- 底本
- Michael, In Parva Naturalia Commentaria. Commentaria in Aristotelem Graeca XXII.1, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-149. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:97.10-98.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔论述了树木的长寿主要并非由于热性本身,而是由于根与枝条的不断更新;他探讨了植物与昆虫在被切断后仍能存活方面的相似与差异,并通过指出上部(根与主干)硕大是动植物长寿的共同原因,总结了本篇研讨。
" Περὶ δὲ τοῦ πολυχρόνιον εἶναι τὴν τῶν δένδρων φύσιν δεῖ λαβεῖν τὴν αἰτίαν· ἔχει γὰρ ἰδίαν πρὸς τὰ ζῷα, πλὴν πρὸς τὰ ἔντομα." Τὸ ἔχει γὰρ ἰδίαν πρὸς τὰ ζῷα, πλὴν πρὸς τὰ ἔντομα ἴσον ἐστὶ τῷ ‘διαφέρει τῶν ἄλλων ζῴων’ πλὴν τῶν ἐντόμων. τοῖς μὲν γὰρ ἐντόμοις κοινωνεῖ, διαφορὰν δ’ ἔχει πρὸς τὰ ἄλλα ζῷα. καὶ τί μὲν ἐκείνοις κοινωνεῖ, τί δὲ τούτων διαφέρει, ἤδη ἐρεῖ. πρῶτον δὲ λέγει, τί διαφέρει τῶν ἄλλων. οὐ γὰρ διὰ τὴν θερμότητα, φησί, κυρίως εἰσὶ μακρόβια, ὥσπερ τὰ ζῷα, ἀλλὰ διὰ τὸ ἀεὶ νέα γίνεσθαι· ἀεὶ γὰρ ἕτεροι οἱ πτόρθοι, λέγων πτόρθους τοὺς κλάδους, οἱ δὲ γηράσκουσι. τῆς γὰρ καρύας φέρε εἰπεῖν τῆσδε οἱ μὲν τῶν πτόρθων ξηροί εἰσιν, οἱ δὲ χλωροὶ καὶ ἀκμάζοντες, καὶ αἱ ῥίζαι ὁμοίως αἱ μὲν χλωραί, αἱ δὲ ξηραί· πλὴν οὐχ ἅμα ὅλαι ἢ γηράσκουσιν ἢ ἀκμάζουσιν (ὁμοίως τοῦτο καὶ ἐπὶ τῶν πτόρθων), ἀλλ’ ὁτὲ μὲν τὸ στέλεχος, λέγων στέλεχος τὸν κορμόν, καὶ οἱ κλάδοι ἀπώλοντο, αἱ δὲ ῥίζαι μένουσαι, ἕτεροι κλάδοι καὶ στέλεχος ἀπ’ αὐτῶν ἀνεφύησαν.1 ὅταν γὰρ οὕτως ὦσιν αἱ ῥίζαι, τουτέστι ζῶσαι καὶ μὴ γεγηρακυῖαι, ἄλλαι ἐκ τοῦ ὑπάρχοντος γίνονται, λέγων ὑπάρχον τὸ πλῆθος τῶν ῥιζῶν, αἵτινες ζῶσι· καὶ οὕτως ἀεὶ διατελεῖ τὸ μὲν φθειρόμενον, τὸ δὲ γινόμενον. ἐπεὶ οὖν τούτου μὲν φθειρομένου ἄλλο γίνεται καὶ τούτου πάλιν ἄλλο, εἰκότως, μᾶλλον δ’ ἀναγκαίως συμβαίνει μακρόβιον εἶναι τὴν τῶν δένδρων φύσιν.
