← 艾菲索斯的米海尔

亚里士多德《自然诸论丛》评注

§9.30-10.26

几何作图与理智思惟的类比

米海尔解释了亚里士多德在几何作图与理智思惟之间所作的类比(450a1),详细阐明了理智在思惟非定量的对象时,亦必然借助想象在眼前呈现某种量与延展。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.6

" Συμβαίνει γὰρ τὸ αὐτὸ πάθος ἐν τῷ νοεῖν, ὅπερ καὶ ἐν τῷ διαγράφειν." Τοῦτο καὶ τὰ ἐφεξῆς πάντα, ὡς εἴρηται, μεταξὺ παρεμβέβληται, κατασκευαστικὰ ὄντα, ὡς δηλοῖ καὶ ὁ γὰρ σύνδεσμος αἰτιολογικὸς ὤν. εἰσὶν οὖν κατασκευαστικά, ὅτι οὐδὲν νοεῖ ἄνευ φαντάσματος ὁ νοῦς. πάνυ δὲ ἀσαφῶς καὶ μεμελανωμένως ἀπαγγέλλει τὰ λεγόμενα. ἔστι δὲ συλλεξάμενον τὸν νοῦν εἰπεῖν οὕτως·1 συμβαίνει τὸ αὐτὸ πάθος ἐν τῷ νοεῖν, ὅπερ καὶ ἐν τῷ διαγράφειν. ὥσπερ γὰρ ἐν ταῖς ἀποδείξεσιν βουλόμενοι ἀποδεῖξαι, ὅτι τοῦ τριγώνου αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσί, καὶ μηδὲν ὅλως χρήζοντες πρὸς τὴν τοιαύτην δεῖξιν ὡρισμένου τινὸς ποσοῦ (κἂν γὰρ δακτυλιαία ἐστὶν ἑκάστη τῶν πλευρῶν αὐτοῦ κἂν πηχυαία κἂν ἡτισοῦν, δειχθήσονται δυσὶν ὀρθαῖς ἴσαι, ὥστε ὅλως μὴ δεόμενοι2 ὡρισμένου τινὸς ποσοῦ, οὔτε γὰρ ἰσοσκελοῦς οὔτε ἰσοπλεύρου οὔτε σκαληνοῦ, ἀλλὰ μόνον τριγώνου), ὅμως διαγράφομεν ὡρισμένον τρίγωνον κατὰ ποσόν (ὃ γὰρ ἂν γραφῇ, ἢ ἰσόπλευρον ἀνάγκη εἶναι ἤ τι τοιοῦτο, πᾶν δὲ τὸ γεγραμμένον εὐθύγραμμον ὥρισται), οὕτω καὶ ὁ νοῶν, κἂν μὴ ποσὸν νοῇ, τίθεται πρὸ ὀμμάτων ποσόν. κἂν γὰρ λευκόν, κἂν θερμόν, κἂν ὀσμήν, κἂν ἄλλο τι τῶν ἀμερῶν νοῇ, μετὰ ποσοῦ ταῦτα νοεῖ· ἢ γὰρ ἐπιφάνειαν λευκὴν ἢ σῶμα θερμόν. ἀλλὰ κἄν ποτε πρὸς τὸν πρῶτον καὶ πολυτίμητον νοῦν ἐπιστρέψῃ, εὐθὺς ὄγκους καὶ μεγέθη καὶ διαστάσεις τινὰς φαντάζεται. πάλιν δὲ εἰ καὶ νοῶν τὸ λευκὸν ἢ τὴν ὀσμὴν ἢ τὴν γλυκύτητα, ποσὰ μὴ ὄντα, τίθεται πρὸ ὀμμάτων ποσόν, τουτέστι μετὰ διαστάσεώς τινος καὶ ποσότητος ταῦτα νοεῖ, ἀλλ’ οὐχ ᾗ ποσὰ ταῦτα νοεῖ, ἀλλ’ ᾗ τὸ μὲν λευκὸν διακριτικόν ἐστιν ὄψεως, τὸ δὲ θερμὸν συγκριτικὸν μὲν τῶν ὁμογενῶν, διακριτικὸν δὲ τῶν ἀλλοτρίων, καὶ τὸ γλυκὺ ὁμοίως. ὅτι δὲ μετὰ ποσότητος ταῦτα νοεῖ, δῆλον· ἐπειδὰν γὰρ νοῇ λευκόν, μετὰ ἐπιφανείας ἢ σώματος αὐτὸ νοεῖ· ἡ δὲ ἐπιφάνεια καὶ τὸ σῶμα ποσόν. ἐπεὶ οὖν ὁ νοῦς ὃ ἂν νοῇ μετὰ ποσοῦ τινος αὐτὸ νοεῖ, ταῦτα δὲ τῆς φαντασίας3 (αὕτη γὰρ παρεμπίπτουσα ταῖς τοῦ νοῦ νοήσεσιν, ὡς ὁ Πλάτων φησίν, οὐκ ἐᾷ νοῆσαι καθαρῶς, ὅπερ ἐστὶν ἕκαστον τῶν νοουμένων, ἀλλ’ εὐθὺς ὄγκους καὶ διαστάσεις καὶ μεγέθη παρεμφαίνει), φανερὸν ὅτι οὐδέν τι νοεῖ χωρὶς φαντάσματος.

