- 底本
- Michael, In Parva Naturalia Commentaria. Commentaria in Aristotelem Graeca XXII.1, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-149. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:10.27-12.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔疏解了亚里士多德的论述,指出理智在思惟数学图形等无规定之量时仍须设定有规定的意象(450a5),并解释道:关于为何非时间性的永恒事物不能离开连续者与时间而被思惟的探讨,被留待另一部更精确的论著来解决(450a7)。
" Ἄν δὲ ἡ φύσις ᾖ τῶν ποσῶν, ἀορίστων δέ,1 τίθεται μὲν ποσὸν ὡρισμένον, νοεῖ δὲ ᾗ ποσὸν μόνον." Εἰπὼν ὅτι κἂν μὴ ποσὸν νοῇ (εἰσὶ δέ, ὡς ἴσμεν, μὴ ποσὰ πᾶσαι αἱ ἄλλαι αἱ παρὰ τὸ ποσὸν κατηγορίαι, οὐσία, ποιόν, πρός τι καὶ αἱ λοιπαί), ἐπήγαγεν· ἂν δὲ ἡ φύσις ᾖ τῶν ποσῶν, ἀορίστων δέ. ἔστι δὲ τὸ λεγόμενον· ἂν δὲ ᾖ τὸ νοούμενον μὴ οὐσία μηδὲ ποιόν, ἀλλά τι τῶν ὑπὸ τὸ ποσόν, οἷον τρίγωνον (ποσὸν γάρ τι τὸ τρίγωνον), ἄν οὖν ποσόν, ἀόριστον μέντοι (ἀόριστος γὰρ κατὰ τὸ ποσὸν ἡ τοῦ τριγώνου φύσις), τίθεται μὲν καὶ καταγράφει ποσὸν ὡρισμένον (πᾶν γὰρ γεγραμμένον τρίγωνον, ὡς ἤδη εἴρηται, ὡρισμένον), νοεῖ δὲ οὐχ ὡρισμένον (οὐ γὰρ νοεῖ αὐτὸ ὅτι σκαληνὸν ἢ ἰσόπλευρον), ἀλλ’ ἁπλῶς ὡς ποσόν, τουτέστιν ἀλλ’ ἁπλῶς τρίγωνον, καὶ τρίγωνον ἀδιάστατον· ὁ γὰρ τοῦ τριγώνου λόγος καὶ τὸ εἶδος ἀδιάστατον. οἱ μὲν γὰρ ἐν τῇ φαντασίᾳ τοῦ αἰσθητοῦ τριγώνου τύποι ὡρισμένοι τρόπον τινὰ κατὰ μέγεθος (ὅσον γὰρ ἦν τὸ γεγραμμένον, τοσοῦτον αὐτὸ πάλιν ἡ φαντασία φαντάζεται), τὰ δὲ καθόλου, ἅπερ ἐκ τῶν τύπων συναθροίζεται, ἀόριστα κατὰ μέγεθος· οὐδὲν γὰρ καθόλου ὥρισται μέγεθος. ὥστε μετὰ μεγέθους ἀεὶ ἡ νόησις αὐτοῦ, ὥσπερ καὶ τὰ ὁρώμενα γράμματα μετὰ μεγέθους τινός. ταῦτα δὲ λέγεται περὶ τοῦ καθ’ ἕξιν νοῦ, ἀλλ’ οὐ περὶ τοῦ πρακτικοῦ. νοεῖ μὲν οὖν αὐτὰ οὐχ ᾗ μεγέθη οὐδ’ ὡς ἔχοντα τοσόνδε μέγεθος, ἀλλ’ ὅλως ὡς ἀμεγέθη, εἰ καὶ παρεμπίπτει μεγέθους φαντασία· εἰ δὲ μετὰ μεγέθους, δηλονότι μετὰ φαντασίας· οὐδὲν ἄρα νοεῖ χωρὶς φαντάσματος.
