- 底本
- Michael, In Parva Naturalia Commentaria. Commentaria in Aristotelem Graeca XXII.1, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-149. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:93.24-95.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔依据亚里士多德的文本,解释了火的排泄机能、较大火焰吞噬较小火焰以及运动形式与质料的对应关系(465b19–465b32)。随后,他阐明体型大小、动植物、具血与无血、陆生与水生等区分并不能单凭自身作为长寿或短命的绝对原因,指出热与充沛的湿才是内在决定因素(466a1–466a16)。
" Εἰ δὲ πᾶν ἐξελαύνει τὸ ἐνεργείᾳ ἐναντίον, κἂν ἐνταῦθα ἄφθαρτον ἂν εἴη. ἢ οὔ." Ἐνεργείᾳ ἐναντίον λέγει τὸ περίττωμα. ἡ δ’ ἐπιχείρησις αὕτη ἁρμόττοι ἂν ἐπὶ τοῦ ἐνταῦθα πυρός, ἀλλ’ οὐκ ἐπὶ τοῦ ὄντος ἄνω. ἔστι δὲ τὸ λεγόμενον λύσις ἐνστάσεώς τινος, ἣν ἐπήγαγεν ἄν τις τῷ λόγῳ. εἶπε γὰρ ἄν τις· ὥσπερ τὰ τῶν ζῴων σώματα ἔχει ἀποκριτικὴν δύναμιν, ὑφ’ ἧς ἐκκρίνει τὴν τῆς ξηρᾶς καὶ ὑγρᾶς τροφῆς περίττωσιν, οὕτως ἀναγκαῖον ἔχειν καὶ τὸ πῦρ, ὑφ’ ἧς ἐκκριθήσεται τὸ ἐνεργείᾳ ἐναντίον, ἤγουν τὸ περίττωμα. ἐξελαθὲν δὲ καὶ πόρρω ποι ἐκσφενδονηθὲν οὐκ ἂν φθείροι τὸ πῦρ. πρὸς τοιαύτην οὖν ἔνστασιν ταῦτα ἐπήγαγε λέγων· εἰ δὲ ἅπαν ἐξελαύνοι ἡ ἀποκριτικὴ τοῦ πυρὸς δύναμις, εἴη ἂν τὸ ἐνταῦθα ἄφθαρτον. τοῦτο θεὶς λύει λέγων· ἢ οὔ, τουτέστιν ‘ἢ οὐκ ἂν εἴη ἐνταῦθα ἄφθαρτον’· φθαρήσεται γὰρ ὑπὸ τοῦ περιέχοντος, ἤτοι τοῦ ἀέρος. ἐπὶ τοῦ παρόντος γὰρ πυρός, ὡς εἴπομεν, ὁ λόγος ἁρμόττει· ὅπερ καὶ αὐτὸς ἐννοήσας ἐπήγαγεν· εἰ μὲν οὖν ἱκανὸν ἐκ τῶν εἰρημένων, καὶ προσυπακουστέον τοῦ ἔστω,1 ἵν’ ᾖ τὸ πᾶν· εἰ μὲν οὖν ἱκανὸν ἐκ τῶν εἰρημένων, ἔστω· τουτέστιν εἰ μὲν ἱκανῶς λέλυται, ἀρκεῖ, εἰ δὲ μή, πάλιν ῥητέον τὴν προτέραν λύσιν τὴν λέγουσαν· ἔστι τι ἐνεργείᾳ ἐναντίον, πάλιν ἐνεργείᾳ ἐναντίον λέγων τὸ περίττωμα. τὸ δὲ δι’ ὃ ἡ ἐλάττων φλὸξ κατακαίεται ὑπὸ τῆς πολλῆς κατασκευαστικόν ἐστι τοῦ ὅτι τρέφεται τὸ πῦρ.2 εἰ δὲ τρέφεται, ἔχει δηλονότι καὶ τὸ περίττωμα. κατακαίεται οὖν ἡ ἐλάττων φλὸξ ὑπὸ τῆς πολλῆς, ὅτι ἡ τροφὴ (αὕτη δ’ ἐστὶν ὁ καπνός), ἣν ἡ ἐλάττων φλὸξ ἐν πλείονι χρόνῳ ἐπινέμεται καὶ κατεσθίει, ἡ πλείων φλὸξ θᾶττον καὶ ἐν ὀλίγῳ χρόνῳ καταδαπανᾷ καὶ καταναλίσκει. ἀναλωθείσης δὲ τῆς τροφῆς, ἀφ’ ἧς ἔμελλε τὸ ἔλαττον πῦρ τραφήσεσθαι, ὑπὸ τοῦ πολλοῦ πυρὸς καὶ μὴ ἔχον ᾧ τραφήσεται σβέννυται. τὸ δὲ δι’ ὃ πάντα ἀεὶ ἐν κινήσει ὡς αἴτιον ἐπῆκται τοῦ πάντα ἔχειν ἢ ὕλην ἢ ὑποκείμενον. τὸ δὲ περιέχον εἰ μὲν ἐστιν οἰκεῖον τῇ κράσει τοῦ σώματος τῶν ζῴων, συντείνει καὶ συνεργεῖ πρὸς μακροβιότητα· εἰ δ’ ἀνοικείως ἔχει, ἀντιπράττει καὶ ὀλιγοχρονιώτερον ἀποτελεῖ. λέγει δὲ καὶ ὅτι τὰ μὲν ἔχοντα ὕλην μᾶλλον δ’ ὑποκείμενον τοῦ ποῦ, ὥσπερ τὰ θεῖα καὶ κυκλοφορητικὰ σώματα, κατὰ τόπον μεταβάλλει· εἰ δὲ ἔχει ὕλην τοῦ ποσοῦ, κατὰ αὔξησιν καὶ φθίσιν· εἰ δὲ ὕλην πάθους, ἀλλοιοῦται.
“但如果它排斥现实活动中一切相反者,那么它在此处也将是不灭的。或者并非如此。” 他所说的“现实活动中的相反者”是指残余物。这一论证或许适用于此处的火,但不适用于上方的火。所说的话是对某人可能向该论点提出的某种异议的解决。因为某人或许会说:正如动物的身体具有排泄机能,并借此排泄干湿养分的残余物,火也必然同样具有某种机能,借此现实活动中的相反者,即残余物,将被排泄出去;而一旦被排斥并抛射到远处,它就不会毁灭火了。因此,针对这样的异议,他补充了这些话,说:如果火的排泄机能排斥一切,那么此处的火就将是不灭的。提出了这一点之后,他通过说“或者并非如此”来进行解决,也就是说,“或者它在此处并不会是不灭的”;因为它将被周围的环境,即空气所毁灭。因为正如我们所说,这一论证适用于眼前的火;他自己也考虑到了这一点,因而补充说:“那么,如果根据所说的话已经足够,”并且必须补足理解“就算如此”,从而使整句话成为:“那么,如果根据所说的话已经足够,就算如此。”也就是说:如果已经得到了充分的解决,那就足够了;但如果不然,就必须再次陈述先前的解决,即声称“存在某种在现实活动中的相反者”的说法,这里他再次以“现实活动中的相反者”来指称残余物。而“较小的火焰被较多的火焰烧毁的缘由”则是为了确立火受到滋养这一事实。如果它受到滋养,显然它也具有残余物。因此,较小的火焰被较多的火焰烧毁,是因为较小的火焰在较长时间内摄取和吞噬的养分(这就是烟),较多的火焰更快且在短时间内就耗尽并费尽了。当较小的火本应赖以维持滋养的养分被较多的火耗尽,而没有东西可供滋养时,它就熄灭了。而“万物始终处于运动中的缘由”则是作为万物皆具有质料或底层主体的原因而被补充进来的。而周围的环境如果与动物身体的调配相符,就会对长寿有所助益并协同起作用;但如果并不相符,就会发生对抗并造成更短的寿命。他还说,具有质料、或者说具有“在何处”的底层主体之物,如神圣且做圆周运动的天体,是依空间而变化的;如果具有数量的质料,则依增长与减退而变化;如果具有受动状态的质料,则发生变质。
