- 底本
- Michael, In Parva Naturalia Commentaria. Commentaria in Aristotelem Graeca XXII.1, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-149. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:88.16-90.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔注解了亚里士多德在465a13及以后的文本,阐明了作为长寿与短命基准的自然构成要素的易朽性与相互毁灭,随后探讨了属性与灵魂相对于身体的朽灭方式,从而论证了灵魂是不可分离的形式而非从外进入之物。
" Δεῖ δὴ λαβεῖν, τί τὸ εὔφθαρτον ἐν τοῖς φύσει συνεστῶσι, καὶ τί τὸ οὐκ εὔφθαρτον." Πάνυ προσήκει περὶ τούτων διαλαβεῖν. περὶ μακροβιότητος γὰρ καὶ βραχυβιότητος τῆς παρούσης πραγματείας οὔσης καὶ βραχυβίων μὲν ὄντων τῶν εὐφθάρτων, μακροβίων δὲ τῶν μὴ εὐφθάρτων, ἀναγκαῖον ἂν εἴη περὶ τούτων διαλαβεῖν, ὡς ἂν ἐκ τούτων περὶ τῶν προκειμένων ῥᾷστα διαλάβοιμεν. ἐν δὲ τῇ λέξει τῇ πῦρ γὰρ καὶ ὕδωρ καὶ τὰ τούτοις συγγενῆ, οὐκ ἔχοντα τὴν αὐτὴν δύναμιν τὸ δὴ τοιοῦτον καθ’ αὑτὸ καὶ ὡς ἀπ’ ἄλλης ἀρχῆς ἐπαχθὲν τοιοῦτόν τι δηλοῖ· τὸ πῦρ καὶ τὸ ὕδωρ, ὅ τε ἀὴρ καὶ ἡ γῆ φθείρουσιν ἄλληλα. εἰ δὲ τοῦτο, καὶ ἐν τοῖς τῶν ζῴων σώμασιν ὄντα, ὃν δή τινα τρόπον καὶ εἰσί, φθερεῖ θάτερον θάτερον. ἑνὸς δὲ ὁποιουοῦν φθαρέντος ἀνάγκη καὶ τὸ ἐκ τούτων συνεστηκὸς ἐφθάρθαι. τὸ γὰρ μετέχειν τῆς τούτων φύσεως εὔλογον δηλωτικόν ἐστι τοῦτο τῆς τούτων φθορᾶς.1 μετέχουσι δὲ τὰ σύνθετα τῆς ἐξ ὧν εἰσι φύσεως οὐ πάντα (οὐ γὰρ καὶ ἡ οἰκία· οὐ γὰρ ἀνάγκη ἑνὸς λίθου φθαρέντος φθείρεσθαι). ἀλλὰ καὶ τὰ ζῶντα. περὶ μὲν οὖν τῶν ἄλλων ἔστω λόγος ἕτερος. ἄλλα λέγει ἐπιστήμην, τέχνην, ὑγείαν, νόσον καὶ ὅλως πάντα, ὅσα ἐν ὑποκειμένῳ ἐστί. περὶ μὲν οὖν τῆς τῶν ἄλλων, φησί, φθορᾶς ἔστω ἕτερος λόγος. εἰσὶ γὰρ τούτοις ἴδιαι καὶ οἰκεῖαι φθοραί. ἔστι γὰρ ἴδιος ἐπιστήμης φθορά, καθ’ ἣν φθείρεται σῳζομένου τοῦ ἔχοντος αὐτὴν ζῴου. ἐπειδὴ γὰρ φθαρείσης τῆς ἐπιστήμης μένει τὸ ζῷον, δῆλον, ὡς αὕτη ἡ φθορὰ οὔκ ἐστι τοῦ ζῴου φθορά, ἀλλὰ ἴδιος καὶ οἰκεία τῆς ἐπιστήμης. ἢν δὲ φθαρέντος τοῦ ζῴου φθαρῇ καὶ ἡ ἐπιστήμη, τίνος αὕτη ἡ φθορά; ἢ δηλονότι