“因为在思惟中所发生的情状,正如在画图中所发生的一样。” 正如所言,此句及下文的一切内容都是作为论证而被插入在中间的,正如连词“因为”(γάρ)表示原因所显明的那样。因此,它们是用来论证理智离开意象就不能思惟任何事物这一点的。然而他传达所说内容的方式极其晦涩而不清晰。汇集其文意,我们可以这样说:在思惟中所发生的情状,正如在画图中所发生的一样。因为正如在论证中,当我们想要证明三角形的三个内角等于两直角时,尽管对于这样的证明完全不需要任何确定的量(因为无论其每一边是一指长、一肘长还是任何长度,它们都将被证明等于两直角,因此完全不需要确定的量,既不需要等腰三角形,也不需要等边三角形,亦不需要不等边三角形,而只需要三角形),然而我们还是画出了一个在量上确定的三角形(因为凡是被画出的,必然或者是等边三角形或者是某种此类图形,而一切被画出的直线图形都是确定的);思惟者亦是如此,即便他所思惟的不是量,他也会在眼前摆出一个量。因为无论他思惟白、热、气味,还是思惟不可分之物中的任何其他东西,他都是伴随着量来思惟它们的:因为[他所思惟的]或者是白色的表面,或者是热的物体。不仅如此,即便他有时转向那第一的且极尊贵的理智,他也会立刻想象出某些体积、大小和延展。再者,即使在思惟白、气味或甜味这些并非量的事物时,他在眼前摆出了一个量——也就是说,他是伴随着某种延展和量性来思惟这些事物的——但他并不是就这些事物作为量而言来思惟它们的,而是就白是分裂视线者、热是聚集同类而分裂异类者、甜亦同样如此而言来思惟它们的。至于他是伴随着量性来思惟这些事物的,这一点很清楚:因为每当他思惟白时,他是连同表面或物体一起来思惟它的,而表面与物体是量。既然理智无论思惟什么,都是连同某种量一起来思惟它,而这些又是属于想象的(因为正如柏拉图所说,想象插足于理智的思惟之中,不容许人纯粹地思惟所思之物的每一者是什么,而是立刻同时显现出体积、延展和大小),显然离开意象它就根本无法思惟任何事物。

语法注3 条
  1. 1.6συλλεξάμενον τὸν νοῦν εἰπεῖν οὕτως

    非人称结构 ἔστι(可以……)后接不定式 εἰπεῖν 及其逻辑主语的宾格分词短语 συλλεξάμενον τὸν νοῦν。此处的 τὸν νοῦν 固然可以理解为论述者自己的“心思(集中精神)”,但紧承前文批评亚里士多德原文“晦涩而不清晰”(ἀσαφῶς καὶ μεμελανωμένως ἀπαγγέλλει τὰ λεγόμενα)的语境,将其理解为该段文本的“文意、要点”(汇集其文意/要点)更为妥当。

  2. 1.6ὥστε ὅλως μὴ δεόμενοι

    引导结果从句的连词 ὥστε 在此并未接不定式或直陈式,而是接了分词 δεόμενοι。这是对前面插入句(κἂν γὰρ...)之前的 μηδὲν ὅλως χρήζοντες 进行呼应和重申的复指性分词结构,在性数格上与主语 βουλόμενοι 保持一致。

  3. 1.6ταῦτα δὲ τῆς φαντασίας

    系动词(ἐστί)被省略的从句,属格 τῆς φαντασίας 用作表示所属的表语性属格(“这些是属于想象的”)。主语 ταῦτα 指代上下文中所提到的量、表面、物体以及体积、延展等空间属性。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:9.30-10.26