“但如果其本性属于量,却是无规定之量,他便设定一个有规定的量,但仅仅就其为量而言来思惟[它]。” 在说过即使他所思惟的不是量之后(而如我们所知,除量之外的一切其他范畴,即实体、性质、关系及其他,都是非量),他又接着说:“但如果其本性属于量,却是无规定之量”。其意如下:如果被思惟之物既非实体亦非性质,而是属于量之下者,例如三角形(因为三角形是某种量),那么如果它是量,却是无规定的(因为三角形的本性在量上是无规定的),他固然设定并画出一个有规定的量(因为正如已经指出的,凡画出的三角形都是有规定的),但他思惟它时却并非作为有规定的(因为他并不思惟它是不等边三角形还是等边三角形),而仅仅是作为量,也就是说,仅仅是作为三角形,且是作为无延展的三角形;因为三角形的定义与形式是无延展的。因为虽然在想象中可感觉三角形的印迹在大小上以某种方式是有规定的(因为所画的有多大,想象又将其想象为多大),但从印迹中聚集而成的普遍者,在大小上则是无规定的;因为没有任何普遍的大小是有规定的。因此,对它的思惟总是伴随着大小,正如被看见的文字伴随着某种大小一样。这些乃是关于处于习性状态的理智而言的,而非关于实践理智。因此,即便大小的意象插足进来,它思惟这些事物也并不是就它们作为大小而言,亦非作为具有如此大小者,而是完全作为无大小者;然而若伴随着大小,显然就是伴随着意象;因此,离开意象它就根本无法思惟任何事物。
"Διὰ τίνα μὲν οὖν αἰτίαν οὐκ ἐνδέχεται νοεῖν ἄνευ συνεχοῦς οὐδ’ ἄνευ χρόνου τὰ μὴ ἐν χρόνῳ ὄντα ἄλλος λόγος." Μὴ ἐν χρόνῳ λέγει πάντα τὰ ἀίδια. εἰπὼν δὲ ὅτι πᾶν, ὃ ἂν νοῇ ὁ ἐν ἕξει δηλονότι νοῦς, μετὰ φαντασίας τινὸς καὶ μεγέθους αὐτὸ νοεῖ καὶ ἐν χρόνῳ, ἐπειδὴ συνῄσθετο ἀπαιτούμενος τὴν τούτων αἰτίαν (ζητεῖται γὰρ διὰ τί τὰ ἀμεγέθη καὶ ἄχρονα μετὰ μεγέθους καὶ ἐν χρόνῳ νοεῖται), ἐπήγαγε· διὰ τίνα μὲν οὖν αἰτίαν οὐκ ἐνδέχεται νοεῖν ἄνευ συνεχοῦς καὶ μεγέθους μηδὲ ἄνευ χρόνου τὰ ἀίδια, ἄλλος λόγος, καὶ προσυπακουστέον τὸ ἀκριβέστερος.2 εἴρηται μὲν γὰρ καὶ νῦν ὅτι διὰ τὸ συμπλέκεσθαι τῇ φαντασίᾳ, δέδεικται δὲ καὶ ἐν ἄλλοις ἀκριβέστερον, καὶ διὰ τί ἐν χρόνῳ καὶ οὐκ ἀχρόνως. ἄλλος οὖν λόγος ἀκριβέστερος δέδειχε τὸ παρόν. μήποτε δὲ τὸ ἄνευ χρόνου ὡς ἑρμηνευτικὸν ἐπῆκται τοῦ ἄνευ συνεχοῦς,3 ἵν’ ᾖ τὸ ἄνευ συνεχοῦς καὶ τὸ ἄνευ χρόνου ἐκ παραλλήλου κείμενον· ὁ γὰρ χρόνος συνεχής ἐστιν. καὶ εἴη ἄν τὸ λεγόμενον· διὰ τίνα μὲν οὖν αἰτίαν οὐ δύναται νοεῖν τὰ μὴ ἐν χρόνῳ ἄνευ χρόνου, ἄλλος λόγος. ζητεῖται γὰρ τοῦτο.
“那么,由于什么原因而不可能离开连续者来思惟,亦不可能离开时间来[思惟]不在时间之中的事物,则是另一个讨论的问题。” 所谓“不在时间之中的事物”,他指的是一切永恒之物。在说过理智——显然是指具有成德的理智——无论思惟什么,都是连同某种意象与大小并在时间之中来思惟它之后,由于他意识到人们会要求说明这些事物的原因(因为人们探究为何无大小且无时间的事物却伴随着大小并在时间中被思惟),他接着说:“那么,由于什么原因而不可能离开连续者与大小,亦不可能离开时间来思惟永恒之物,则是另一个讨论的问题”,并且必须在心中补足“更精确的”一词。因为即使现在也已经说明了这是由于与想象纠缠在一起,但在其他著作中也已经更精确地指明了,并且指明了为何是在时间之中而非无时间地。因此,另一个更精确的讨论已经证明了眼下的问题。或者也许,“离开时间”是作为对“离开连续者”的解释而被添加的,以便使“离开连续者”与“离开时间”并列;因为时间是连续的。而所说的意思当是:“那么,由于什么原因而不能离开时间来思惟不在时间之中的事物,则是另一个讨论的问题。”因为所探究的正是这一点。
- 1.7Ἄν δὲ ἡ φύσις ᾖ τῶν ποσῶν, ἀορίστων δέ
属格 τῶν ποσῶν, ἀορίστων δέ 为表语性部分格属格,意为“如果其本性属于量的范畴,且属于无规定之量的范畴”。主语 ἡ φύσις 指上文讨论中所思惟对象的本性。
- 1.8προσυπακουστέον τὸ ἀκριβέστερος
非人称动形容词 προσυπακουστέον 带带冠词的引用表达 τὸ ἀκριβέστερος 作为宾语。这指示读者应当在心中为 ἄλλος λόγος 补充上“更精确的”(ἀκριβέστερος)这一修饰语。
- 1.8μήποτε δὲ τὸ ἄνευ χρόνου ὡς ἑρμηνευτικὸν ἐπῆκται τοῦ ἄνευ συνεχοῦς
μήποτε 在此作副词,表达推测或委婉的提议(“或许”)。完成时被动动词 ἐπῆκται 的主语是 τὸ ἄνευ χρόνου,而 ὡς ἑρμηνευτικόν 作表语,指明其相对于属格补足语 τοῦ ἄνευ συνεχοῦς 的解释性功能。
