- 底本
- Michael, In Parva Naturalia Commentaria. Commentaria in Aristotelem Graeca XXII.1, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-149. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:95.25-97.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔解释了热与油性(质)在比例上优于湿气而带来长寿的逻辑,残余物如何因疾病或因自然而毁灭个体,以及绝食时天生的热如何自我消耗身体并结合其他长寿与短命的事例。
" Μακροβιώτερα γὰρ τὰ λειπόμενα τῷ πλήθει τοῦ ὑγροῦ, ἐὰν πλείονι λόγῳ ὑπερέχῃ κατὰ τὸ ποιόν." Ποιὸν λέγει τὸ θερμὸν καὶ τὸ λιπαρόν. ἔστι δὲ τὸ λεγόμενον· τὰ λειπόμενα τῷ πλήθει τοῦ ὑγροῦ καὶ πλεονάζοντα τῷ ποιῷ ἐν πλείονι λόγῳ μακροβιώτερά εἰσι τῶν πλεοναζόντων τῷ ὑγρῷ καὶ λειπομένων τῷ ποιῷ. τὸ δὲ ἂν πλείονι λόγῳ ὑπερέχῃ, τοιοῦτόν ἐστιν· ἂν ᾖ τὸ ἐν τῷ ἵππῳ φέρε εἰπεῖν ὑγρὸν τριπλάσιον τοῦ ἐν τῷ ἀνθρώπῳ ὑγροῦ, τὸ δὲ ἐν τῷ ἀνθρώπῳ θερμὸν δεκαπλάσιον τοῦ ἐν τῷ ἵππῳ θερμοῦ, πλείονι λόγῳ ὑπερέχει ἡ τοῦ ἀνθρώπου θερμότης τῆς τοῦ ἵππου θερμότητος παρ’ ὃ ἡ τοῦ ἵππου ὑγρότης τῆς τοῦ ἀνθρώπου ὑγρότητος·1 πλείων γὰρ ὁ δεκαπλάσιος λόγος τοῦ τριπλασίου. τοῦτο εἰπὼν ἐπάγει, ὅτι ἔν τισι τὸ θερμὸν οὐδὲν ἄλλο ἐστὶν ἢ αὐτὸ τὸ λιπαρόν (δι’ ὃ καὶ ἀντὶ τοῦ εἰπεῖν θερμὸν ῥητέον ὅτι λιπαρόν), ἐν ἐνίοις δὲ οὐ τὸ λιπαρόν, ἀλλὰ τὸ ἀνάλογον· ὅπερ ἄλλον εἶπε χυμόν. ἐν δὲ τῇ λέξει τῇ ἀναιρεῖ γὰρ τὸ τοιοῦτον ἢ νόσῳ ἢ φύσει ‘τοιοῦτον’ λέγει τὸ περίττωμα. ἀναιρεῖ οὖν, φησί, τὸ περίττωμα ἢ νόσῳ ἢ φύσει· φύσει μέν, ὅταν μάχηται τὸ περίττωμα ὅλῃ τῇ τοῦ σώματος κράσει (ταύτην γὰρ εἶπε φύσιν)· ὅταν οὖν μαχεσάμενον ὅλῃ τῇ φύσει καὶ κράσει τοῦ σώματος καὶ κρατῆσαν ἀνέλῃ, τότε φαμὲν ὅτι ἀνεῖλε φύσει, ἴσον λέγοντες ὅτι πᾶσαν τὴν τοῦ ζῴου κρᾶσιν ἀνέτρεψεν· ὅταν δὲ τὸ περίττωμα πρὸς ἓν μόριον τὴν μάχην ποιήσηται, οἷον πρὸς ἧπαρ ἢ σπλῆνα, καὶ ἀνέλῃ σὺν αὐτῷ καὶ τὸ ζῷον, τότε φαμέν, ὅτι νόσῳ ἀνεῖλεν, ἴσον λέγοντες, ὅτι ἓν μόριον