- 底本
- Michael, In Parva Naturalia Commentaria. Commentaria in Aristotelem Graeca XXII.1, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-149. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:82.26-83.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔认为不源于自身行为的远方或长期的梦仅是巧合而无须深究,并在解释关于近邻行为的梦之预知时,驳斥了德谟克利特的影像说,转而阐述空气运动经感官传入心脏的亚里士多德式自然学解释。
" Περὶ δὲ τῶν μὴ τοιαύτας ἐχόντων ἀρχὰς ἐνυπνίων, ἀλλ’ ὑπερορίας ἢ τοῖς χρόνοις." Ὑπερόρια τοῖς χρόνοις λέγεται, ἅπερ ἀποβαίνει μετὰ πολὺν χρόνον. τὸ δὲ ἢ τοῖς τόποις ἢ τοῖς μεγέθεσιν ἐκ παραλλήλου κεῖται, ἔστι δὲ τὸ λεγόμενον δυνάμει τοιοῦτον· περὶ δὲ τῶν ἐνυπνίων τῶν μὴ ἐχόντων ἀρχάς, ὧν ἡμεῖς μέλλομεν πράττειν (τοῦτο δὲ ταὐτόν ἐστι τῷ ‘περὶ δὲ τῶν ἐνυπνίων τῶν μὴ ὄντων αἰτίων, ὧν ἡμεῖς μέλλομεν πράττειν’· τὸ γὰρ ἐνύπνιον τὸ ἐμοὶ μὲν ὀφθέν, αἴτιον δὲ ὂν τοῦ μέλλοντος ἐν Περσίδι πραχθήσεσθαι πολέμου οὐκ ἔχει ἀρχὴν οὐδ’ ἐστὶν αἴτιον τοῦ μέλλοντος ὑπ’ ἐμοῦ πραχθῆναι· οὐ γὰρ ὑπ’ ἐμοῦ ὁ τοιοῦτος πόλεμος πραχθήσεται), περὶ μὲν δὴ τούτων οὐ χρὴ λέγειν. δῆλον γάρ, ὅτι ταῦτα πάντα τὰ ἐνύπνια οὐκ εἰσὶ κυρίως αἴτια, καίπερ αἴτια λεχθέντα καταχρηστικῶς τῷ αἰτίῳ ἐπὶ τούτων χρησαμένων ἡμῶν,1 ἀλλὰ συμπτώματα.
“至于那些不具有此种始点、而是或在时间上超越界限的梦”所谓在时间上超越界限,是指在很久之后才应验的梦。“或在空间上,或在规模上”这句话是并列安置的,其表达的实际涵义如下:关于那些不具有我们即将付诸行动之事的始点的梦(这等同于“关于那些不是我们即将付诸行动之事的原因的梦”;因为那个虽被我所见、却是波斯即将发生之战争的原因的梦,既不具有由我即将付诸行动之事的始点,也不是其原因;因为这样的战争并不是由我来进行的)——关于这些梦,确实无须讨论。因为显而易见,所有这些梦并非严格意义上的原因,即便在我们对它们滥用“原因”一词时被称为原因,它们其实只是巧合。
"Μὴ μέντοι γε ἐν αὐτοῖς ἐχόντων τὰς ἀρχὰς τῶν ἰδόντων τὸ ἐνύπνιον." Τὸ λεγόμενόν ἐστι· περὶ δὲ τῶν ἐνυπνίων τῶν ἐχόντων ἀρχήν τινα τῶν μελλόντων ὑπ’ ἄλλου πραχθῆναι, ἀλλ’ οὐχ ὑφ’ ἡμῶν, ὄντος δὲ τοῦ μέλλοντος πρᾶξαι γείτονος καὶ ὅλως μὴ πόρρω κατὰ πολὺ ἡμῶν ὄντος, ἀλλ’ ἐγγύς (περὶ γὰρ τῶν ὑπὸ τῶν πόρρω ὄντων πραχθήσεσθαι μελλόντων εἴπομεν ὡς οὐ χρὴ λέγειν), περὶ μὲν δὴ τῶν ἐνυπνίων τῶν ἐχόντων ἀρχάς, ὧν μέλλει ὁ γείτων πράττειν (τῶν γὰρ ὑπὸ τοῦ γείτονος πραχθῆναι μελλόντων οὐκ ἐπ’ ἐμοὶ ἡ ἀρχὴ τῆς τούτων πράξεως, ἀλλ’ ἐπὶ τῷ μέλλοντι ταῦτα πρᾶξαι, εἰ μὴ λέγοι τις, ὅτι καὶ ταῦτα συμπτώματά ἐστιν, ὥσπερ καὶ τὰ ἔχοντα ἀρχὴν τῶν μελλόντων ἐν Περσίδι πραχθῆναι), τοιαῦτα ἂν εἴη μᾶλλον ἢ ὥσπερ λέγει Δημόκριτος.2 ἐκεῖνος γὰρ ἔλεγεν εἴδωλά τινα ἐμπελάζειν τοῖς ἀνθρώποις, καὶ τούτων τὰ μὲν εἶναι ἀγαθοποιά, τὰ δὲ κακοποιά (ὅθεν