← 艾菲索斯的米海尔

亚里士多德《自然诸论丛》评注

§92.18-93.23

火的质料复合物本性及因相反者而招致的消亡

米海尔将亚里士多德关于热“处处都在”但绝非“全都是”的论述解释为火是质料与热的复合物而非单纯的热本身,并论证受动状态不可能脱离底层主体独立存在,同时指出由于摄取养分所产生的残余物构成了相反者,上方的火亦必然遭受毁灭。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.4

" Πάντῃ μὲν γὰρ εἶναι τὸ θερμὸν ἢ τὸ εὐθὺ ἐνδέχεται, πᾶν δὲ εἶναι ἀδύνατον.1" Εἰπὼν ὅτι τῷ ἔχοντι ὕλην ἀδύνατον μὴ ὑπάρχειν πῶς τὸ ἐναντίον, διὰ τούτων κατασκευάζει τὸ προκείμενον, δυνάμει λέγων· εἰ μὲν γὰρ ἦν τὸ πῦρ χωρὶς ὕλης, εἰκὸς ἦν λέγειν, ὅτι ἐν τῷ ἄνω τόπῳ οὐ φθαρήσεται διὰ τὸ μὴ ἐνταῦθα ὑπάρχειν αὐτῷ ἐναντίον· ἐπεὶ δὲ μετὰ ὕλης ἐστὶ καὶ ἔχει πως τὸ ἐναντίον, οὐκ εὔλογόν ἐστι τὸ λέγειν, ὅτι οὐ φθαρήσεται ἄνω ὄν. ἡ μὲν οὖν διάνοια τῶν ὑπὸ τῆς λέξεως αἰνιττομένων αὕτη ἐστίν, τὸ δὲ τῆς λέξεως τοιοῦτον· ἡ μὲν γὰρ θερμότης καὶ ἡ ξηρότης πάντῃ, τουτέστι ἐν ὅλῃ τῇ φύσει τῆς ὕλης, ἥτις ὑπόκειται τῷ πυρί, τυγχάνουσιν οὖσαι· οὕτω γάρ εἰσιν ἐν αὐτῇ ὡς τὰ εἴδη ἐν τῇ ὕλῃ. οὐ γὰρ ἐν τῷδε μὲν τῷ μέρει τῆς ὕλης ἐστὶ θερμότης, ἐν τούτῳ δ’ οὐκ ἔστιν, ἀλλ’ ἐν ἁπάσῃ τῇ φύσει αὐτῆς, ὥσπερ καὶ ἡ θερμότης ἐν ἅπαντι τῷ θερμῷ ὕδατι· οὐ γὰρ τοῦ τεθερμασμένου ὕδατος τὸ μέν ἐστι θερμόν, τὸ δὲ ψυχρόν, ἀλλ’ ὅλον δι’ ὅλου. ἔστι μὲν οὖν πάντῃ τὸ θερμόν, πᾶν δὲ οὐκ ἔστι θερμόν· τουτέστι πᾶν δὲ οὐκ ἔστι θερμότης, ἀλλὰ σύνθετον ἐξ ὕλης καὶ θερμότητος. ὥσπερ γὰρ τὸ ζῷον οὐκ ἔστι ψυχή, ἀλλὰ σύνθετον ἐξ ὕλης μὲν τοῦ σώματος, εἴδους δὲ τῆς ψυχῆς, οὕτω καὶ τὸ πῦρ οὐκ ἔστι πῦρ μόνον ἤτοι θερμότης, ἀλλὰ σύνθετον ἐξ ὕλης καὶ θερμότητος καὶ ἔτι ξηρότητος. ὁμοίως καὶ ἡ εὐθύτης ἐστὶ μὲν ἐν ἅπαντι τῷ ξύλῳ, οὐκ ἔστι δὲ τὸ πᾶν τὸ ἐκ ξύλου καὶ εὐθέος εὐθύτης, ἀλλὰ σύνθετον ἐκ ξύλου καὶ εὐθύτητος. εἰπὼν δὲ ὅτι πᾶν δὲ εἶναι θερμὸν ἢ λευκὸν ἀδύνατον, τὴν αἰτίαν τούτου ἐπήγαγεν εἰπών· ἔσται γὰρ τὰ πάθη κεχωρισμένα. ἔστι δὲ τὸ λεγόμενον· εἰ γάρ ἐστι τὸ πῦρ θερμότης μόνον χωρὶς ὕλης καὶ ὑποκειμένου καὶ τὸ εὐθὺ ξύλον εὐθύτης, ἔσται τὰ πάθη αὐτὰ καθ’ αὑτὰ χωρὶς ὑποκειμένου· ὅπερ ἀδύνατον. πᾶν γὰρ πάθος ἐν ὑποκειμένῳ. ὥστε οὐκ ἔστι τὸ πῦρ χωρὶς ὑποκειμένου καὶ ὕλης καὶ ἐναντίου. τῶν δ’ ἐναντίων τὸ μὲν ποιεῖ, τὸ δὲ πάσχει. ὥστε, ἐπειδὴ ἅμα εἰσὶ τὰ ἐναντία ἄνω, ἀδύνατον μὴ μεταβάλλειν. ἔτι ἐπεὶ τὸ πῦρ τρέφεται καὶ ἐνταῦθα καὶ ἄνω, ὅπου δὲ τροφὴ καὶ τρεφόμενον, περίττωμα, τὸ δὲ περίττωμα ἐναντίον, κἂν διὰ τοῦτο ἀναγκαῖον ἐναντίον τι εἶναι ἄνω τῷ πυρί. εἰ δὲ ἐναντίον, καὶ μάχη, καὶ τὸ ἑπόμενον αὐτῇ, φθορά. εἰπὼν δὲ ὅτι τὸ περίττωμα ἐναντίον, πιστούμενος ὅτι ἐναντίον, ἐπήγαγεν· ἐξ ἐναντίου γὰρ ἀεὶ ἡ μεταβολή. εἰ γὰρ ἡ πρώτη τροφὴ ἐναντίον τῷ τρεφομένῳ, ὡς πολλάκις εἴρηται, τὸ δὲ περίττωμα μέρος ἢ ὑπόλειμμα τῆς πρώτης τροφῆς, δηλονότι καὶ τὸ περίττωμα ἐναντίον τῷ φερομένῳ,2 ὅπερ περίττωμα σπεύδουσα ἡ τοῦ τρεφομένου φύσις μεταβαλεῖν εἰς ἑαυτήν, ἀνάγκη μάχην γίνεσθαι·3 εἰ δὲ τοῦτο, καὶ φθορὰν τοῦ κρατηθέντος.