νοσῆσαν, συνέφθαρται αὐτῷ τὸ πᾶν. ὃ καὶ αὐτὸς σαφηνίζων ἐπήγαγεν· ἐναντία δ’ ἡ τοῦ περιττώματος δύναμις καὶ φθαρτική, ἡ μὲν τῆς φύσεως, ἡ δὲ μορίου, ὅπερ εἶπε φύσει νῦν εἰπὼν φύσεως, ὅπερ δὲ νόσῳ νῦν μορίου.2 εὔλογον δὲ καὶ τὰ πολύσπερμα ταχὺ γηράσκειν· τὸ γὰρ σπέρμα περίττωμα ὂν τῆς αἱματικῆς τροφῆς ἐξιὸν συνεξάγει καὶ θερμότητα· ταύτης δ’ ἐξιούσης ἀνάγκη ξηραίνεσθαι καὶ τὸ ὑγρόν· καὶ διὰ τοῦτο ἡμίονος μακροβιώτερος ἵππου (οὐ γάρ ἐστι σπερματικόν), καὶ τὰ θήλεα τῶν ἀρρένων· εἰ γὰρ καὶ πλεῖον τὸ τῶν θηλέων περίττωμα, ἀλλ’ οὐκ ἔστι θερμὸν ὥσπερ τὸ τῶν ἀρρένων· ὑδατῶδες γὰρ καὶ φύσει ψυχρὸν τὸ τῶν θηλέων. ἔτι δὲ ὅσα πονητικὰ τῶν ἀρρένων· καὶ διὰ τὸ ὀχεύειν γὰρ καὶ διὰ τὸν πόνον γηράσκει. μακροβιώτερα δὲ καὶ τὰ ἐν θερμοῖς τόποις, δι’ ἣν αἰτίαν καὶ τὰ μείζω· πλεῖον γὰρ καὶ ἐν τοῖς μείζοσι τὸ θερμόν. εἰπὼν δὲ ὅτι μακροβιώτερά ἐστι τὰ ἐν τοῖς θερμοῖς τόποις, εἰς πίστιν τούτου παρέθετο τὸ καὶ μάλιστ’ ἐπίδηλον τὸ μέγεθος τῶν τὴν φύσιν ψυχρῶν ζῴων, λέγων φύσει ψυχρὰ τὰ ἄναιμα. ἔστι δὲ τὸ λεγόμενον, ὅτι τὰ ἄναιμα, ἅπερ ἐν τοῖς ψυχροῖς τόποις μικρὰ γίνεται, ἐν τοῖς θερμοῖς μεγάλα ἀποτελεῖται, ὡς τῆς θερμότητος αἰτίας οὔσης τῆς αὐξήσεως, εἰ δὲ τῆς αὐξήσεως, καὶ τῆς μακροβιότητος.
“因为在湿气的数量上不足的事物,如果按质以更大的比例胜出,就更为长寿。” 他所说的“质”是指热与油性。所说的话意思是:在湿气的数量上不足而在质上以更大比例占优势者,比在湿气上占优势而在质上不足者更为长寿。而“如果以更大的比例胜出”,其意思如下:假定马体内的湿气是人体内湿气的三倍,而人体内的热是马体内热的十倍,那么人的热性胜过马的热性的比例,就要大于马的湿性胜过人的湿性的比例;因为十倍的比例大于三倍的比例。说了这些之后,他补充道,在某些事物中,热不是别的,正是油性本身(因此不用说“热”,而应当说它是“油性”),而在另一些事物中不是油性,而是与其相当之物,他将此称为“另一种汁液”。而在“因为这种东西由于疾病或由于自然而进行毁灭”这句话中,他所说的“这种东西”是指残余物。因此他说,残余物由于疾病或由于自然而进行毁灭:由于自然,是指当残余物与身体的整个调配(他称之为自然)对抗时;因此,当它与身体的整个自然和调配对抗并压倒且毁灭它时,我们便说它是由于自然而毁灭,这等于说它推翻了动物的整个调配;而当残余物针对某一个部分(如肝脏或脾脏)发起战斗,并随同该部分将动物也毁灭时,我们便说它是由于疾病而毁灭,这等于说由于一个部分患病,整体也随之毁灭了。他自己为了阐明这一点而补充说:“而残余物的力量是相对立且具有毁灭性的,一种针对自然,另一种针对部分”,他现在用“自然的”来指称先前所说的“由于自然”,用“部分的”来指称先前所说的“由于疾病”。