- 底本
- Michael, In Parva Naturalia Commentaria. Commentaria in Aristotelem Graeca XXII.1, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-149. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:85.21-86.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔解释了黑胆汁质者之所以能准确预见未来,是因为其迅猛的运动与表象的连贯性(以菲莱吉德斯的诗作为喻),随后借助动水中倒影的比喻,阐明最卓越的释梦者乃是能够从扭曲的梦象中洞察其内在相似性的人,并以此结篇。
" Οἱ δὲ μελαγχολικοὶ διὰ τὸ σφοδρὸν ὥσπερ βάλλοντες πόρρωθεν εὔστοχοί εἰσι." Τὸ ὥσπερ βάλλοντες πόρρωθεν ἴσον ἐστὶ τῷ ‘ὥσπερ πόρρωθεν ὁρῶντες’. ὡς γὰρ τὰ ὀξυωπὰ τῶν ὀρνίθων πόρρωθεν ὁρῶσι καὶ οἱ τοξεύοντες πόρρωθεν τρόπον τινὰ ὥσπερ διὰ χειρὸς διὰ τοῦ βέλους κατέχουσι τὸ τοξευθέν, οὕτω καὶ οἱ μελαγχολικοὶ ὥσπερ πόρρωθεν ἁρπάζοντες εὔστοχοί εἰσι· προαρπάζουσι γὰρ τὸ μέλλον διὰ τὴν κίνησιν· εὐμετάβολον γὰρ ὂν τὸ φανταστικὸν τῶν τοιούτων ταχὺ τὸ ἐχόμενον τῆς ἀρχῆς φαντάζεται. εἰσὶ γάρ τινα, ὥσπερ εἴρηται, ἐχόμενα ὄντα τῶν ἐν ἡμῖν ἐνουσῶν ἀρχῶν, αἵτινες ἀρχαὶ ταχέως κινούμεναι ποιοῦσιν ἡμᾶς ταχέως προορᾶν καὶ τὸ ἐχόμενον αὐταῖς.1 λέγει δὲ ὁμοίως ἔχειν ταῦτα τοῖς Φιλαιγίδου ποιήμασι· καὶ γὰρ ἐν ἐκείνοις τὰ ἐχόμενα ὅμοια ἦν τοῖς ἡγουμένοις. οὐ γὰρ ὥσπερ τὰ Εὐριπίδου ποτὲ μὲν ἀπὸ Ἑκάβης μεταπίπτει εἰς Ἕλληνας ὁ λόγος, ποτὲ δ’ ἀπ’ ἐκείνων εἰς θεράποντα, οὕτω καὶ ἐν ἐκείνοις, ἀλλ’ εἰ περὶ Ἀφροδίτης ἦν τὸ λεγόμενον, πάντα τὰ ἀπ’ ἀρχῆς ἕως τέλους περὶ ταύτης ἦσαν. ὡς οὖν τὰ τοιαῦτα ποιήματα, οὕτω καὶ οἱ ἐμμανεῖς ἐχόμενα τοῦ ὁμοίου βλέπουσιν (εἴρηται δέ, περὶ ποίων ἐμμανῶν, ὅτι περὶ τῶν μεταξύ)· ἡ γὰρ σφοδρότης οὐκ ἐᾷ αὐτὰ ἐκκρουσθῆναι. ὡς γὰρ τὸ σφοδρῶς φερόμενον κῦμα οὐκ ἐκκρούεται ὑπ’ ἄλλου, ἀλλὰ καὶ μᾶλλον ἐκκρούει τὸ προστυχόν,2 οὕτω καὶ τῶν ἐμμανῶν ἡ κίνησις σφοδρὰ οὖσα οὐκ ἐκκρούεται ὑπ’ ἄλλης κινήσεως.
