- 底本
- Michael, In Parva Naturalia Commentaria. Commentaria in Aristotelem Graeca XXII.1, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-149. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:90.5-91.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔考察了亚里士多德在《论长寿与短命》中提出的疑难,即某一可朽事物在缺乏对立者之处(如月球天球的接触面)是否可能是不可朽的,并根据自身朽灭与偶性朽灭、实体与基质中偶性的区分梳理了其辩证论证结构。
" Ἴσως δ’ ἄν τις ἀπορήσειεν εὐλόγως· ἆρ’ ἔστιν, οὗ ἄφθαρτόν ἐστι τὸ φθαρτόν;1" Ὅπερ ἀπορεῖ περὶ τοῦ αἰθέρος, τοιοῦτόν ἐστιν· ἆρα τὸν αἰθέρα τῇ ἑαυτοῦ φύσει φθαρτὸν ὄντα ἐνδέχεται ἔν τινι τόπῳ ἄφθαρτον εἶναι; οἷον εἰ πᾶν τὸ φθειρόμενον ὑπὸ ἐναντίου φθείρεται, ἡ δὲ κοίλη ἐπιφάνεια τῆς σεληνιακῆς σφαίρας οὐκ ἔστιν ἐναντία τῷ αἰθέρι (τῷ γὰρ πέμπτῳ σώματι οὐδέν ἐστιν ἐναντίον, ὡς ἐν τῷ Περὶ οὐρανοῦ δέδεικται), συμβήσεται τὸ ἁπτόμενον μέρος τοῦ αἰθέρος τῆς σεληνιακῆς σφαίρας ἄφθαρτον εἶναι. τὸ μὲν γὰρ ἁπτόμενον τοῦ ἀέρος ἔστω φθαρτόν, εἴπερ ὁ μὲν αἰθὴρ ξηρός, ὁ δὲ ἀὴρ ὑγρός· τὸ δὲ λεπτότατον τοῦ αἰθέρος καὶ ἁπτόμενον τῆς σεληνιακῆς σφαίρας διὰ τί ἂν εἴη φθαρτόν; ἡ μὲν οὖν ἀπορία τοιαύτη, ἐπιχειρεῖ δὲ πρῶτον ἐνδόξως λέγων, ὅτι οὐ φθείρεται καθ’ ὃ μέρος ἅπτεται τῆς σελήνης, εἶτα τίθησι τὸ ἀληθὲς καὶ λέγει φθείρεσθαι καὶ τῆς σεληνιακῆς σφαίρας μὴ οὔσης αὐτῷ ἐναντίας. ἐπιχειρεῖ οὖν πρῶτον καὶ λέγει, ὅτι οὐ φθείρεται. φθείρεται γάρ, φησί, τὰ μὲν ὑπάρχοντα τοῖς ἐναντίοις κατὰ συμβεβηκός. ἀσαφὴς δὲ οὖσα ἡ λέξις, δεῖ ἡμᾶς οὕτως εἰπεῖν· τὸ ὕδωρ ἐστὶ μὲν ὑγρὸν καὶ ψυχρόν, ἐστὶ δὲ καὶ γλυκύ· ὁμοίως τὸ πῦρ ξηρὸν καὶ θερμόν, ἀλλὰ καὶ λευκόν. ἐναντία δὲ τὸ ψυχρὸν τῷ θερμῷ, τὸ δὲ ὑγρὸν τῷ ξηρῷ. τούτων προειλημμένων ὑπάρχοντα λέγει τὸ γλυκὺ καὶ τὸ λευκόν, ἐναντία δὲ τὸ ψυχρὸν καὶ θερμόν, καὶ ὑγρὸν καὶ ξηρόν. καὶ ὑπάρχει τὸ μὲν γλυκὺ τῷ ψυχρῷ καὶ ὑγρῷ, τὸ δὲ λευκὸν τῷ ξηρῷ καὶ θερμῷ. εἰ μὲν οὖν φθαρέντος τοῦ γλυκέος μένει τὸ ψυχρὸν καὶ ὑγρόν, ἴδιος αὕτη ἡ φθορὰ καὶ καθ’ αὑτὴν τοῦ γλυκέος. εἰ δὲ τοῦ ψυχροῦ καὶ ὑγροῦ φθαρέντος συμφθαρῇ αὐτοῖς τὸ γλυκύ (ἀνάγκη γὰρ τοῦτο γενέσθαι), κατὰ συμβεβηκὸς ἔφθαρται τὸ γλυκύ. φθείρεται οὖν κατὰ συμβεβηκὸς τὸ γλυκὺ καὶ λευκόν (ταῦτα γὰρ εἶπεν ὑπάρχοντα τοῖς ἐναντίοις, τουτέστι τῷ ψυχρῷ καὶ ὑγρῷ, καὶ θερμῷ καὶ ξηρῷ) φθειρομένων τῶν ἐν οἷς εἰσιν ἐναντίων. φθείρεται δὲ τὰ ἐναντία ὑπ’ ἀλλήλων. ὥστε ἀνάγκη φθείρεσθαι καὶ τὰ ἐν τοῖς ἐναντίοις ὄντα. εἰ δὴ κατὰ συμβεβηκὸς λέγομεν φθείρεσθαι τὰ ἐν ὑποκειμένῳ τινὶ ὄντα, ὅταν τοῖς ἰδίοις ὑποκειμένοις συμφθείρηται, ὁ δ’ αἰθὴρ καὶ τὰ λοιπὰ στοιχεῖα οὐδενὶ συμβεβήκασιν (οὐδεμία γὰρ οὐσία τῶν ἐν ὑποκειμένῳ), οὐκ ἂν φθείροιντο κατὰ συμβεβηκός. τούτου γάρ ἐστι δηλωτικὸν τὸ κατὰ συμβεβηκὸς δ’ οὐθὲν τῶν ἐν ταῖς οὐσίαις ἐναντίων φθείρεται· λέγων οὐσίας τὰ ζῷα καὶ πάντα τὰ σύνθετα, ἐν αὐταῖς δὲ ἐναντία τὰ τέσσαρα στοιχεῖα. ἐπεὶ οὖν πᾶν τὸ κατὰ συμβεβηκὸς φθειρόμενον τῶν ἐν ὑποκειμένῳ ἐστίν, οὐδὲν δὲ τῶν σωματικῶν στοιχείων ἐν ὑποκειμένῳ ἐστίν, οὐδὲν ἂν στοιχεῖον κατὰ συμβεβηκὸς φθείροιτο. τὸ γὰρ διὰ τὸ μηδενὸς ὑποκειμένου κατηγορεῖσθαι τὴν οὐσίαν ἴσον ἔστι τῷ μηδεμίαν οὐσίαν τῶν ἐν ὑποκειμένῳ εἶναι.2 οὕτω δείξας μὴ οἷόν τε εἶναι φθείρεσθαι κατὰ συμβεβηκὸς τὰ στοιχεῖα, ἐπιχειρεῖ ὅτι οὐδὲ καθ’ αὑτὸ οἷόν τε ἄνω φθείρεσθαι τὸ πῦρ, λέγων ὥστε ᾧ μή ἐστιν3 ἐναντίον, καὶ ὅπου μή ἐστιν. εἴη δ’ ἂν τὸ λεγόμενον· ὅσαις τῶν οὐσιῶν μή ἐστιν ἐναντίον, ἄφθαρτοί εἰσι καὶ ἔσονται ἀεὶ διὰ τὸ πᾶν τὸ φθειρόμενον ὑπὸ ἐναντίου φθείρεσθαι. ὅσαις δ’ ἐστὶν ἐναντίον, ἐν ᾧ τόπῳ μὴ εὑρίσκεται ἐναντιότης, ἐν τούτῳ οὖσαι ἄφθαρτοι ἔσονται. ἀλλὰ μὴν ἡ σεληνιακὴ σφαῖρα οὐκ ἔστιν ἐναντία τῷ πυρί· ἄφθαρτον ἄρα ἔσται τὸ ἐν αὐτῇ μέρος τοῦ πυρὸς ὄν.