精液多者迅速衰老也是合乎情理的;因为精液作为血液养分的残余物,在排出时也会一同带走热;而随着热的排出,湿气也必然变干;正因如此,骡子比马更长寿(因为它不产生精液),雌性比雄性更长寿;因为即便雌性的残余物更多,却不像雄性的残余物那样温热;因为雌性的残余物是水性的,且本性偏冷。此外,雄性中那些从事劳役者也〔迅速衰老〕;因为既由于交配也由于劳碌,它们都会衰老。处于温暖地域的事物也更为长寿,其原因与较大事物更长寿的原因相同;因为在较大事物中热也更多。在说明了处于温暖地域者更长寿之后,为了证实这一点,他引用了“且本性偏冷的动物的体型尤其明显”这句话,称无血动物为本性偏冷者。所说的话意思是,在寒冷地域体型较小的无血动物,在温暖地域则变得巨大,这表明热是增长的原因,而如果是增长的原因,也就是长寿的原因。
"Τροφὴν δὲ μὴ λαμβάνοντα καὶ τὰ ζῷα καὶ τὰ φυτὰ φθείρεται." Τὴν αἰτίαν διὰ τούτων λέγει, καθ’ ἣν φθείρεται τὰ ζῷα καὶ τὰ φυτὰ τροφὴν μὴ λαμβάνοντα. συντήκει γάρ, φησί, τὸ μὴ τρεφόμενον αὐτὸ ἑαυτό.3 τὸ γὰρ ἔμφυτον θερμὸν ἐν ταῖς ἀτροφίαις δραστικώτερον γινόμενον ἀναλίσκει τὰς σάρκας καὶ ὅλως τὴν ὕλην, ἐν ᾗ ἐστι. τούτων δὲ ἀνηλωμένων φθείρεται καὶ τὰ ζῷα καὶ τὰ φυτά. Τὸ δὲ τὰ ἔνυδρα τῶν πεζῶν ἧττον μακρόβια ταὐτόν ἐστι τῷ βραχυβιώτερα. αἱ δὲ μέλιτται μακροβιώτεραί εἰσιν ἐνίων μειζόνων ζῴων, ὅτι ἔχουσι γλυκύτητα· τοιαύτη γὰρ ἡ τροφὴ αὐτῶν. ἡ δὲ γλυκύτης θερμή· ὅτι δὲ ἡ γλισχρότης συνέχει καὶ τὸ ὑγρὸν καὶ τὸ θερμὸν καὶ οὐκ ἐᾷ διαπνεῖσθαι, εἴρηται πολλάκις.
“而动物和植物在不摄取营养时都会毁灭。” 他通过这些话指出了动物和植物在不摄取营养时毁灭的原因。因为他说,得不到滋养之物会消解自身。因为天生的热在缺乏营养时变得更为活跃,耗尽了肌肉以及它所身处其中的全部质料;当这些被耗尽时,动物和植物便都毁灭了。而“水生者不如陆生者长寿”与“更为短命”是同一意思。蜜蜂比某些更大的动物更长寿,是因为它们具有甘味;因为它们的养分就是这样的。而甘味是热的;至于黏稠性保持着湿气与热而不允许其蒸散,这已经被多次说明过了。
- 5.7παρ’ ὃ ἡ τοῦ ἵππου ὑγρότης τῆς τοῦ ἀνθρώπου ὑγρότητος
由介词 παρά 与宾格中性关系代词 ὅ 构成的比较结构(“超出……的比例”),后随分句中省略了动词 ὑπερέχει(“人的热性胜过马的热性的比例,大于马的湿性胜过人的湿性的比例”)。
- 5.7ὅπερ εἶπε φύσει νῦν εἰπὼν φύσεως, ὅπερ δὲ νόσῳ νῦν μορίου
通过关系代词 ὅπερ(指代亚里士多德的原词 φύσει 和 νόσῳ)形成对比,利用分词 εἰπών 支配属格 φύσεως 以及承前省略的 [εἰπὼν] 支配 μορίου,表明先前的与格副词性表达与此处的属格用法之间的换义对应关系。
- 5.8συντήκει γάρ, φησί, τὸ μὴ τρεφόμενον αὐτὸ ἑαυτό
主语为中性实体化分词 τὸ μὴ τρεφόμενον,强调性主格代词 αὐτό 与宾格反身代词 ἑαυτό 结合充当宾语,构成强调性的反身结构,意为“它自身消解自身”。
