- 底本
- Michael, In Parva Naturalia Commentaria. Commentaria in Aristotelem Graeca XXII.1, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-149. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:84.1-85.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔疏释了亚里士多德关于普通人和狂迷者因缺乏内在思虑与杂念的干扰而比智者更能预见未来的论点,并结合自己梦见故友的亲身经历,探讨了为何人们最常做出涉及熟人的准确之梦。
" Οὕτω δὲ εἰκὸς τοὺς τυχόντας προορᾶν· ἡ γὰρ διάνοια τῶν τοιούτων οὐ φροντιστική." Καὶ ἄλλην αἰτίαν ἐπάγει τοῦ τίνος ἕνεκα οἱ τυχόντες τὰ μέλλοντα προορῶσιν, ἀλλ’ οὐχ οἱ σοφοί, καί φησιν, ὅτι ἡ διάνοια τῶν τοιούτων κενὴ οὖσα τῶν ἐκ φιλοσοφίας καλλίστων θεωρημάτων καὶ ἔρημος ἄλλων φροντίδων ῥᾳδίως ὑπὸ τῶν προσπιπτόντων ἄγεται, ἡ δὲ τῶν φρονίμων διάνοια περὶ πολλὰ καταγινομένη καὶ ὑπὸ τούτων κινουμένη οὐχ ὁρᾷ τὰ προσπίπτοντα. ὥσπερ γὰρ καὶ ἐγρηγορότες, ἂν σφόδρα διανοώμεθά τι, οὐχ ὁρῶμεν τὸν παριόντα (ἐκκρούει γὰρ ἡ μείζων κίνησις τὴν ἐλάττονα), οὕτω καὶ ἐν τοῖς ὕπνοις κινουμένη ἡ διάνοια ὑπὸ τῶν ἐνόντων κινημάτων ἢ τύπων οὐχ ὁρᾷ τὰ προσπίπτοντα. [εὖ σοι, δαιμόνιε, τῆς ἀγχινοίας.1 ὡς πολλῶν καὶ καλλίστων ἡμῖν αἴτιος καὶ τῆς ἀληθείας μυσταγωγὸς καθ’ ἑκάστην γίνῃ]. "Καὶ τοῦ ἐνίους τῶν ἐκστατικῶν προορᾶν αἴτιον, ὅτι αἱ οἰκεῖαι κινήσεις οὐκ ἐνοχλοῦσι." Τὸ αἱ οἰκεῖαι κινήσεις οὐκ ἐνοχλοῦσιν ἴσον ἐστὶ τῷ μὴ ἔχειν οἰκείας κινήσεις. οἱ γὰρ ἐκστατικοί (λέγει δὲ ἐκστατικοὺς οὐ τοὺς τέλεον μαινομένους, ἀλλὰ τοὺς ὄντας μεταξύ, φέρε γὰρ οὕτως εἰπεῖν, τῶν τε φρονίμων καὶ τῶν τέλεον μαινομένων), οἱ δὴ ἐκστατικοὶ καὶ μηδὲν ὅλως φροντίζοντες ἤ τι ἀναλογιζόμενοι, ἀλλά, κἂν ἐπίῃ αὐτοῖς ἀναλογίσασθαι, ἀπορρίπτοντες καὶ οὐδὲν ὅλως προσίεμενοι πῶς ἂν ἔχοιεν κινήσεις τινάς;2 καὶ οἱ μὲν σοφοὶ οὐ προορῶσι διὰ τὸ ἐνοχλεῖσθαι καὶ οἱονεὶ θυροκοπεῖσθαι τὴν διάνοιαν αὐτῶν ὑπὸ τῶν ἐνόντων αὐτοῖς εἰδώλων καὶ τύπων, οἱ δ’ ἐκστατικοὶ κενὴν ἔχοντες τὴν διάνοιαν καὶ διὰ τοῦτο ἀνενόχλητον εἰκότως αἰσθάνονται τῶν προσπιπτόντων ἔξωθεν. τίνα δὲ τὰ προσπίπτοντα καὶ πῶς, εἴρηται τῷ Ἀφροδισιεῖ ἐν τῷ Περὶ δαιμόνων· ταῦτα γὰρ εἶπε ξενικὰς κινήσεις. μήποτε δὲ ξενικὰς κινήσεις λέγει τὰ μέλλοντα οὐχ ὑφ’ ἡμῶν, ἀλλ’ ὑπ’ ἄλλων πραχθήσεσθαι.
