- 底本
- Michael, In Parva Naturalia Commentaria. Commentaria in Aristotelem Graeca XXII.1, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-149. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:87.3-88.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔概述了亚里士多德《论长寿与短命》的主旨及其在自然哲学中的地位,并阐释了亚里士多德关于动植物寿命原因的异同以及长寿与健康之关系的预备性疑难。
Ὁ μὲν σκοπὸς τῆς περὶ μακροβιότητος καὶ βραχυβιότητος πραγματείας Ἀριστοτέλους δῆλος. ζητεῖ γάρ, πόθεν καὶ πῶς τὰ μέν εἰσι μακρόβια, τὰ δὲ βραχύβια. μέμνηται δὲ ἐν αὐτῷ πρῶτον ὡς εἰρηκὼς μὲν περὶ ὕπνου, ἐρῶν δὲ περὶ ὑγείας καὶ νόσου καὶ περὶ νεότητος καὶ ζωῆς, ὡς τελευταίων τούτων ὄντων τῆς φυσικῆς ζητήσεως.1 καὶ πρῶτον ζητεῖ ἐν τῷ παρόντι βιβλίῳ, τί τὸ εὔφθαρτον· τούτου γὰρ γνωσθέντος δῆλον γενήσεται καὶ τὸ μὴ εὔφθαρτον. ᾧ ἕπεται τὸ τί τὸ μακρόβιον καὶ διὰ τί, καὶ περὶ τῶν μακροβιωτέρων κατά τε τὰ γένη καὶ τοὺς τόπους. εἶτα τὰ φυτὰ διὰ τί τῶν ζῴων μακροβιώτερα, καὶ ἐν τοῖς φυτοῖς ἄλλα ἄλλων. τὸ δ’ ἀκριβές, φησίν, ἐν τοῖς περὶ φυτῶν ἐροῦμεν. εἴη δ’ ἂν τὸ κατάλληλον τῆς λέξεως τοιοῦτον· ἀρχὴ δὲ τῆς σκέψεως ἀναγκαία πρῶτον ἐκ τοῦ διαπορῆσαι περὶ αὐτῶν, πότερον ἕτερον ἢ τὸ αὐτὸ αἴτιον πᾶσι τοῖς ζῴοις καὶ φυτοῖς τοῦ τὰ μὲν εἶναι μακρόβια, τὰ δὲ βραχύβια· οὐ γάρ ἐστι δῆλον. Ἔτι δὲ πότερον τὰ αὐτά ἐστι μακρόβια καὶ ὑγιεινὰ τῶν φύσει συνεστώτων. πρόσκειται δὲ τὸ τῶν φύσει, οὐχ ὡς μὴ τῶν ἀψύχων ὄντων φυσικῶν, οἷον λίθων καὶ τῶν τοιούτων (ἔστι γὰρ καὶ αὐτὰ φύσει), ἀλλὰ μᾶλλον καὶ μάλιστα φύσει ἐστὶ τὰ ζῶντα· μάλιστα γὰρ ταῦτ’ ἔχει ἐν ἑαυτοῖς φύσιν. πότερον οὖν τὰ αὐτά ἐστι μακρόβια καὶ ὑγιεινά; καὶ προσυπακουστέον τοῦ ‘καὶ βραχύβια καὶ νοσώδη’, εἶθ’ οὕτως ἐπακτέον τὸ ἢ κεχώρισται τὸ βραχύβιον καὶ νοσῶδες. καὶ εἴη ἂν τὸ λεγόμενον· ἢ ἔστι τινὰ βραχύβια οὐ νοσώδη, ἀλλὰ μᾶλλον ὑγιεινά. νοσώδη δὲ λέγει οὐ τὰ νοσώδη δι’ ὅλου, ἀλλὰ τὰ ἐπιτήδεια ἀπὸ μικρᾶς τινος καὶ τῆς τυχούσης αἰτίας περιπίπτειν