- 底本
- Michael, In Parva Naturalia Commentaria. Commentaria in Aristotelem Graeca XXII.1, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-149. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:91.20-92.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔针对上方之火是否不可朽的疑难做出解答,聚焦于亚里士多德“以某种方式”这一措辞,阐明质料作为接受相反者的潜能必然内在包含着对立,从而论证了火即便是处于上方,也会因其自身内部质料的作用而被毁灭。
" Ἢ τοῦτο τῇ μὲν ἀληθές, τῇ δ’ οὔ· ἀδύνατον γὰρ τῷ ὕλην ἔχοντι μὴ ὑπάρχειν πως τὸ ἐναντίον." Ἐντεῦθεν λύει τὴν ἀπορίαν καί φησιν ἀληθὲς μὲν εἶναι τὸ πᾶν τὸ φθειρόμενον ὑπὸ ἐναντίου φθείρεσθαι, ψεῦδος δὲ τὸ μὴ εἶναι ἐνταῦθα, τουτέστιν ἐν τῷ ἄνω τόπῳ, ἐναντίον τῷ πυρί. ἀδύνατον γάρ, φησί, τῷ ὕλην ἔχοντι μὴ ὑπάρχειν πως τὸ ἐναντίον. εἰ γὰρ τῇ ὕλῃ τὸ εἶναι ὕλη ἐστὶν ἐν τῷ δεκτικὴν εἶναι τῶν ἐναντίων, ἀδύνατον μὴ μάχεσθαί πως τῇ θερμότητι καὶ ξηρότητι καὶ σπεύδειν ἀποπτύσαι μὲν αὐτάς, δέξασθαι δὲ ἄλλας. ὥστε καὶ ἐν τῷ ἀνωτάτω τόπῳ ὂν τὸ πῦρ φθαρήσεται. μάχεται γάρ πως ἡ ὕλη τῷ εἴδει, ἄλλως τε καὶ ποιότητά τινα ἐχούσης τῆς ἑκάστῳ προσεχοῦς ὑποκειμένης ὕλης. ἡ μὲν γὰρ νοουμένη κατὰ ἀπόφασιν καὶ ἀπογύμνωσιν πάντων τῶν εἰδῶν, ἥτις νοεῖται μέν, οὐκ ἔστι δέ, ἐκείνη μὲν δὴ ἄποιος· ἡ δὲ ὑποκειμένη τῷ πυρὶ ἢ τῷ ὕδατι ἔχει τινὰ ποιότητα· ποιὰ γάρ τις πρότερον γεγονυῖα οὕτω δέχεται τὸ θερμὸν καὶ ξηρόν. τοῦτο δ’ ἤδη ἔστι πῦρ.1 εἰσὶ γὰρ ἀμφότεραι δυνάμει πῦρ, καὶ ἡ χωρὶς τινος ποιότητος νοουμένη, μὴ οὖσα δέ ποτε τοιαύτη, καὶ ἡ ἤδη ποιά τις οὖσα· ἀλλ’ ἐκείνη μὲν πορρωτέρω, ἡ δὲ ποιωθεῖσα ἐγγυτέρω. ὥσπερ γὰρ λέγομεν δυνάμει ἐπιστήμονα καὶ τὸ ἤδη τεχθὲν παιδίον, λέγομεν δὲ ἐπιστήμονα καὶ τὸν μανθάνοντα, ἀλλ’ ἐκεῖνο μὲν πορρώτερον, οὗτος δ’ ἐγγύτερον, οὕτω καὶ ἐπὶ τῆς ὕλης τῆς τε ἀποίου καὶ τῆς ἤδη ποιᾶς τινος γεγονυίας καὶ ἐλθούσης ἀπὸ τοῦ πρώτου δυνάμει εἰς τὸ δεύτερον. τούτων οὕτως ἐχόντων πάνυ ἀκριβῶς πρόσκειται τὸ πῶς ἐν τῇ λέξει τῇ ἀδύνατον γὰρ τῷ ὕλην ἔχοντι μὴ ὑπάρχειν πῶς τὸ ἐναντίον. οὐ γὰρ ἁπλῶς ἐστιν ἡ ὕλη ᾗ ὕλη2 ἐναντίον τῷ τοῦ πυρὸς εἴδει, οἷον τῇ θερμότητι καὶ ξηρότητι, ἀλλ’ ᾗ σύνεστιν ἐν αὐτῇ ἡ τῶν ἄλλων στέρησις, καὶ ᾗ ἡ μέν ἐστι δύναμις, τὸ δὲ ἐνέργεια, καὶ ᾗ πέφυκεν ἀποπτύειν μὲν τόδε τὸ εἶδος, δέχεσθαι δὲ ἄλλο, καὶ ᾗ ποιωθεῖσα μᾶλλον ἐστι δυνάμει. ἡ γὰρ τοιαδὶ ποιότης σπεύδουσα μεταβαλεῖν τὸ εἶδος εἰς ἑαυτήν, ὁμοίως καὶ τὸ εἶδος τὴν ποιότητα εἰς ἑαυτό, ἀνάγκη φθείρεσθαι τὸ πῦρ κρατηθέντος τοῦ πυροειδοῦς ὑπὸ τῆς ποιότητος τῆς ἐκ τοῦ δυνάμει οὔσης πῦρ μεταβεβληκυίας εἰς τὸ δυνάμει εἶναι ἀὴρ ἢ ἄλλο τι. ὥστε ἔχει πῶς ἐν ἑαυτῷ τὸ πῦρ ἐναντίον ἄνω ὄν.