“关于树木的本性是长寿的,必须把握其原因;因为相比于动物,除昆虫外,它具有特有的原因。” “因为相比于动物,除昆虫外,它具有特有的原因”等于说“除了昆虫以外,它不同于其他动物”。因为它与昆虫具有共同之处,而与其余动物具有差异。它在何种方面与前者相通,在何种方面与后者不同,他随即就会说明。首先他说明它与其余动物有何不同。因为他说,它们主要不是像动物那样由于热性而长寿,而是由于不断变得年轻;因为枝条总是各不相同(他称树枝为枝条),有些则衰老。例如,这棵核桃树的有些枝条是干枯的,另一些则是翠绿而繁茂的;同样地,树根也是有些翠绿,有些干枯;不过它们并非全部同时衰老或繁茂(在枝条上同样如此),而是在某一时刻,茎干(他称树身为茎干)和枝叶毁灭了,根系却留存下来,别的枝条和茎干又从根系中萌生出来。因为当根系处于这种状态,也就是活着且未衰老时,从现存之物(他称活着的根系的数量为现存之物)中又产生出别的根;这样便总是持续着一部分毁灭而另一部分生成的过程。因此,由于在这一部分毁灭时另一部分生成,而在该部分毁灭时又生成另一部分,树木的本性长寿乃是合乎情理的,或者更确切地说是必然如此的。
"Ἔοικε δὲ τὰ φυτὰ τοῖς ἐντόμοις, ὥσπερ εἴρηται πρότερον." Τὴν κοινωνίαν διὰ τούτων τίθησι τῶν ἐντόμων καὶ τῶν φυτῶν. κοινωνεῖ δὲ τὰ φυτὰ τοῖς ἐντόμοις, ὅτι ὥσπερ τὰ φυτὰ τεμνόμενα ζῇ, οὕτως καὶ τὰ ἔντομα· καὶ γὰρ καὶ τὰ ἔντομα, ὥσπερ εἴρηται ἐν τῷ Περὶ ζῴων πορείας, τεμνόμενα, ζῇ ἐπὶ πολὺ ἀμφότερα τὰ τμήματα. οὐκ ἀεὶ δὲ ζῇ, ἤτοι οὐκ ἴσους χρόνους διηνεκεῖς ἢ πολλοὺς ζῇ ἀμφότερα τὰ τμήματα τῶν ἐντόμων διὰ τὸ μὴ ἔχειν τὸ ἕτερον τμῆμα (θάτερον γὰρ ἔχει) ὄργανον ἤτοι στόμα, δι’ οὗ τραφήσεται. οὐδὲ γὰρ δύναται ἡ ψυχὴ (ταύτην γὰρ εἶπεν ἀρχήν) ἡ ἐν ἑκάστῳ τῶν τμημάτων οὖσα ποιεῖν στόμα, ἡ δ’ ἐν τοῖς φυτοῖς δύναται· ἔχει γὰρ ὁ κλάδος ἐν ἑαυτῷ δυνάμει καὶ ῥίζαν καὶ καυλόν, λέγων καυλὸν τὸ στέλεχος. διὸ ἀπ’ αὐτῆς τῆς δυνάμεως προέρχεται τό τε νεάζον καὶ τὸ γηράσκον. διαφέρει δὲ τὰ ἐκ τῶν ῥιζῶν τοῦ αὐτοῦ καὶ ἑνὸς δένδρου τῶν ἀποφυτευομένων τῷ μὲν μακροβίῳ οὐδέν, μόνῳ δὲ τῷ τὰ μὲν ἀποφυτευόμενα κεχωρισμένα εἶναι ἀπ’ ἀλλήλων, ἐκεῖνα δ’ ὁμοῦ.2 τὸ γὰρ ἐκεῖ δὲ διὰ τοῦ συνεχοῦς ἴσον ἔστι τῷ ‘ἐκεῖ δὲ ὁμοῦ’. αἴτιον δέ φησι τοῦ τὰ ἀποφυτευόμενα ζῆν, ὅτι ἐνυπάρχει πάντῃ ἡ ἀρχὴ ἡ δυναμένη ποιεῖν ῥίζας.
“植物与昆虫相似,正如先前所说。” 他通过这些话确立了昆虫与植物的共通性。植物与昆虫相通,是因为正如植物被切断后仍能存活,昆虫也是如此;因为正如在《论动物行进》中所说,昆虫在被切断时,两个切段都能存活很长时间。但它们并不是永远存活,也就是说,昆虫的两个切段并不是在相等的一段连续时间或很长时间内都存活,因为其中一个切段没有可借以获取营养的器官,即口(而另一个切段则有)。因为存在于每个切段中的灵魂(他称之为本原)不能制造出口,而在植物中的灵魂则能够;因为树枝自身中潜能性地同时包含着根和茎(他称主干为茎)。因此,从该潜能本身便产生了变得年轻的部分与衰老的部分。而从同一棵树的根部生出的萌蘖,与扦插繁殖的枝条相比,在寿命上没有任何差异,唯一的差异在于扦插的枝条彼此分离,而前者结合在一起。因为“但在那里是通过连续性”等于说“但在那里是结合在一起”。他说扦插的枝条能够存活的原因是:能够产生根的本原无处不在地内在潜存于其中。