“然而或许有人会合乎理据地提出疑难:是否存在[一处],其中可朽者是不可朽的?” 他关于以太所提出的疑难大致如下:以太就其自身本性而言既然是可朽的,是否可能在某一处所中是不可朽的?例如,如果凡朽灭者皆被对立者所毁坏,而月球天球的凹面并不与以太对立(因为正如在《论天》中所证明的那样,第五种物体不存在任何对立者),那么触及月球天球的以太部分便必然是不可朽的。因为触及空气的部分,假若以太为燥而空气为湿,权且算作可朽的;但以太中最精微、触及月球天球的部分,何以会是可朽的呢?疑难便是如此;他首先依通识立论,说以太在触及月亮的部分是不被毁坏的,接着陈明真理,说即便月球天球并不与它对立,它也是要朽灭的。于是他首先立论并说它不朽灭。他说,因为属于对立者之物是偶性地朽灭的。但由于该文句晦涩,我们须作如下说明:水虽是湿而冷的,但也甜;同样,火虽是燥而热的,但也白。而冷对立于热,湿对立于燥。预先把握了这些之后,他便将甜和白称为“属于者”,而将冷与热、湿与燥称为“对立者”。并且,甜属于冷与湿,白属于燥与热。如果甜被毁坏而冷与湿仍存留,这乃是甜自身的、固有的朽灭。但如果当冷与湿被毁坏时,甜与它们一同被毁坏(因为这必然发生),甜便是偶性地被毁坏了。因此,甜与白(因为他所说的属于对立者即属于冷与湿、热与燥者便是指这些)在它们所处的对立者被毁坏时是偶性地朽灭的。而对立者是相互毁坏的;所以处在对立者之中的事物必然也朽灭。假若我们确实说,处在某一基质之中的事物,在其与自身的基质一同被毁坏时是偶性地朽灭的,而以太与其他元素并不偶随于任何事物(因为没有任何实体属于处在基质之中的事物),那么它们便不会偶性地朽灭。因为“但在实体中的对立者无一偶性地朽灭”这句话所表明的正是在这一点;他称动物与一切复合事物为“实体”,而称其中的四种元素为“对立者”。既然凡偶性地朽灭者皆属于处在基质之中的事物,而有形体的元素无一处在基质之中,那么便没有任何元素会偶性地朽灭。因为“由于实体不作为任何基质的谓词”与“没有任何实体属于处在基质之中的事物”是一回事。他在这样表明了元素不可能偶性地朽灭之后,又通过“因此对于没有对立者的事物,以及在没有对立者之处”这句话,立论证明火在上方也不可能自身而言地朽灭。所说之意当是:实体中凡没有对立者,皆因凡朽灭者皆由对立者所毁坏而不可朽且永远不可朽;而凡有对立者,在寻不见对立之处,处于其中时便将是不可朽的。然而月球天球并不对立于火;因此处于其中的火的部分必将是不可朽的。
- 5.2ἆρ’ ἔστιν, οὗ ἄφθαρτόν ἐστι τὸ φθαρτόν;
关系副词 οὗ 引导一个省略了处所先行词(如 τόπος)的关系从句,构成“是否存在[一处],其中……”的实质疑问句。米海尔在下文中明确将其释读为“在某一处所中(ἔν τινι τόπῳ)”。
- 5.2τὸ γὰρ διὰ τὸ μηδενὸς ὑποκειμένου κατηγορεῖσθαι τὴν οὐσίαν ἴσον ἔστι τῷ μηδεμίαν οὐσίαν τῶν ἐν ὑποκειμένῳ εἶναι.
句首的中性冠词 τό 将引用的短语 διὰ τὸ μηδενὸς ὑποκειμένου κατηγορεῖσθαι τὴν οὐσίαν 名词化作为语法主语,并通过 ἴσον ἔστι 与冠词性不定词引导的表语从句 τῷ μηδεμίαν οὐσίαν... εἶναι 相联系。
- 5.2ὥστε ᾧ μή ἐστιν ἐναντίον, καὶ ὅπου μή ἐστιν.
这是引自亚里士多德的高度压缩文句,省略了主要谓词和动词。米海尔紧接着在下一句中(εἴη δ’ ἂν τὸ λεγόμενον...)补足了其句法骨架:前半句 ᾧ μή ἐστιν ἐναντίον 被解构为无对立者的实体本身是不朽的(ὅσαις τῶν οὐσιῶν μή ἐστιν ἐναντίον, ἄφθαρτοί εἰσι),后半句 καὶ ὅπου μή ἐστιν 则被补充为有对立者之物在没有对立者的处所中亦不朽(ὅσαις δ’ ἐστὶν ἐναντίον, ἐν ᾧ τόπῳ μὴ εὑρίσκεται ἐναντιότης...)。