τοῦ ζῴου, κατὰ συμβεβηκὸς δὲ καὶ τῆς ἐπιστήμης. καθ’ αὑτὴν μὲν γὰρ φθείρεται ἡ ἐπιστήμη, ὅταν αὐτῆς φθαρείσης μένῃ τὸ ζῷον, κατὰ συμβεβηκὸς δέ, ὅταν συμφθαρῇ τῷ ζῴῳ. τοῦτο ῥητέον καὶ ἐπὶ ὑγείας καὶ νόσου καὶ τῶν ἄλλων τῶν ἐν ὑποκειμένῳ. Τοῦτο λαβὼν ἐπάγει· δι’ ὃ καὶ περὶ ψυχῆς λογίσαιτό τις ἂν ἐκ τούτων. εἰ γάρ ἐστι μὴ φύσει, λέγων φύσει τὸ εἶδος. ἔστι δὲ τὸ λεγόμενον· εἰ γὰρ μή ἐστιν ἡ ψυχὴ εἶδος τοῦ σώματος, ὥσπερ ἐν τοῖς Περὶ ψυχῆς εἴρηται, ἀλλ’ ὕστερον ἐπεισέρχεται, ὥσπερ φασί τινες, ἡ αἰσθητικὴ καὶ ἡ λογική (λέγουσι γάρ τινες, ὅτι ἡ μὲν θρεπτικὴ καὶ αὐξητικὴ συγκαταβάλλεται τῷ σπέρματι, ἡ δ’ αἰσθητικὴ καὶ ἡ λογικὴ ἔξωθεν ἐπεισέρχεται κατὰ τὸ νῦν, καθ’ ὃ τὸ ἔμβρυον πίπτει θύραζε), εἰ δὴ μή ἐστιν ἡ ψυχὴ εἶδος, ἥ τε αἰσθητικὴ καὶ ἡ λογική, μηδὲ συγκαταβάλλεται τῷ σπέρματι, ἀλλ’ ὕστερον εἰσέρχεται ὥσπερ καὶ ἡ ἐπιστήμη (αὕτη γὰρ ὕστερον ἐπιγίνεται τῇ ψυχῇ διὰ μαθήσεως), εἴη ἄν τις αὐτῆς καὶ ἄλλη φθορά,2 λέγων φθορὰν τὴν ἀπὸ τοῦ σώματος ἀπουσίαν, παρὰ τὴν φθοράν, ἣν φθείρεται φθειρομένου τοῦ σώματος. ὥσπερ γάρ ἐστι τῆς ἐπιστήμης ἴδιος καὶ οἰκεία φθορά, καθ’ ἣν φθείρεται σῳζομένου τοῦ ζῴου, ἐστὶ δὲ καὶ ἄλλη τις κατὰ συμβεβηκός, καθ’ ἣν συμφθείρεται τῷ ζῴῳ, οὕτως ἀνάγκη καὶ τῆς ψυχῆς δύο ὑπάρχειν φθοράς, εἴπερ ὕστερον ἐπιγίνεται. εἰ δὲ τοῦτο, φθαρείη ἄν ποτε ἡ ψυχή, ἤτοι χωρισθείη τοῦ σώματος, τοῦ ἐμψύχου μὴ φθαρέντος. ὡς γὰρ τῇ ἐπιστήμῃ οὐ συμφθείρεται ἡ ψυχή, ἀλλὰ φθαρείσης τῆς ἐπιστήμης ἡ ψυχὴ μένει τε καὶ ἔστιν, οὕτως ἔδει καὶ τῆς ψυχῆς φθαρείσης καὶ χωρισθείσης μένειν καὶ εἶναι τὸ σῶμα καὶ μετὰ τὸν χωρισμὸν τῆς ψυχῆς ἔμψυχον. νῦν δὲ τοῦτο οὐ γίνεται, ἀλλ’ ὁρᾶται παντελῶς ἄψυχον. ἐπεὶ οὖν, φησίν, οὐ φαίνεται τοιαύτη οὖσα ἡ ψυχή, τουτέστιν ἐπεὶ οὖν οὐ φαίνεται μὴ συμφθείρουσα τὸ σῶμα (οὐ γὰρ οὐ συμφθείρει, ἀλλὰ μᾶλλον συμφθείρει), ἄλλως ἂν ἔχοι πρὸς τὴν τοῦ σώματος κοινωνίαν· τουτέστιν εἶδος ἔσται ἀχώριστον, καὶ οὐχ ὡς ἕτεροι λέγουσιν.