"Συμβαίνει δὲ ταὐτὸ ἐπί τε τῶν ζῴων καὶ τῶν φυτῶν." Εἰπὼν τὴν διαφορὰν τῶν ζῴων καὶ φυτῶν, εἶτα τὴν κοινωνίαν καὶ διαφορὰν τῶν ἐντόμων καὶ φυτῶν, νῦν λέγει καὶ τὴν κοινωνίαν τῶν ζῴων καὶ φυτῶν. ἔχουσιν οὖν, φησί, ταυτότητα καὶ κοινωνίαν τὰ ζῷα καὶ φυτά· ὥσπερ γὰρ τὰ ἄρρενα μακροβιώτερά εἰσι τῶν θηλειῶν διὰ τὸ τὰ ἄνω ἔχειν μείζω, οὕτω καὶ τὰ φυτὰ τὰ κεφαλοβαρῆ, τουτέστι τὰ ἔχοντα μεγάλας ῥίζας καὶ μέγα στέλεχος, τῶν μὴ κεφαλοβαρῶν. εἰσὶ δὲ κεφαλοβαρῆ τὰ δενδρώδη. ὅτι δὲ τὰ ἄνω τοῦ φυτοῦ αἱ ῥίζαι εἰσὶ καὶ τὸ στέλεχος, κεφαλῇ ἀναλογοῦντα, κάτω δὲ οἱ κλάδοι, οὐδεὶς ἀγνοεῖ.3 καὶ τὰ ἄρρενα δὴ καὶ τὰ κεφαλοβαρῆ τῶν φυτῶν μακροβιώτερα διὰ τὸ τὰ ἄνω ἔχειν μεγάλα τῶν μὴ τοιούτων. ἔστι δὲ τὸ θερμὸν ἐν τοῖς ἄνω, τὸ δὲ ψυχρὸν ἐν τοῖς κάτω· αἴτιον δὲ τὸ θερμὸν καὶ μακροβιότητος καὶ αὐξήσεως. αὔξονται οὖν ταῦτα ἐπὶ τὸ ἄνω, τὰ δ’ ἐπέτεια ἐπὶ τὸ κάτω, ἤτοι ἐπὶ τοὺς κλάδους, ἐν οἷς ὁ καρπὸς γίνεται. καὶ λοιπὸν συμπεραινόμενος λέγει, ἐφεξῆς εἶναι τῆς παρούσης πραγματείας τὴν Περὶ ζωῆς καὶ θανάτου καὶ γήρως καὶ νεότητος.
“在动物和植物身上发生了相同的事情。” 在说明了动物与植物的差异,继而说明了昆虫与植物的共通与差异之后,他现在又说明动物与植物的共通之处。他说,动物与植物因此具有同一性与相通性:正如雄性由于具有更大的上部而比雌性更长寿,在植物中,头重的植物,即拥有巨大的根和巨大茎干的植物,也比不头重者更长寿。树木类植物就是头重的。植物的上部是根和茎干(相当于头部),而下部是树枝,这是无人不知的。因此雄性以及头重的植物由于拥有巨大的上部,便比非此类者更长寿。而热性存在于上部,冷性存在于下部;热性既是长寿的原因,也是生长的原因。因此这些植物向上部生长,而一年生植物则向下方生长,即向长出果实的树枝生长。最后他作结说道,接续在本篇研讨之后的是《论生与死、衰老与青年》。
- 5.9αἱ δὲ ῥίζαι μένουσαι, ἕτεροι κλάδοι καὶ στέλεχος ἀπ’ αὐτῶν ἀνεφύησαν
αἱ δὲ ῥίζαι μένουσαι 构成了主格绝对分词(nominative absolute / 破格语法 anacoluthon),在语法上并不与后随主句 ἕτεροι κλάδοι καὶ στέλεχος ... ἀνεφύησαν(“别的枝条和茎干萌生出来”)的主语一致。其功能相当于属格绝对结构(τῶν δὲ ῥιζῶν μενουσῶν),用来表示伴随状况或条件。
- 5.10διαφέρει δὲ τὰ ἐκ τῶν ῥιζῶν τοῦ αὐτοῦ καὶ ἑνὸς δένδρου τῶν ἀποφυτευομένων τῷ μὲν μακροβίῳ οὐδέν, μόνῳ δὲ τῷ τὰ μὲν ἀποφυτευόμενα κεχωρισμένα εἶναι ἀπ’ ἀλλήλων, ἐκεῖνα δ’ ὁμοῦ
主动词 διαφέρει 的主语是 τὰ ἐκ τῶν ῥιζῶν...(“从根部生出者”),比较的对象由属格 τῶν ἀποφυτευομένων(“扦插繁殖者”)表示。随后的与格短语 τῷ μὲν μακροβίῳ 与 μόνῳ δὲ τῷ... 是关系与格(dative of respect),构成了“在寿命上毫无差异,而仅仅在……这一点上[有差异]”的对比结构。
- 5.11ὅτι δὲ τὰ ἄνω τοῦ φυτοῦ αἱ ῥίζαι εἰσὶ καὶ τὸ στέλεχος, κεφαλῇ ἀναλογοῦντα, κάτω δὲ οἱ κλάδοι, οὐδεὶς ἀγνοεῖ
主句为 οὐδεὶς ἀγνοεῖ(“无人不知”),整个 ὅτι 从句作其宾语从句。在 ὅτι 从句中,τὰ ἄνω(“上部”)带有表语 αἱ ῥίζαι εἰσὶ καὶ τὸ στέλεχος(“是根和主干”),而在与其并列的 κάτω δὲ οἱ κλάδοι 中,系动词 εἰσί 被承前省略。
