← 艾菲索斯的米海尔

亚里士多德《自然诸论丛》评注

§100.1-101.14

呼吸的必然性与心脏中营养与感觉能力的同在

米海尔注解了《论青年与衰老》的开篇,解释了考察呼吸为何是必然的,并论证了营养能力与感觉能力共同以位于身体中央的心脏为承载者,随后指明了下一段文句在句法上的归结部所在。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1

" Περὶ δὲ νεότητος καὶ γήρως καὶ περὶ ζωῆς καὶ θανάτου λεκτέον νῦν. ἅμα δὲ καὶ περὶ ἀναπνοῆς ἀναγκαῖον ἴσως τὰς αἰτίας εἰπεῖν." Τὸ ἴσως διὰ φιλόσοφον κεῖται εὐλάβειαν, ἐπεὶ ἀναγκαῖόν ἐστιν εἰπεῖν περὶ ἀναπνοῆς. εἰ γὰρ ἐνίοις τῶν ζῴων τὸ ζῆν διὰ τὸ ἀναπνεῖν ὑπάρχει, ὥσπερ τὸ μὴ ζῆν διὰ τὸ μὴ ἀναπνεῖν συμβαίνει, ἀναγκαῖον ἂν εἴη εἰδέναι τὴν ἀναπνοὴν τὴν τοῦ ζῆν αἰτίαν, τίς ἐστι καὶ πῶς ἐστιν αἰτία τοῦ ζῆν. ὅτι δὲ ἡ ψυχὴ ἐν τῇ καρδίᾳ ἐστὶ δύναμιν ἐχούσῃ ἀρχικὴν πρὸς τὰ ἄλλα μόρια (ἀρχὴ γὰρ αὕτη τῶν ἄλλων μορίων· τούτου γάρ ἐστι δηλωτικὸν τὸ καὶ ἐν τούτῳ τινὶ τῶν ἐχόντων δύναμιν ἐν τοῖς μορίοις), δέδεικται ἐν τῇ Περὶ ζῴων κινήσεως καὶ ἐν τῇ Περὶ ζῴων γενέσεως καὶ ἐν ἄλλοις πλείοσιν, ἀλλὰ καὶ ἐνταῦθα μετ’ ὀλίγον ῥηθήσεται καὶ δειχθήσεται. ὅτι δὲ καὶ τὸ θρεπτικόν, καθ’ ὃ ζῶμεν, καὶ τὸ αἰσθητικόν, καθ’ ὃ ζῷά ἐσμεν, ἓν καὶ ταὐτόν ἐστι τῷ ὑποκειμένῳ, κἂν τῷ λόγῳ ἕτερα, καὶ αὐτὸς δείξει προϊών. δεῖ δὲ καὶ ἡμᾶς ὀλίγα παραθέσθαι ἐκ τῶν ἐν ἄλλοις περὶ τούτων ῥηθέντων. καὶ πρῶτον μὲν ὅτι τὸ θρεπτικὸν ἐν τῇ καρδίᾳ ἐστίν, ἐκ τῶνδε δῆλον. εἰ γὰρ τοῦ ζῆν ὕλη ὑγρότης καὶ θερμότης, ὡς προείρηται, τοιοῦτος δὲ ὁ περὶ τὴν καρδίαν τόπος, ἐν ταύτῃ ἂν εἴη τὸ θρεπτικόν. ὅτι δὲ ἡ χορηγία τοῖς ζῴοις τοῦ τρέφεσθαι ἀπὸ τῆς καρδίας ἐστί, σημεῖον αἱ τῆς τροφῆς, τουτέστι τοῦ αἵματος, διάκονοι φλέβες· αὗται γὰρ διὰ μὲν τῶν ἄλλων μερῶν τοῦ σώματος διαπεφύκασιν, ἐκ ταύτης δέ εἰσιν. ἀλλὰ καὶ τὸ πρώτην φαίνεσθαι τὴν καρδίαν διηρθρωμένην τῶν ἄλλων μερῶν1 σημεῖον τοῦ μάλιστα καὶ πρώτην τρέφεσθαί τε καὶ τὴν θρεπτικὴν δύναμιν ἔχειν ἐν ἑαυτῇ. ὅτι δ’ ἐν ταύτῃ ἡ θρεπτικὴ ψυχή, σημεῖον καὶ τὸ ἐν τοῖς θανάτοις ταύτην ἀποψύχεσθαι τελευταίαν, ὥσπερ ἀναλυομένης τῆς φύσεως καὶ παλινδρομούσης ἐπὶ τὴν ἀρχήν. ἔτι καὶ καθ’ ὅσον ἐν μέσῳ ἡ καρδία, πρὸς ἄμφω τὰ μέρη ὁμοίως ἂν ἔχοι καὶ ὁμοίως ἂν αὐτοῖς ἀμφοτέροις χορηγοίη τὴν τροφήν, καὶ οὐ τοῖς μὲν πλησίον, τοῖς δὲ πόρρω· καὶ κατὰ τοῦτο ἂν εἴη περὶ καρδίαν. ὅτι δὲ πάλιν ἀδύνατον τὴν αἰσθητικὴν χωρὶς εἶναι τῆς θρεπτικῆς, ἐκ τῶνδ’ ἂν πιστεύοιμεν· φθειρομένης γὰρ τῆς ἁφῆς οὐδὲ ζῆν ἔτι δύναται τὸ ζῷον. καίτοι εἰ ἦν ἡ θρεπτικὴ κεχωρισμένη, φθαρείσης τῆς αἰσθητικῆς οἷόν τε ἂν ἦν ζῆν ἔτι τὸ ζῷον, ἔχον τὴν θρεπτικὴν δύναμιν, ἥτις ἦν τοῦ ζῆν χορηγός. ἔτι εἰ ἦν κεχωρισμένη ἡ αἰσθητικὴ τῆς θρεπτικῆς, οὐκέτ’ ἂν τὰ ἔχοντα ἀμφοτέρας τὰς δυνάμεις μίαν εἶχε ψυχήν, ἀλλὰ πλείους· αὐτὴ γὰρ καθ’ αὑτὴν οὖσα ἡ θρεπτικὴ δύναμις ἐν τοῖς φυτοῖς ἔμψυχα αὐτὰ παρέχει. ὥστε κἀν τῷ ζῴῳ ἔμψυχον τὸ μόριον τὸ ταύτην τὴν δύναμιν ἔχον καθ’ αὑτό. εἰ δὲ τοῦτο, δηλονότι καὶ τὸ τὴν αἰσθητικὴν ἔχον πάλιν ἔμψυχον ἂν εἴη καθ’ αὑτό. οὕτω δὲ δύναιντ’ ἂν αἱ δυνάμεις χωρίζεσθαι ἀπ’ ἀλλήλων, ὡς εἶναι τὸ ζῷον τὸ μέν τι τρεφόμενον καὶ διὰ τοῦτο ζῶν, τὸ δὲ αἰσθανόμενον, οὐκέτι δὲ τρεφόμενον. δῆλον ἄρα, ὅτι ἐν ᾧ τὸ θρεπτικόν, ἐν τούτῳ καὶ τὸ αἰσθητικόν.