“而黑胆汁质的人由于其迅猛,如同从远处射击者一样能够命中目标” “如同从远处射击者一样”等同于“如同从远处看视者一样”。因为正如视觉敏锐的鸟类从远处看视,从远处射箭的人在某种方式上仿佛用手那样通过箭矢紧握被射中的目标一样,黑胆汁质的人也如同从远处攫取一样能够命中目标;因为由于运动,他们预先攫取了将来的事物。因为这类人的表象能力极易变动,因而迅速表象出与起点相连贯的事物。正如所说过的,确实存在某些与我们内有的起点相连贯的事物,这些起点迅速运动,使我们也迅速预见与它们相连贯的事物。他又说,这些情况类似于菲莱吉德斯的诗作;因为在那些诗作中,后续的部分也与前置的部分相似。因为并不像在欧里庇得斯的作品中言辞时而从赫卡柏转向希腊人,时而又从希腊人转向侍从那样,在那些诗作中并非如此,而是如果所言是关于阿佛洛狄忒的,那么从头至尾的一切都是关于她的。因此,正如这类诗作一样,狂乱者也注视与相似者相连贯的事物(至于论及何种狂乱者,已经说过是指处于中间状态的那些人);因为迅猛性不容许它们被排除。因为正如迅猛奔涌的波浪不被其他波浪所排除,反而更能排除迎面相遇之物,狂乱者的运动既然迅猛,同样也不会被另一种运动所排除。
"Τεχνικώτατος δ’ ἐστὶ κριτὴς ἐνυπνίων." Ὥσπερ γὰρ παντός ἐστι κρίνειν τὰ ἐν ἠρεμοῦντι ὕδατι φαινόμενα εἴδωλα, ὅτι ἵππων ἢ ἀνθρώπων εἰσίν, οὐ παντὸς δὲ τὰ ἐν κινουμένῳ εἴδωλα φαινόμενα ὕδατι, ἀλλὰ τοῦ καλῶς καὶ μετὰ πολλῆς προσοχῆς βλέποντος, οὕτως καὶ τὰς εὐθυονειρίας παντός ἐστι κρίνειν, τεχνικώτατος δέ ἐστι κριτὴς ὁ δυνάμενος τὰς ὁμοιότητας θεωρεῖν. ὡς γὰρ ἐν τῷ κινουμένῳ ὕδατι τὸ φαινόμενον πολλάκις ὡς ἀνθρώπου εἴδωλον οὐκ ἔστιν ἀνθρώπου, ἀλλ’ ἵππου, διὰ δὲ τὴν κίνησιν ὁμοιότητά τινα ἀνθρώπου ἀποτελεῖ, οὕτως καὶ ἐν τοῖς ὕπνοις ἐξ ἄλλου εἰς ἄλλο μεταβάλλει τὸ εἴδωλον. ὁ οὖν δυνάμενος τὰς ὁμοιότητας θεωρεῖν, τουτέστιν ὁ δυνάμενος κρίνειν, ὅτι τὰ φαινόμενα ἐν τοῖς ὕπνοις καὶ ἐξ ἄλλου εἰς ἄλλο μεταβάλλοντα ὁμοίως ἔχει τοῖς ἐν τῷ κινουμένῳ ὕδατι φαινομένοις, οὗτος οὐκ ἀπατηθήσεται, ἀλλὰ κρινεῖ, ὅτι τουτὶ τὸ φανὲν ἀνθρώπου εἴδωλον οὐκ ἦν ἀνθρώπου, ἀλλ’ ἵππου εἰς ἄνθρωπον3 μεταβαλόντος.4 ἀλλὰ μὴν ἰδὼν ἵππον, τόδε τί μοι συμβέβηκεν, ὥστε καὶ νῦν τὸ αὐτὸ συμβήσεται, ἀλλ’ οὐ τὸ συμβὰν ἐκ τοῦ ἰδεῖν με ἄνθρωπον. ἡ μὲν οὖν διάνοια τῶν λεγομένων πάντων αὕτη, ἐν δὲ τῇ λέξει τῇ λεγούσῃ τὰ διαπεφορημένα καὶ διεστραμμένα τὸ διεστραμμένα ὡς δηλωτικὸν ἐπῆκται τοῦ διαπεφορημένα. [Ἐνταῦθα τέλος ἔσχε καὶ τὸ παρὸν βιβλίον καὶ αἱ εἰς αὐτὸ σχολαί.]
