← 艾菲索斯的米海尔

亚里士多德《自然诸论丛》评注

§8.22-9.29

意象与思惟的关系及对可知对象的附带记忆

米海尔理清了449b30长句的句法主干,并通过“无意象便无思惟”的原则,论证并解决了为何属于感觉灵魂的记忆仅是附带性地关涉可知与普遍的对象这一难题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.5

" Ἐπεὶ δὲ περὶ φαντασίας εἴρηται πρότερον ἐν τοῖς Περὶ ψυχῆς καὶ νοεῖν οὐκ ἔστιν ἄνευ φαντάσματος." Τὸ μὲν τῆς λέξεως συνεχές ἐστιν ἐν τῷ ὥστε τοῦ νοουμένου κατὰ συμβεβηκὸς ἂν εἴη,1 ὡς εἶναι τὸ πᾶν τοιοῦτον· ἐπεὶ δὲ περὶ φαντασίας εἴρηται πρότερον ἐν τοῖς Περὶ ψυχῆς καὶ νοεῖν οὐκ ἔστιν ἄνευ φαντάσματος, φανερὸν ὅτι τοῦ νοουμένου κατὰ συμβεβηκὸς ἂν εἴη. τὰ δ’ ἄλλα μεταξὺ παρεμβέβληται ὡς κατασκευαστικὰ τοῦ μηδὲν νοεῖν ἄνευ φαντάσματος. ἔστι δὲ τὸ λεγόμενον ἀπάντησις καὶ λύσις πρὸς ἔνστασιν τοιαύτην δυναμένην φέρεσθαι πρὸς τὰ ῥηθέντα· εἰπὼν γὰρ ὅτι ἡ μνήμη μόνης τῆς αἰσθητικῆς ψυχῆς ἐστι καὶ τούτῳ μόνῳ μνημονεύει ᾧ καὶ αἰσθάνεται, ἐπειδὴ μνημονεύομεν καὶ τῶν νοητῶν (τὰ γὰρ ἐπιστητὰ νοητά), εἶπεν ἄν τις, ὅτι, ἐπειδὴ καὶ τῶν ἐπιστητῶν ἐστι μνήμη, οὐκ ἂν εἴη μόνης τῆς αἰσθητικῆς ψυχῆς ἡ μνήμη καὶ τὸ μνημονεύειν, ἀλλὰ καὶ τῆς λογικῆς. λύει οὖν αὐτὴν λέγων, ὅτι τοῦ νοουμένου (λέγων νοούμενον τὸ νοητὸν ἤτοι τὸ καθόλου, τὰ γὰρ μερικὰ αἰσθητά), τοῦ δὴ νοουμένου κατὰ συμβεβηκός ἐστι μνήμη. εἰ δὲ τοῦτο, οὐκ ἂν εἴη ἡ μνήμη ἕξις ἢ πάθος καὶ τοῦ λογικοῦ μέρους τῆς ψυχῆς, ἀλλὰ μόνου τοῦ αἰσθητικοῦ. ὁ γὰρ νοῦς συμπλέκεται τῇ φαντασίᾳ, ὡς μαθησόμεθα τὴν λέξιν βασανίζοντες, καὶ ἄνευ ταύτης οὐδὲν νοεῖ· πίναξ γάρ ἐστιν ἡ φαντασία τῷ νῷ. τὰ γὰρ ἐν αὐτῇ ἐγγραφέντα καὶ ἐντυπωθέντα ἀπὸ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως ὁρῶν ὁ νοῦς ἀποσυλᾷ τοὺς καθόλου λόγους αὐτῶν. ὡς γὰρ ἄνευ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως οὐκ ἔστι φαντασία, οὕτως οὐδὲ ἄνευ φαντασίας λῆψις τοῦ καθόλου. ἀπὸ γὰρ τῶν ἐν αὐτῇ τύπων καὶ ἐγκαταλειμμάτων, ὡς εἴρηται, συνάγει τοὺς καθόλου λόγους ὁ νοῦς. ὑφ’ οὗ συνάγεται ἀναγκαίως,2 ὡς ἔχει τὸ ἐγκατάλειμμα καὶ ὁ τύπος ὁ κινῶν τὴν φαντασίαν πρὸς τὰ αἰσθητά, οὕτως ἔχειν καὶ τοὺς καθόλου λόγους τοὺς κινοῦντας τὸν νοῦν πρὸς τοὺς τῆς φαντασίας τύπους καὶ τὰ ἐγκαταλείμματα. γίνεται γὰρ ἀπὸ μὲν τῶν αἰσθητῶν ὁ τύπος καὶ τὸ ἐγκατάλειμμα, ἀπὸ δὲ τούτων τὸ καθόλου. ὥστε συμπλέκεται ὁ νοῦς τῇ φαντασίᾳ, καὶ ἄνευ αὐτῆς οὐδέν τι δύναται νοεῖν. εἰ δὲ τοῦτο, δηλονότι ὥσπερ ἡ αἴσθησις καθ’ αὑτὸ μὲν ὁρᾷ τὸν γεγραμμένον ἐν Ἀθήναις ἐλέφαντα, κατὰ συμβεβηκὸς δὲ τὸν ἐν Ἰνδίᾳ νεμόμενον, ἢ ἵνα σαφέστερον εἴπω, ὥσπερ ἡ αἴσθησις ὁρῶσα τὸν Σωκράτην ὁρᾷ τὸν κοινὸν καὶ καθόλου ἄνθρωπον (καὶ γὰρ ἐν τῷ καθ’ ἕκαστα τὸ καθόλου), οὕτω καὶ ἡ μνήμη καθ’ αὑτὴν μέν ἐστι τοῦ τύπου καὶ τοῦ πάθους, κατὰ συμβεβηκὸς δὲ τοῦ καθόλου· τὸ γὰρ καθόλου κατὰ ἀναπλασμὸν ἀπὸ τοῦ ἐν τῇ αἰσθήσει πάθους ὁ νοῦς ἀναζωγραφεῖ. οὕτως οὖν καὶ ἡ μνήμη καθ’ αὑτὴν μὲν ἐνεργεῖ περὶ τοὺς τύπους καὶ τὰ ἐγκαταλείμματα, κατὰ συμβεβηκὸς δὲ περὶ τὰ καθόλου. κατὰ συμβεβηκὸς ἄρα ἐστὶ μνήμη τοῦ νοητοῦ διὰ τὸ ἅμα τῷ γενέσθαι μνήμην τῶν πραγμάτων συναναφαίνεσθαί πως αὐτῇ καὶ τὸ ἐκ τούτων καθόλου. καὶ ἔστι καθ’ αὑτὸ μὲν ὁ νοῦς τῶν καθόλου, ὡς ἡ φαντασία τῶν φανταστῶν, κατὰ συμβεβηκὸς δὲ τῶν αὐτῶν τούτων καθόλου ἡ μνήμη, ὡς καὶ ἡ ἐν Ἀθήναις αἴσθησις τοῦ ἐν Ἰνδίᾳ νεμομένου ἐλέφαντος. ταῦτα μὲν οὖν ἀρκούντως, ἐπὶ δὲ τὴν λέξιν μετιτέον.