“现在必须谈论青年与衰老,以及生与死;同时,陈述关于呼吸的原因或许也是必然的。” “或许”一词是出于哲学的谨慎而使用的,因为谈论呼吸确实是必然的。因为如果对于某些动物而言,活着是由于呼吸而具有的,正如不活是由于不呼吸而发生的,那么知晓作为活之原因的呼吸——它是什么以及它是如何作为活之原因的——就将是必然的。而灵魂位于对其他各部分具有支配能力的心脏之中(因为这就是其他各部分的本原;“并且在此之中,各部分中具有能力的某一者之中”这一表述正指示了这一点),这在《论动物运动》、《论动物生成》以及其他多部著作中已被证明,但在这里过不多久也将被论及和证明。此外,我们借以活着的营养能力与我们借以成为动物的感觉能力在承载者上是同一个,即便在定义上不同,他自己在后文中也将予以证明。但我们也必须从在其他著作中关于这些所说的话中列举出几点。首先,营养能力位于心脏中,从以下各点是清楚的。因为如果正如前文所说,活着的质料是湿性与热性,而心脏周围的处所正是如此的,那么营养能力应当在此[心脏]之中。动物摄取营养的供给来自心脏,其证据是侍奉养料即血液的静脉;因为这些静脉虽然穿行于身体的其他各部分,却都源于此[心脏]。此外,心脏先于其他各部分被看见分化成形,也是它最先被滋养并且自身具有营养能力的证据。营养灵魂位于此[心脏]中,其证据还在于在死亡中它最后冷却,仿佛自然正在解体并退回到本原一样。再者,就心脏位于中央而言,它将同样地对待两部分,并且同样地向这两部分供给养料,而不是对一部分近、对另一部分远;以此而言,[营养能力]也当在心脏一带。再者,感觉能力不可能与营养能力相分离,我们可以从以下各点确信:因为触觉若被破坏,动物就甚至连活着都不能够了。然而,如果营养能力是分离的,在感觉能力被破坏时,动物依然本可以活着,只要它具有作为生命供给者的营养能力。此外,如果感觉能力与营养能力分离,那么具有这两种能力的生物将不再具有单个灵魂,而是具有多个灵魂;因为独立存在的营养能力本身在植物中使它们成为有灵魂的。因此在动物中,具有此能力的部分自身也是有灵魂的。如果是这样,显然具有感觉能力的部分自身也将是有灵魂的。但这样一来,诸能力就可以彼此分离,以至于动物的一部分是被滋养并由此活着,另一部分是去感知却不再被滋养。因此显然,营养能力在何处,感觉能力亦在何处。