“而最善于技艺的释梦者是”因为正如判定静水中显现的影像究竟是马的还是人的,乃是人人皆能为之,但判定动水中显现的影像却非人人皆能,而属于能够妥当且极为专注地审视之人,同样,判定正直准确之梦乃是人人皆能,而最善于技艺的判定者则是能够洞察相似性的人。因为正如在动水中,常常显现为人的影像的东西并非人的影像,而是马的影像,由于运动而形成了人的某种相似,在睡眠中影像同样也会从一物转变成另一物。因此,能够洞察相似性的人,即能够判定在睡眠中显现并从一物转变成另一物的事物类似于动水中显现之物的人,此人将不会受骗,而是会判定:这显现的人的影像并非人的影像,而是转变成了人的马的影像。“然而,看见了马之后我曾遇到这般事情,因而如今同样的事情也将发生,而不是发生我由于看见人而带来的事情。”以上所言全部的大意就是如此;在说到“消散且扭曲之物”的词句中,“扭曲之物”是作为对“消散之物”的阐明而补充进来的。[至此,本书以及针对本书的讲义皆已告终。]
- 4.12αἵτινες ἀρχαὶ ταχέως κινούμεναι ποιοῦσιν ἡμᾶς ταχέως προορᾶν καὶ τὸ ἐχόμενον αὐταῖς
关系代词 αἵτινες 的先行词是前文的 ἀρχῶν。κινούμεναι 为主格分词,修饰 ἀρχαί。主动词 ποιοῦσιν 构成使役结构(ποιέω + 宾格 + 不定式),以 ἡμᾶς 为逻辑主语,ταχέως προορᾶν 为不定式,καὶ τὸ ἐχόμενον αὐταῖς 则作 προορᾶν 的宾语。
- 4.12ὡς γὰρ τὸ σφοδρῶς φερόμενον κῦμα οὐκ ἐκκρούεται ὑπ’ ἄλλου, ἀλλὰ καὶ μᾶλλον ἐκκρούει τὸ προστυχόν
比较结构 ὡς... οὕτω...(正如……同样……)的前半部分。τὸ σφοδρῶς φερόμενον κῦμα 作主语。在后半对照从句中,中性分词名词化短语 τὸ προστυχόν(迎面相遇之物)作 ἐκκρούει 的宾语。
- 4.13ἀλλὰ μὴν ἰδὼν ἵππον, τόδε τί μοι συμβέβηκεν, ὥστε καὶ νῦν τὸ αὐτὸ συμβήσεται, ἀλλ’ οὐ τὸ συμβὰν ἐκ τοῦ ἰδεῖν με ἄνθρωπον
此处直接引述了释梦者的内心推论过程(内心独白),未带有说话动词。ἰδὼν ἵππον 为时间/条件分词短语(“看见马之后/时”)。在 ὥστε 引导的结果从句之后,ἀλλ’ οὐ... 为省略句(承前省略了 συμβήσεται),意为“而不是发生因我看见人而发生的事”(ἐκ τοῦ ἰδεῖν με ἄνθρωπον:介词 ἐκ 搭配带冠词不定式,με 为不定式 ἰδεῖν 的逻辑主语)。
- 4.13ἀλλ’ ἵππου εἰς ἄνθρωπον μεταβαλόντος
ἵππου 为领属属格(或作表语属格),与前文的 οὐκ ἦν ἀνθρώπου 相对立;分词 μεταβαλόντος 与 ἵππου 一致,作限定性修饰(“转变成了人的马的[影像]”)。尽管形式上与属格独立结构类似,但根据上下文讨论影像变形的语境,此处作修饰 ἵππου 的属性分词解释最为自然。
