶ διὰ τί γίνονται, εἶτα πῶς τὰ ἀναπνέοντα δέχεται τὸν ἀέρα καὶ πῶς τὰ ἔνυδρα τὸ ὕδωρ, δαιμονιώτατα ἐκτίθεται.
在《论长寿与短命》之后,他编排了《论衰老与青年》(因为衰老伴随着长寿者,而青年伴随着短命者),正是在这部著作中,他论述了衰老与青年本身,而且进一步论述了呼吸。他指出,对于许多动物来说,这一活动为了生命是必需的。在其中,他首先说明:动物的本原以及感觉能力、营养能力和生长能力都在心脏之中;植物和动物都需要冷却,什么样的冷却对植物是充足的,以及动物的冷却要么通过水、要么通过空气发生。随后,他反驳了谈及呼吸的阿那克萨戈拉与狄奥根尼,并反驳了德谟克利特、柏拉图和恩培多克勒;在此之后,他指出我们是为了冷却而呼吸;此外,对于无血动物而言,周围环境对于冷却已足够,而在水生动物中,有些是为了冷却而吸纳液体,有些则不是为了冷却——如海豚、章鱼、乌贼及其他一些——而是因为在液体中摄取食物而出于必然[吸纳];有些动物通过吸纳空气而得以冷却,具有肺的动物也是为此缘故才具有肺。在此之后,他反驳了主张鱼是热性的恩培多克勒。然后,他极其出色地说明我们是如何呼吸的;然后说明何为生成、何为生命、何为死亡,为什么这些属于动物,何为青年、何为衰老,为什么有些在水中窒息,有些在空气中窒息;随后说明心脏的运动有多少种、是哪些、为什么产生;然后极其神妙地阐述了呼吸的生物如何吸纳空气,水生动物如何吸纳水。
- 6.0λέγει δὲ πολλοῖς τῶν ζῴων ἀναγκαῖον τοῦτο τὸ ἔργον πρὸς τὴν ζωήν
从属于 λέγει 的宾格不定式结构(间接引语),其中系动词不定式 εἶναι 被省略。主语宾格为 τοῦτο τὸ ἔργον(“这一活动”),谓语形容词为 ἀναγκαῖον(“必需的”)。
- 6.0ἃ μὲν τῶν ἐνύδρων καταψύξεως ἕνεκεν δέχονται τὸ ὑγρόν, ἃ δὲ οὐ καταψύξεως
中性复数主格关系代词 ἃ μὲν ... ἃ δὲ 相关联用,充当主语,意为“有些……另一些……”,属格 τῶν ἐνύδρων 为修饰它们的部分属格。在后半句 ἃ δὲ οὐ καταψύξεως 中,省略了动词短语 δέχονται τὸ ὑγρόν,并承接后续的对立从句 ἀλλ’ ἐξ ἀνάγκης(“而是出于必然[吸纳]”)。