καὶ εὔχεται εὐλόγχων τυχεῖν εἰδώλων)· εἶναι δὲ ταῦτα ὑπερμεγέθη καὶ δύσφθαρτα μέν, οὐκ ἄφθαρτα δέ, προσημαίνειν τε τὰ μέλλοντα τοῖς ἀνθρώποις, θεωρούμενα καὶ φωνὰς ἀφιέντα· ὧν φωνῶν καὶ ἐν τοῖς ὕπνοις αἰσθανόμεθά πως. λέγει δὲ οὗτος, ὅτι οὐκ εἴδωλα χρὴ αἰτιᾶσθαι (τοῦτο γὰρ πολλάκις δέδεικται ψεῦδος), ἀλλὰ κινήσεις τινάς· ὑφ’ ὧν κινήσεων σχηματιζομένου τοῦ ἀέρος καὶ διὰ τῶν ὤτων ἢ τῶν μυκτήρων ἐν τοῖς ὕπνοις προσπιπτουσῶν τῇ καρδίᾳ3 ἀνάγκη προορᾶν τὸ μέλλον γενέσθαι. πῶς δὲ κινεῖται καὶ σχηματίζεται, εἴρηται τῷ Ἀλεξάνδρῳ ἐν τῷ Περὶ δαιμόνων λόγῳ. ἔχουσι γὰρ καὶ οἱ λόγοι καὶ αἱ πράξεις ἀρχήν τινα τῶν μελλόντων γίνεσθαι. ὅτι δὲ αἱ μικραὶ κινήσεις ἐν τοῖς ὕπνοις μεγάλαι φαίνονται, εἴρηται πρότερον. σαφῶς δὲ πάντα καταλέγει. διὰ οὖν τὸ φέρεσθαι τὰς κινήσεις ὡς ἔτυχε καὶ ἐμπίπτειν οἷς ἂν τύχῃ συμβαίνει προορᾶν τὰ μέλλοντα καὶ τοὺς φαύλους. εἰ δὲ θεὸς ἦν ὁ πέμπων, ἐν τῇ ἡμέρᾳ ἔδει βλέπειν αὐτά· τότε γὰρ καὶ γρηγοροῦμεν.
“然而做梦者在自己身上并不具有这些始点”其所言之意如下:关于那些具有将由他人而非由我们付诸行动之事的某种始点的梦,且行动者乃是邻人、大体上离我们绝非遥远而是靠近之人(因为关于那些将由远方之人付诸行动之事,我们已说过无须讨论)——关于那些具有邻人即将付诸行动之事的始点的梦(因为对于邻人即将付诸行动之事而言,这些行为的始点并不取决于我,而取决于将要付诸行动的人,除非有人会说这些也是巧合,正如那些具有波斯即将发生之事之始点的梦一样)——它们更可能是这样一种性质,而不是如德谟克利特所说的那样。因为那位学者声称,某些影像会接近人类,其中一些带来益处,另一些带来祸患(因此他也祈求遇上吉利的影像);并且这些影像是极其巨大的,虽不易消灭但并非不灭,它们被人观照并发出声音,向人预示将来的事情,而我们在睡眠中也在某种程度上感知到这些声音。但他[亚里士多德]说,不应当把原因归于影像(因为这屡次被证明是虚妄的),而应当归于某些运动。因为空气被这些运动所塑形,且这些运动在睡眠中通过耳朵或鼻孔冲击心脏,必然会预见将要发生的事情。至于空气如何被推动和塑形,亚历山大在《论神魔》的论述中已经说明。因为言谈与行为同样具有将要发生之事的某种始点。而微小的运动在睡眠中显现为巨大,前面已经讲过。他把一切都清楚地列举了出来。因此,正是由于这些运动随意传播并撞击碰巧遇到的人,所以即使卑劣之人也会预见将来的事情。但如果是神送来的梦,人们本应在白天看见它们;因为那时我们才是清醒的。
- 4.7καταχρηστικῶς τῷ αἰτίῳ ἐπὶ τούτων χρησαμένων ἡμῶν
属格独立结构,用来补充前文让步分词短语 καίπερ αἴτια λεχθέντα(修饰 ταῦτα πάντα τὰ ἐνύπνια)的背景与原因,说明这些梦之所以被称为原因,仅是因为“我们在这些情形下转用/滥用了‘原因’这一术语”。
- 4.8περὶ μὲν δὴ τῶν ἐνυπνίων τῶν ἐχόντων ἀρχάς ... τοιαῦτα ἂν εἴη μᾶλλον ἢ ὥσπερ λέγει Δημόκριτος
一种略带破格(anacoluthon)的长句结构:由介词短语 περὶ μὲν δὴ τῶν ἐνυπνίων 领起主题,在插入了长篇关系从句与括号性补充说明后,最终接续到主句谓语 τοιαῦτα ἂν εἴη(“它们大概更会是这样一种性质”),在逻辑上承接该主题短语所提出的梦。
- 4.8ὑφ’ ὧν κινήσεων σχηματιζομένου τοῦ ἀέρος καὶ διὰ τῶν ὤτων ἢ τῶν μυκτήρων ἐν τοῖς ὕπνοις προσπιπτουσῶν τῇ καρδίᾳ
由关系形容词短语 ὑφ’ ὧν κινήσεων(指代前文的 κινήσεις τινάς)引导的并列属格独立结构:前半部分为 σχηματιζομένου τοῦ ἀέρος(阳性单数分词修饰 τοῦ ἀέρος),后半部分为阴性复数分词 προσπιπτουσῶν(与 κινήσεων 一致),共同表示原因或手段:空气受这些运动塑形,且运动冲击心脏。