“因为热或直有可能处处都在,但绝不可能全都是。” 在说明了对于具有质料之物而言,相反者不可能不以某种方式内在其中之后,他通过这些话确立了所讨论的论题,实质上是说:如果火没有质料,那么说它在上方的位置不会被毁灭(因为在那里不存在属于它的相反者)固然是合理的;但既然它是伴随着质料的,并以某种方式具有相反者,那么说它在上方时不会被毁灭就是不合情理的了。因此,这段文句所暗示的意思就是这个,而字面的涵义则是如此:热与干处处都在,也就是说,在作为火之底层的质料的全部本性之中;因为它们存在于质料中,正如形式存在于质料中一样。因为热并非存在于质料的这一部分而不在那一部分,而是在其全部本性之中,正如热也存在于全部热水之中一样;因为被加热的水并非一部分是热的而另一部分是冷的,而是通体皆热。因此,热固然处处都在,但并非全都是热;也就是说,全体并非热本身,而是由质料与热构成的复合物。因为正如动物并非灵魂本身,而是由作为质料的身体与作为形式的灵魂构成的复合物,同样,火也并非单单是火亦即热本身,而是由质料、热以及干构成的复合物。同样,直存在于整根木料之中,但由木料与直所构成的全体并非直本身,而是由木料与直构成的复合物。在说了“它全都是热的或白[直]的是不可能的”之后,他说明了这一点的缘由,说:“因为各样受动状态将分离存在。”这话的意思是:如果火只是没有质料与底层主体的单纯之热,而笔直的木料就是直本身,那么受动状态就将脱离底层主体而自身独立存在;而这是不可能的。因为一切受动状态皆在底层主体之中。因此,火不可能没有底层主体、质料与相反者。而在相反者之中,一者施加作用,另一者承受作用。因此,既然相反者在上方共同存在,它不发生变化就是不可能的。此外,既然火在这里和上方都受到滋养,而在有养分与被滋养者的地方就有残余物,且残余物是相反者,那么即使仅凭这一点,在上方也必然有某种与火相反的东西存在。如果有相反者,也就有抗争,以及随之而来的毁灭。在说了“残余物是相反者”之后,为了证实它是相反者,他补充说:“因为变化总是从相反者而来的。”因为如果最初的养分与被滋养者相反(正如屡次说明的那样),而残余物是最初养分的一部分或剩余,那么显然残余物也与被运载者[火]相反;当被滋养者的本性极力将此残余物转化为自身时,必然发生抗争;如果有了抗争,被压倒者必然遭到毁灭。

语法注3 条
  1. 5.4Πάντῃ μὲν γὰρ εἶναι τὸ θερμὸν ἢ τὸ εὐθὺ ἐνδέχεται, πᾶν δὲ εἶναι ἀδύνατον

    副词 πάντῃ(“处处”)与中性名词化用法 πᾶν(“全体/全都”)的对比。米海尔将这种句法结构理解为形式性质遍布于整个质料之中(πάντῃ),与复合实体本身等同于该性质本身(πᾶν εἶναι θερμόν,即纯粹是热本身)之间的区别。

  2. 5.4δηλονότι καὶ τὸ περίττωμα ἐναντίον τῷ φερομένῳ

    τῷ φερομένῳ 可能是由于与前面的 τῷ τρεφομένῳ(“被滋养者”)音近而在抄写中造成的混淆;但若依原文直读,则作表示相反对象的与格,意为“对于被运载者”,指代在本性上向上运动的“火”本身。

  3. 5.4ὅπερ περίττωμα σπεύδουσα ἡ τοῦ τρεφομένου φύσις μεταβαλεῖν εἰς ἑαυτήν, ἀνάγκη μάχην γίνεσθαι

    包含关系从句对先行词的吸收(ὅπερ περίττωμα)以及分词 σπεύδουσα 的句式。σπεύδουσα 在性、数、格上与主语 ἡ τοῦ τρεφομένου φύσις(阴性单数)一致,但随后的主句接以非人称结构 ἀνάγκη [ἐστὶ] μάχην γίνεσθαι,从而形成主格主语及分词失去对应限定动词的破格句法(anacoluthon)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:92.18-93.23