“既然关于想象先前已在《论灵魂》中讨论过,而且没有意象就不能思惟,”原文在句法上的连贯性接于“以致对于被思惟之物,它应是附带的”这一句,从而通篇文意如下:“既然关于想象先前已在《论灵魂》中讨论过,而且没有意象就不能思惟,显然对于被思惟之物,它应是附带的”。而夹在中间的其余内容,则是作为确立“没有意象就不能思惟任何事物”这一论点的论据而插入的。这段话是对可能针对前述说法提出的如下异议的回答与解决:因为既然他说过记忆仅属于感觉灵魂,并且[灵魂]仅用它借以感觉的那个官能来进行记忆,那么有人可能会说,既然我们亦记忆可知的事物(因为作为科学知识之对象的是可知的),并且既然亦有关于科学知识对象的记忆,那么记忆和进行记忆就不仅属于感觉灵魂,而且亦属于理性灵魂。因此,他通过指出对于被思惟之物——他说“被思惟之物”是指可知者即普遍者,因为个别者是感觉对象——,对于这被思惟之物而言记忆是附带的,从而解决了这一难题。倘若如此,记忆就不会也是灵魂理性部分的状态或情状,而仅仅是感觉部分的状态或情状。因为正如我们在精研原文时将会学到的那样,理智与想象交织在一起,并且离开想象就不能思惟任何事物;因为对于理智而言,想象就是一块画板。理智看着从现实活动着的感觉中写入并印刻在想象之中的东西,从而抽取出它们的普遍定义。因为正如没有现实活动的感觉就没有想象一样,没有想象亦就没有对普遍的把握。因为正如所说的那样,理智正是从想象中的印记与残留物中汇集起普遍定义的。由此必然推论出:正如触动想象的残留物和印记与感觉对象具有怎样的关系,触动理智的普遍定义与想象中的印记和残留物亦具有同样的关系。因为由感觉对象产生印记与残留物,而由这些产生普遍者。因此,理智与想象交织在一起,离开它便根本无法思惟任何事物。倘若如此,显然就像感觉就自身而言看见的是在雅典被画出的象,但附带地看见在印度吃草的象一样,或者说得更清楚些,就像看见苏格拉底的感觉看见了共通与普遍的人(因为普遍者存在于各个个别者之中)一样,记忆就自身而言亦是属于印记与情状的,但附带地属于普遍者;因为理智是通过对感觉中情状的重新塑型来描画普遍者的。因此,记忆就自身而言亦是围绕印记和残留物进行现实活动,但附带地围绕普遍者进行活动。所以,对于可知者的记忆是附带的,这是因为在对事物的记忆产生的同时,由这些事物而来的普遍者亦以某种方式随之一同显现。理智就自身而言是关乎普遍者的,正如想象关乎意象对象一样;而记忆则是附带地关乎这些同样的普遍者,正如在雅典的感觉附带地关乎在印度吃草的象一样。关于这些就说这么多,接下来应当进入文词的讨论。

语法注2 条
  1. 1.5Τὸ μὲν τῆς λέξεως συνεχές ἐστιν ἐν τῷ ὥστε τοῦ νοουμένου κατὰ συμβεβηκὸς ἂν εἴη

    注疏家用于理清亚里士多德原文句法结构的典型分析句。指出由从属连词 ἐπεί(“既然/因为”)引导的从句,在经过长篇插入语(τὰ δ’ ἄλλα μεταξὺ παρεμβέβληται)之后,其句法上的主干(τὸ συνεχές)直接延续至 ὥστε... 处(亚里士多德原文 450a12–13)。

  2. 1.5ὑφ’ οὗ συνάγεται ἀναγκαίως

    关系词短语 ὑφ’ οὗ 指向前文所述的内容(即理智从印记与残留物中汇集普遍者),用作引入逻辑推论(“由此必然推论出”)。随后的 ὡς ἔχει... οὕτως ἔχειν 构成不定词宾格结构,充当 συνάγεται 的实质主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:8.22-9.29