“这样,寻常之人能够预见乃是合情合理的;因为这类人的理智并不善于深思”他还引出了另一个原因,说明为何寻常之人能预见将来的事情,而有智慧的人却不能,他说:这类人的理智空乏于来自哲学的至美沉思,也没有其他的思虑,因而极易被外来冲击之物所引动;然而明智之人的理智专注于诸多事务并被这些事务所推动,因此看不见外来冲击之物。因为正如我们醒着时如果全神贯注地思考某事,就不会看见走过身旁的人(因为较大的运动排除了较小的运动),同样在睡眠中,理智被内在的运动或印痕所推动时,也看不见外来冲击之物。[神异之人啊,愿你的敏锐洞察带来福泽!你为我们造就了何等众多与至美之物,日复一日成为引导我们进入真理的启蒙导师!]“而狂迷者中有些人能够预见的原因在于,他们特有的运动并不干扰他们” “他们特有的运动并不干扰他们”等同于不具有特有的运动。因为狂迷者(他所说的狂迷者不是完全疯癫之人,而是可以说介于明智之人与完全疯癫之人之间的人),这些狂迷者根本不去思虑任何事情,也不进行任何推算,即使他们心头浮现推算的念头,也弃之不顾而完全不接纳,他们又怎会具有某种运动呢?有智慧的人不能预见,是因为他们的理智受到内在的影像与印痕的干扰,犹如被叩击门户;而狂迷者的理智空虚,因而未受干扰,他们察觉到从外部冲击而来的事物乃是合情合理的。至于冲击而来的事物是什么以及如何起作用,阿芙洛狄西亚的亚历山大在《论神魔》中已有论述;因为他将这些称为“外来的运动”。或许所谓外来的运动,是指那些不是由我们、而是将由他人付诸行动的事情。
"Τὸ δέ τινας εὐθυονείρους εἶναι καὶ τοὺς γνωρίμους περὶ τῶν γνωρίμων μάλιστα προορᾶν." Ἐπειδὴ μάλιστα τοὺς γνωρίμους ἐν τοῖς ὕπνοις ὁρῶμεν (καὶ γὰρ κἂν ἄλλο τι ἡμῖν3 φαίνηται, οὗπερ οὐ φροντίζομεν· ὥσπερ ἐμοὶ ἰδόντι τὸν ἐμὸν ἑταῖρον, οὐχὶ τὸν κλεινόν μοι τουτονί, ὅστις ἔτι μοι ζῶν συμπονεῖ περὶ τοὺς λόγους, ἀλλ’ ἄλλον ὀλίγους ἐν φιλοσοφίᾳ πόνους καταβεβληκότα διὰ τὴν τοῦ θανάτου σύντομον προσέλευσιν, ἐγὼ γοῦν ἐκεῖνον πάλαι θανόντα εἶδον καθ’ ὕπνον διαλεγόμενόν μοι, περὶ ὧν ἐγὼ κατ’ ἐκεῖνον ὅλον τὸν μῆνα καὶ ἔτι τὸν πρὸ ἐκείνου οὐκ ἐφρόντισα, πρότερον πολλὰ φροντίσας· ἦσαν γὰρ περὶ ψυχῆς αἱ ἐμαί τε πρὸς ἐκεῖνον ἐρωτήσεις κἀκείνου πρός με αἱ ἀποκρίσεις), ἐπειδὴ οὖν μάλιστα τοὺς γνωρίμους ὁρῶμεν διαλεγομένους ἡμῖν καὶ περὶ ὧν φροντίζομεν καὶ περὶ ὧν οὐ φροντίζομεν, ὀλιγάκις δὲ ἀγνώστους τινὰς καὶ ἀσυνήθεις, τὴν αἰτίαν τούτου διὰ τούτων