"Ἔτι δὲ οὔτε τὰ μέγιστα ἀφθαρτότερα· ἵππος γὰρ ἀνθρώπου βραχυβιώτερον." Μέλλων ἐντεῦθεν ἀποδιδόναι τὰς αἰτίας τοῦ τε μακροβίου καὶ βραχυβίου, ἐπειδὴ ὡς ἐπὶ τὸ πολὺ τὰ μείζω μακροβιώτερά εἰσι τῶν ἐλαττόνων, περὶ τούτων πρῶτον διορίζεται καὶ δείκνυσιν, ὅτι οὔτε τὸ μέγα οὔτε τὸ μικρὸν ἁπλῶς εἰσιν αἴτια ἢ τοῦ μακροβίου ἢ τοῦ βραχυβίου, ἀλλ’ ἕτερόν τι. λέγει οὖν ὅτι οὔτε τὰ μέγιστα ἀφθαρτότερα τῶν ἐλαττόνων (ἵππος γὰρ ἀνθρώπου βραχυβιώτερος μείζων ὢν ἀνθρώπου), οὔτε μὴν τὰ μικρὰ μακροβιώτερα τῶν μειζόνων. τὰ πολλὰ γὰρ τῶν ἐντόμων μικρὰ ὄντα ἐπέτειά ἐστιν· ἔνια γὰρ βιοῖ χρόνον καὶ ἴσως οὐδ’ ἐκεῖνον ὁλόκληρον. ἀλλὰ μὴν οὐδὲ πάντα τὰ φυτὰ μακροβιώτερα πάντων τῶν ζῴων· ἐπέτεια γὰρ ἔνια τῶν φυτῶν, οἷον κράμβη, τεῦτλον, ὤκιμον, ἄλλα πολλά. οὔτε μὴν τὰ ἔναιμα μακροβιώτερα τῶν ἀναίμων·3 μέλιττα γὰρ ἄναιμος οὖσα μακροβιωτέρα ἐστὶν ἐνίων ἐναίμων· αἱ γὰρ ψύλλαι ἐπέτειοι ἔναιμοι οὖσαι. ἀλλὰ μὴν οὐδὲ πάντα τὰ ἄναιμα μακροβιώτερα τῶν ἐναίμων· τὰ γὰρ μαλάκια ἐπέτεια ἄναιμα ὄντα. οὔτε τὰ ἐν τῇ γῇ πάντα ἀφθαρτότερα τῶν ἐνύδρων (καὶ γὰρ ἔνια καὶ φυτὰ καὶ πεζὰ ζῷα ἐπέτειά ἐστιν), οὔτε τὰ ἔνυδρα πάντα (ταῦτα γὰρ εἶπε τὰ ἐν τῇ θαλάττῃ) πάντων τῶν ἐν τῇ γῇ ἀφθαρτότερα· τὰ γὰρ ὀστρακηρὰ καὶ τὰ μαλάκια βραχύβια. ταῦτα εἰπὼν ἐπάγει· ὅλως δὲ καὶ πρώτως τὰ μακροβιώτερα ἐν τοῖς φυτοῖς ἐστιν (ὁ γὰρ φοῖνιξ τὸ φυτὸν μακροβιώτατον), δευτέρως δὲ ἐν τοῖς ἐναίμοις μᾶλλον ἢ ἐν τοῖς ἀναίμοις καὶ ἐν τοῖς πεζοῖς ἢ ἐν τοῖς ἐνύδροις. ὥστ’ ἐπεὶ μᾶλλον ἐν τοῖς ἐναίμοις καὶ ἐν τοῖς πεζοῖς τὸ μακρόβιον ἢ ἐν τοῖς ἀναίμοις καὶ ἐνύδροις, καὶ συνδυασθέντα τὸ μὲν πεζὸν τῷ ἐναίμῳ, τὸ δὲ ἔνυδρον τῷ ἀναίμῳ, ἔσονται τὰ πεζὰ καὶ ἔναιμα μακροβιώτερα τῶν ἐνύδρων καὶ ἀναίμων. Ταῦτα προειπὼν τὰς αἰτίας τοῦ τὰ μὲν εἶναι μακρόβια, τὰ δὲ βραχύβια σαφέστατα ἀπαγγέλλει. ἐν δὲ τῇ λέξει τῇ ἵνα μήτε εὔπηκτον μήτε εὐξήραντον ᾖ, μὴ εὔπηκτον μὲν διὰ τὸ θερμόν (τὸ γὰρ θερμὸν οὐκ ἐᾷ πήγνυσθαι), μὴ εὐξήραντον δὲ διὰ τὸ πλῆθος· τὸ γὰρ πολὺ οὐκ εὐξήραντον.