“或者这在这一方面是真实的,但在那一方面则不然;因为对于具有质料之物而言,对立面不可能不以某种方式内在其中。” 他由此化解了疑难,并说:一切被毁灭之物皆被相反者所毁灭,这固然是真实的;但在那里,即在上方的位置,不存在火的相反者,这则是虚假的。因为他说,对于具有质料之物而言,对立面不可能不以某种方式内在其中。因为如果对于质料而言,作为质料的存在就在于能够接受相反者,那么它就不可能不以某种方式与热和干相抗争,并极力排拒它们而接受其他特性。从而,火即使处于最高的位置也是会被毁灭的。因为质料以某种方式与形式相抗争,尤其是由于作为每一事物直接底层的质料具有某种性质。因为通过否定和剥除一切形式而被构想的质料——它固然被构想,但并不存在——乃是没有性质的;而作为火或水的底层的质料则具有某种性质;因为它是先成为了某种性质之物,才这样接受了热与干。而这已经是火了。因为二者在潜能上都是火:既包括那被构想为没有任何性质、但从未如此存在的质料,也包括那已经具有某种性质的质料;然而前者更为遥远,而获得性质的后者则更为切近。因为正如我们说刚出生的婴儿在潜能上是有知识的,也说正在学习的人是有知识的,但前者更为遥远,后者更为切近,对于无性质的质料以及那已经成为某种性质、从第一种潜能进入第二种潜能的质料而言,情况亦是如此。既然这些情况如此,在“因为对于具有质料之物而言,对立面不可能不以某种方式内在其中”这一文句中,“以某种方式”这一词的附加是极其精确的。因为质料作为质料,并非单纯地与火的形式(如热与干)相反对,而是就其他特性的缺失与其共存而言,就一者是潜能而另一者是现实而言,就它在本性上排拒这一个形式并接受另一个形式而言,并且就它获得了性质从而更多地处于潜能之中而言,才是相反对的。因为当这样一种性质极力将形式转化为自身,同样形式也极力将性质转化为自身时,一旦火样之物被那从在潜能上是火转化为在潜能上是空气或别的什么东西的性质所压倒,火必然被毁灭。因此,火即使处于上方,其自身内部也以某种方式包含着相反者。
- 5.3ἡ γὰρ τοιαδὶ ποιότης σπεύδουσα μεταβαλεῖν τὸ εἶδος εἰς ἑαυτήν, ὁμοίως καὶ τὸ εἶδος τὴν ποιότητα εἰς ἑαυτό, ἀνάγκη φθείρεσθαι τὸ πῦρ
主格分词 σπεύδουσα(以及并列并承前省略分词的 τὸ εἶδος)没有对应的限定动词,而是直接接上无人称句式 ἀνάγκη φθείρεσθαι τὸ πῦρ,构成了悬空主格(破格句)。在意义上,它相当于表示伴随情况或原因的属格独立结构。
- 5.3ἡ ὕλη ᾗ ὕλη
名词的重复(ἡ ὕλη ἡ ὕλη)用于强调“作为质料本身的质料”(qua 质料)。它起到同格强化主语的作用,与后文的中性单数表语 ἐναντίον 相对照。