ἐπάγων φησί· συμβαίνει δὲ τοῦτο διὰ τὸ μάλιστα τοὺς γνωρίμους ὑπὲρ ἀλλήλων φροντίζειν. ἔστι δὲ τὸ δέ τινας εὐθυονείρους εἶναι καὶ τοὺς γνωρίμους περὶ τῶν γνωρίμων μάλιστα προορᾶν ἴσον τῷ ‘τὸ δέ τινας μάλιστα εὐθυονειρεῖν περὶ τῶν γνωρίμων’· εὐθυονειροῦμεν γὰρ καὶ περὶ ἄλλων τινῶν ἀγνώστων καὶ ἀσυνήθων, ἀλλὰ μάλιστα περὶ τῶν γνωρίμων. ὅτι δὲ καὶ πόρρω ὄντων τῶν φίλων τάχιστα γνωρίζομεν καὶ μᾶλλον αὐτούς, δῆλον ἐκ τῆς πείρας.
“至于某些人做正直准确之梦,且熟人最常就熟人事进行预见”因为我们在睡眠中最多见到的是熟人(即使向我们显现的是其他某种我们并未思虑的事物——例如我见到了我的同伴,不是指我身旁这位仍健在并与我一同研读文本的著名朋友,而是另一位因过早离世而在哲学上只付出过少许辛劳的朋友;无论如何,我在梦中见到早已去世的他与我交谈,谈论的话题在整个那一个月乃至前一个月里我都未曾思虑过,虽然此前我曾深思过;因为我对他的发问和他对我的回答都是关于灵魂的)——因此,由于我们最多见到的是熟人与我们交谈,无论所谈的是我们思虑的还是未曾思虑的事,而极少见到不相识与不熟悉的人,他通过这些话引出了这一现象的原因并说道:发生这种情况,是因为熟人最互相关心。“至于某些人做正直准确之梦,且熟人最常就熟人事进行预见”,等同于“某些人最常就熟人做正直准确之梦”;因为我们确实也会就某些陌生与不熟悉的人做准确之梦,但主要是就熟人。而即使朋友身在远处,我们也能最快且更准确地辨认出他们,这从经验来看是显而易见的。
- 4.9εὖ σοι, δαιμόνιε, τῆς ἀγχινοίας
感叹句的典型结构,以与格(σοι)指示称赞的对象,以原因属格(τῆς ἀγχινοίας)表示感叹与赞赏的缘由。紧接着的句子由感叹副词 ὡς(“多么……”)引导。
- 4.10οἱ δὴ ἐκστατικοὶ ... πῶς ἂν ἔχοιεν κινήσεις τινάς;
句首的主格 οἱ δὴ ἐκστατικοί 带有长串分词从属句(μηδὲν ὅλως φροντίζοντες ... ἀπορρίπτοντες ...),并充当后随的反问句(πῶς ἂν ἔχοιεν κινήσεις τινάς;)的主语。尽管中插语和分词使句式延展,整句的骨干仍是一个修辞性反问,意在否定狂迷者具有主动的内在运动。
- 4.11Ἐπειδὴ μάλιστα τοὺς γνωρίμους ἐν τοῖς ὕπνοις ὁρῶμεν ... ἐπειδὴ οὖν μάλιστα τοὺς γνωρίμους ὁρῶμεν διαλεγομένους ἡμῖν
复述性复句结构:在插入了一段关于梦见亡友的长篇自传性叙述后,句首的原因从句(Ἐπειδὴ μάλιστα τοὺς γνωρίμους ...)通过带有 οὖν 的 ἐπειδὴ οὖν μάλιστα ... 重新拾起,并顺利过渡到主句(τὴν αἰτίαν τούτου διὰ τούτων ἐπάγων φησί)。