νόσοις. τὸ δὲ ἢ κατ’ ἐνίας μὲν νόσους ἐπαλλάττει τὰ νοσώδη τὴν φύσιν σώματα2 τοῖς βραχυβίοις ἴσον ἐστὶ τῷ ‘ἢ κατά τινας νόσους ἐπαλλάττει καὶ κοινωνεῖ τὸ βραχύβιον καὶ νοσῶδες’, ὡς εἶναι τὸ αὐτὸ ἅμα τε νοσῶδες καὶ βραχύβιον. ἐπαγγέλλεται δὲ ὕστερον ἐρεῖν περὶ ὑγείας καὶ νόσου, ὅσον ἐπιβάλλει τῇ φυσικῇ φιλοσοφίᾳ. ἐπιβάλλει δὲ αὐτῇ καὶ προσήκει ἰδεῖν, ἐκ τίνος καὶ πῶς συνίστασθαι δύναται. πῶς δὲ ἐπιγίνεται, τῆς ἰατρικῆς ἐστιν ἐπισκέπτεσθαι. λέγει δὲ τὴν διαφορὰν ταύτην, αὐτὸ δὴ τὸ μακρόβιον καὶ βραχύβιον, ἔχειν ὅλα τε γένη πρὸς ὅλα καὶ τῶν ὑφ’ ἓν εἶδος ἕτερα πρὸς ἕτερα, ὅλα δὲ γένη πρὸς ὅλα, ὡς ἄνθρωπος πρὸς ἵππον (μακροβιώτερον γὰρ ἄνθρωπος ἵππου), ὑφ’ ἓν δὲ εἶδος ἕτερα πρὸς ἕτερα, ὡς ἄνθρωπος πρὸς ἄνθρωπον· μακροβιώτερος γὰρ Νέστωρ Ἀχιλλέως.
亚里士多德《论长寿与短命》之论著的宗旨是显而易见的。因为他探究的是:为何以及如何某些事物是长寿的,而另一些是短命的。他在其中首先提及,自己已论述了睡眠,但将要论述健康与疾病以及青年期与生命,因为这些是自然探求的最后部分。而在本书中他首先探究何为易朽灭之物;因为一旦认识了这一点,不易朽灭之物也将变得明了。随之而来的便是何为长寿之物以及由于何种原因,并论及按属类和地域划分的较为长寿者。其次是植物为何比动物更为长寿,以及在植物之中为何某些比另一些更为长寿。他说,精确的论述我们将在关于植物的著述中道出。而文句的恰当顺理当是如此:“然而思考的必要起点首先在于对它们提出疑难,究竟对于一切动物和植物而言,某些长寿而另一些短命的原因是各异的还是同一的;因为这一点并不明了。” “此外,在依自然构成的事物中,长寿之物与健康之物是否为同一者”。此处补入“依自然的事物中”,并非因为无灵魂之物如石头及诸如此类者不属于自然之物(因为它们自身也是依自然的),而是因为有生命之物更具且最具自然性;因为这些事物尤其在自身之内具有自然。那么,长寿之物与健康之物是否为同一者呢?并且必须连带理解“以及短命之物与多病之物”,随后这样引入“抑或短命与多病是分离的”。而所说之意当是:“抑或存在某些短命之物并非多病,反而较为健康”。然而他所称的“多病者”,并非指始终患病者,而是指易于因某种微小且偶发的缘故而陷入疾病者。至于“抑或在某些疾病中,按本性多病的身体与短命的身体重叠”,这等同于“抑或在某些疾病中,短命与多病重叠并相通”,从而同一者兼为多病且短命。他允诺稍后将在属于自然哲学的范围内论述健康与疾病。察看它们由何而成以及如何能够构成,属于自然哲学且为其本分;但其如何发生,则属于医学去考察。他又说,这一差异,即长寿与短命本身,既存在于全属对全属之间,也存在于同一属种之下的不同个体相互之间:全属对全属,如人对马(因为人比马更长寿);同一属种之下的不同个体相互之间,如人对人(因为涅斯托尔比阿喀琉斯更长寿)。
- 5.0ὡς τελευταίων τούτων ὄντων τῆς φυσικῆς ζητήσεως
由 ὡς 引导的属格绝对构式,表示归于亚里士多德本人的主观理由,即为何将这些议题(健康、疾病、青年期与生命)作为自然学探究的最后部分来讨论。
- 5.0τὰ νοσώδη τὴν φύσιν σώματα
宾格短语 τὴν φύσιν 修饰形容词 νοσώδη,作关系/规范宾格(accusative of respect),限定身体在何种方面是多病的,即“在自然本性方面多病的身体”。