“此外,最大的事物也并非更不易毁灭;因为马比人更短命。” 从这里开始,他打算给出长寿与短命的原因,由于在多数情况下较大的事物比更小的事物更长寿,他首先就这些问题作出规定,并表明大或小都不能简单地作为长寿或短命的原因,而是另有他因。因此他说,最大的事物并不比更小的事物更不易毁灭(因为马虽然大于人,却比人更短命),而较小的事物也绝非比更大的事物更长寿。因为多数昆虫虽小,却是一年生;有些只活一年,甚至可能都活不满这一整年。然而,也并非所有的植物都比所有的动物更长寿;因为有些植物是一年生,例如卷心菜、甜菜、罗勒以及许多其他植物。具血者也绝非比无血者更长寿;因为蜜蜂虽无血,却比某些具血者更长寿;跳蚤虽有血,却是一年生的。然而,也并非所有的无血者都比具血者更长寿;因为软体动物虽无血,却是一年生的。陆地上的事物并非全都比水生事物更不易毁灭(因为某些植物和陆生动物也是一年生的),水生的事物(他称之为海中的事物)也并非全都比陆地上的所有事物更不易毁灭;因为具壳类和软体动物是短命的。说了这些之后,他补充道:总体而言且首要的是,更长寿者存在于植物之中(因为椰枣树这种植物寿命最长),其次是在具血者中多于无血者,在陆生者中多于水生者。因此,既然长寿更多地属于具血者和陆生者,而非无血者和水生者,那么当把陆生与具血结合、水生与无血结合时,陆生具血者将比水生无血者更长寿。预先说明了这些之后,他极其明晰地阐述了有些长寿而有些短命的原因。而在“为了使之既不易凝结也不易变干”这句话中,不易凝结是由于热(因为热不允许凝固),而不易变干则是由于数量众多;因为大量的事物是不易变干的。
- 5.5καὶ προσυπακουστέον τοῦ ἔστω
动词性形容词 προσυπακουστέον 支配带冠词属格 τοῦ ἔστω,属于语法术语用法,意为“必须在语境中补足理解 ἔστω(就算如此/随它去吧)一词”。动词 προσυπακούω 经常支配属格以表示需要补充省去的词句。
- 5.5τὸ δὲ δι’ ὃ ἡ ἐλάττων φλὸξ κατακαίεται ὑπὸ τῆς πολλῆς κατασκευαστικόν ἐστι τοῦ ὅτι τρέφεται τὸ πῦρ
句首由中性单数冠词 τὸ 实词化的从句 τὸ δὲ δι’ ὃ ... πολλῆς 作为主语,指代亚里士多德原文中讨论“较小的火焰为何被较多的火焰烧毁”的文段。谓语是 κατασκευαστικόν ἐστι τοῦ ὅτι ...(是为了论证/确立……的事实),形容词 κατασκευαστικόν 支配带有属格冠词的 τοῦ ὅτι 从句。
- 5.6καὶ συνδυασθέντα τὸ μὲν πεζὸν τῷ ἐναίμῳ, τὸ δὲ ἔνυδρον τῷ ἀναίμῳ, ἔσονται τὰ πεζὰ καὶ ἔναιμα μακροβιώτερα τῶν ἐνύδρων καὶ ἀναίμων
分词 συνδυασθέντα 为中性复数(充当条件或时间状语,用法接近绝对分词),由其后的并列配对成分 τὸ μὲν πεζὸν τῷ ἐναίμῳ, τὸ δὲ ἔνυδρον τῷ ἀναίμῳ(“一方面将陆生与具血结合,另一方面将水生与无血结合”)所具体阐释。主句的主语是 τὰ πεζὰ καὶ ἔναιμα,谓语动词是 ἔσονται。