“因此必须把握,在依自然构成的事物中,何为易朽灭之物,何为不易朽灭之物。” 区分考察这些问题是完全恰当的。因为当前的论述既然是关于长寿与短命的,且易朽灭者为短命,不易朽灭者为长寿,那么区分考察这些问题便是必然的,以便我们能据此最容易地辨析摆在我们面前的论题。而在“因为火与水以及与这些同类之物,并不具有相同的效力”这句文句中,这种自成一体且仿佛由另一始基引入的话语表明了如下的意思:火与水,以及气与土,相互毁灭。如果是这样,它们存在于动物的身体之中(不论它们究竟以何种方式存在),其一必将毁灭其二。而一旦其中任意一个遭到毁灭,由它们构成的事物也必然已被毁灭。因为“分有它们的本性是合乎理据的”这句话便表明了它们的朽灭。但并非一切复合事物都分有其构成成分的本性(因为房屋并不如此;因为并非一块石头被毁坏,房屋就必然被毁坏),而是有生命的事物也〔分有〕。 “关于其他事物,姑且留作另一论述。” 他所说的“其他事物”是指知识、技艺、健康、疾病,以及统统存在于基质之中的一切事物。他说,关于其他事物的朽灭,姑且留作另一论述。因为这些事物具有其固有的、特有的朽灭。确实存在知识固有的朽灭,据此,在拥有它的动物得以保全时,它自身被毁灭。因为既然当知识朽灭时动物依然存留,显然这种朽灭并非动物的朽灭,而是知识固有的、特有的朽灭。但如果当动物朽灭时知识也一同朽灭,这是什么的朽灭呢?显然是动物的朽灭,偶性上也是知识的朽灭。因为知识自身而言的朽灭,是在其自身朽灭而动物存留时;而偶性上的朽灭,则是在它与动物一同朽灭时。对健康、疾病以及其他存在于基质之中的事物,也应当这样说。在把握了这一点之后,他接着引入说:“由此人们亦可根据这些来考虑灵魂;因为假若它并非依自然”——他用“依自然”来指称形式。而所说之意乃是:因为假若灵魂并非身体的形式(正如在《论灵魂》中所说的那样),而是如某些人所言,感觉灵魂与理性灵魂是后来进入的(因为某些人说,滋养与生长的灵魂随同精种一同播下,而感觉与理性的灵魂则在胚胎降生于门外的当下瞬间从外部进入)——假若灵魂(感觉的和理性的)确实并非形式,亦非随同精种一同播下,而是如同知识那样后来才进入(因为知识也是后来通过学习发生于灵魂之中),那么除开当身体朽灭时它所遭受的朽灭之外,对于它而言当还有某种别的朽灭——他此处以“朽灭”指称从身体的离开。因为正如对于知识而言,存在一种当动物保全时自身被毁的固有特有朽灭,亦存在另一种随动物一同被毁的偶性朽灭,同样地,假若灵魂确是后来才发生的,灵魂也必然存在两种朽灭。如果这样,灵魂便会在有灵魂之物并未朽灭的情况下,在某时朽灭,即脱离身体。因为正如灵魂并不随知识一同朽灭,反而在知识朽灭时灵魂仍旧存留并存在,同样地,在灵魂朽灭并脱离之后,身体本也应当存留存在,并在灵魂脱离之后依然是有灵魂的。但事实并非如此,反而被目睹为完全无灵魂的。他说,因此,既然灵魂显现为并非如此,即既然它显现为并非不使身体一同朽灭(因为它并非不使它一同朽灭,而是宁可说是使它一同朽灭),那么它对于同身体的结合当处于另一种关系之中;也就是说,它将是不可分离的形式,而非如其他人所言。
- 5.1τὸ γὰρ μετέχειν τῆς τούτων φύσεως εὔλογον δηλωτικόν ἐστι τοῦτο τῆς τούτων φθορᾶς
亚里士多德原句“μετέχειν τῆς τούτων φύσεως εὔλογον”(分有它们的本性是合乎理据的)被中性定冠词τό所统摄,名词化引用为整个分句的主语,并在谓语δηλωτικόν ἐστι之后由指示代词τοῦτο加以复指。
- 5.1εἰ δὴ μή ἐστιν ἡ ψυχὴ εἶδος... εἴη ἄν τις αὐτῆς καὶ ἄλλη φθορά
在先行的条件从句(εἰ γάρ μή ἐστιν ἡ ψυχὴ εἶδος τοῦ σώματος...)之后插入了关于他人看法的解释(λέγουσι γάρ τινες...),导致逻辑中断;因此通过带有小词δή的条件从句(εἰ δὴ μή ἐστιν...)重新引申前提出发点,进而连接到主句(εἴη ἄν τις...)的归结部分。