§6.2

"Ἐπεὶ οὖν τῶν ἰδίων αἰσθητηρίων ἕν τι κοινόν ἐστιν αἰσθητήριον." Ἡ ἀπόδοσις τοῦ λόγου ἐστὶν ἐν τῷ ὥστε καὶ τὰ φυτὰ δηλονότι τὴν θρεπτικὴν ἀρχὴν ἔχοι ἂν ἐν μέσῳ τούτων,2 λέγων διὰ τοῦ τούτων τὰ ἄνω καὶ κάτω· τὰ γὰρ φυτὰ πρόσθεν καὶ ὄπισθεν οὐκ ἔχει. πῶς δὲ καὶ τὰ φυτὰ ἐν μέσῳ ἔχουσι τὴν θρεπτικὴν ἀρχήν, ἐρεῖ προϊών. περίττωμα δὲ πρῶτον ἐνταῦθα τὸ ἔσχατον λέγει. σαφῆ δὲ τὰ ἑξῆς.

“因此,既然对于各专有感觉器官而言存在某种单一的共同感觉器官,”该语句的归结部是在“因而显然植物也将在这些的中部具有营养本原”这一句中,他用“这些”指的是上方与下方;因为植物没有前与后。植物如何也在中部具有营养本原,他将在后文中说明。在此处,他将“最终的余屑”称为“第一残余物”。随后的内容是清晰的。

语法注2 条
  1. 6.1τὸ πρώτην φαίνεσθαι τὴν καρδίαν διηρθρωμένην τῶν ἄλλων μερῶν

    带冠词的不定式从句 τὸ πρώτην φαίνεσθαι τὴν καρδίαν διηρθρωμένην 构成全句的主语,而依附于述语名词 σημεῖον 的属格短语 τοῦ ... ἔχειν 表明其证明的内容。属格 τῶν ἄλλων μερῶν 充当与表示时间优先的 πρώτην 相呼应的比较属格(“先于其他各部分/在其他各部分之中最早”)。

  2. 6.2Ἡ ἀπόδοσις τοῦ λόγου ἐστὶν ἐν τῷ ὥστε καὶ τὰ φυτὰ δηλονότι τὴν θρεπτικὴν ἀρχὴν ἔχοι ἂν ἐν μέσῳ τούτων

    此处说明了亚里士多德原文的句法结构,指明了由连词 Ἐπεὶ οὖν(既然/因为)引导的前提从句(protasis)所对应的归结主句(apodosis)所在。介词短语 ἐν τῷ ... 吸收了引用的语句,用于明确标示归结部的位置。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:100.1-101.14