← 艾菲索斯的米海尔

亚里士多德《自然诸论丛》评注

§81.1-82.25

预兆之梦的偶然性与忧郁质者的命中

米海尔遵循亚里士多德的论述,指出大多数预兆之梦并非出于因果必然,而是巧合,并解释了为何忧郁质者更容易命中未来之事,以及为何更具支配力的相反运动会导致梦境与征兆未能应验。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.6

" Τὰ δὲ πολλὰ συμπτώμασιν ἔοικε." Λέγει δὲ ὑπερβατὰ τὰ ὑπὸ ἄλλων πραχθησόμενα καὶ ἁπλῶς, ὧν μὴ ἔστιν ἐν ἡμῖν ἡ ἀρχή.1 ποῦ γὰρ ἐν ἐμοὶ ἀρχὴ τῆς μελλούσης ἐν Περσίδι γίνεσθαι ναυμαχίας ἢ πολέμου; ἀλλ’ ὅμως συμβαίνει ἢ καθαρώτατα ἰδεῖν με, ὅτι γίνεται ἐν Περσίδι πόλεμος, καὶ ἀποβῆναι τοῦτο καὶ γενέσθαι, ἢ καὶ αἰνιγματωδῶς· λέγω δὲ αἰνιγματωδῶς, ὅταν ἀπ’ ἄλλου ἄλλο ἀποβῇ, οἷόν τί φημι· ἐθεάσατο ὁ ἐμὸς ἑταῖρος ἐν ὕπνῳ, ὡς ἀπέστειλεν αὐτῷ γυνή τις μηλοπέπονας λεπτοὺς καὶ ἐπιμήκεις, ἔχοντας οὐρὰς σκορπίων· μετὰ δὲ ὀλίγας τινὰς ἡμέρας ἐλυπήθη ὑπ’ ἐκείνης τῆς γυναικός. εἰσὶν οὖν ἄλλο μὲν οἱ μηλοπέπονες, ἄλλο δὲ τὸ ἀποβάν, ἡ λύπη. σαφηνίζει δὲ αὐτός, πῶς ἐοίκασι συμπτώμασι, καί φησιν· ὥσπερ γὰρ πολλάκις συμβαίνει, μεμνημένον ἐμὲ Σωκράτους, ἐλθεῖν Σωκράτην, οὕτω καὶ ἰδόντα ἐν ὕπνῳ ναυμαχίαν, συμβαίνει γίνεσθαι ναυμαχίαν. καὶ ὥσπερ οὐκ ἔστι τῆς τοῦ Σωκράτους ἀφίξεως αἴτιον τὸ μεμνῆσθαι ἐκείνου, ἀλλὰ συμβαίνει, μεμνημένον με ἐκείνου, παραγεγονέναι, οὕτως οὐδὲ τὸ ἐνύπνιον αἴτιόν ἐστι τῆς ναυμαχίας, ἀλλὰ σύμπτωμα. καὶ διὰ τὸ εἶναι συμπτώματα τὰ πολλὰ τῶν ἐνυπνίων οὐκ ἀποβαίνει. Ὅτι δὲ πολλὰ τῶν ζῴων ὀνειρώττει, δῆλον· κύνες γὰρ κοιμώμενοι μινυρίζουσιν. εἰσὶν οὖν τὰ ὄναρ θεάματα θεόπεμπτα μὲν οὐδαμῶς, ὥσπερ εἴρηται, δαιμόνια μέντοι· ἡ γὰρ φύσις ἡμῶν δαιμονία οὖσα προορᾷ τὰ μέλλοντα, ὥσπερ εἴρηται. λέγει δέ, ὅτι ὅσων ἀνθρώπων ἡ φύσις ἐστὶν ὡσπερεὶ λάλος καὶ μελαγχολική, οὗτοι παντοδαπὰς ὄψεις ὁρῶσιν. ὡς γὰρ οἱ λάλοι πολλὰ λέγουσιν, οὕτω καὶ οἱ μελαγχολικοὶ διὰ τὴν πολλὴν κίνησιν παντοδαπὰ βλέπουσιν (ἡ γὰρ μελαγχολία, ὡς πολλάκις εἴρηται, πνεύματός ἐστι πολλοῦ καὶ σφοδροῦ κίνησις) καὶ διὰ τὸ πολλὰ κινεῖσθαι μᾶλλον ἐπιτυγχάνουσιν. ὡς γὰρ οἱ ἐρίζοντες οὐχ ἓν ἁρπάζουσι, εἴτε στέφανος εἴθ’ ὅτι ἂν εἴη τὸ ῥιπτούμενον, ἀλλὰ πολλά (καὶ γὰρ τὰ ῥιπτούμενα πολλά), οὕτω καὶ οἱ μελαγχολικοὶ διὰ τὸ πολλὰς κινεῖσθαι κινήσεις (ἐν κινήσει γὰρ ἀεὶ τὸ ἐν τῇ καρδίᾳ αὐτῶν πνεῦμα καὶ αἷμα) πολλῶν ἐπιτυγχάνουσι. καὶ ὥσπερ, φησί, καὶ λέγεται· ἂν πολλὰ βάλλῃς, ἄλλοτε ἀλλοῖον βαλεῖς, οὕτω καὶ ἐπὶ τούτων. ἢν γάρ τις ἕνα ὀϊστὸν βάλλῃ, ἢ οὐδ’ ὅλως ἂν ἐπιτύχῃ ἢ ἅπαξ· ὁ δὲ πολλούς, ἄλλοτε ἄλλο μέρος ἀνάγκη τῆς θύρας μεταβάλλειν. ὡς οὖν ἐπὶ τούτων, οὕτω καὶ ἐπὶ τῶν πολλὰς ὄψεις ὁρώντων· ἀνάγκη γὰρ καὶ τούτους πολλῶν ἐπιτυγχάνειν. Ἡ μὲν οὖν διάνοια αὕτη, ἡ δὲ λέξις ἡ ὁμοίοις θεωρήμασιν ἐπιτυχεῖς ὄντες τούτοις2 ἢ παρέλκει ἢ εἴη ἂν λέγουσα· τὰ ἐπὶ τοῖς ὕπνοις ἐπιτυγχανόμενα θεωρήματα ὅμοιά εἰσι τοῖς ἁρπαζομένοις ὑπὸ τῶν ἐριζόντων. οὐκ ἀποβαίνουσι δέ, φησί, πάντα τὰ ὀνείρατα, διότι οὐδὲ πάντων τῶν σημείων τῶν μελλόντων γίνεσθαι ἐν τοῖς ἡμῶν σώμασιν ὁρῶμεν ἀπόβασιν. εἶδε γάρ τις, ὅτι βαδίζει εἰς νοσώδη τόπον, καὶ ἦν τοῦτο σημεῖον τοῦ μέλλειν αὐτὸν νοσῆσαι· οὐ νενόσηκε δὲ διὰ τὸ γεγονέναι ἄλλην ταύτης κυριωτέραν κίνησιν.3 διεγερθεῖσα γὰρ ἡ φύσις καὶ συμπέψασα τοὺς χυμούς, ἀφ’ ὧν ἔμελλε νοσῆσαι, οὐ νενόσηκεν. ἀλλὰ μὴν οὐδὲ τὰ τῶν ὑδάτων σημεῖα πάντα ἀποβαίνει. ἔστι μὲν γὰρ σημεῖον βροχῆς ἡ ὑπὸ σελήνην συνισταμένη ἅλως, ἀλλ’ ὅμως πολλάκις γεγονυῖα, οὐ βρέχει διὰ τὴν ἐξαίφνης τῆς ξηρᾶς ἀναθυμιάσεως ἐπικράτειαν· πνεύματος δὲ σημεῖόν ἐστι τὸ μὴ ὁλόκυκλον φανῆναι τὴν σελήνην, ἀλλ’ ἡμίσειαν, ὡς ἐν τοῖς Μετεώροις δέδεικται. ἂν οὖν ἄλλη, φησί, γένηται κίνησις κυριωτέρα τῆς κινήσεως, ἀφ’ ἧς συνέστη ἡ ἅλως, ἥτις ἅλως σημεῖον ἦν βροχῆς, οὐ γίνεται βροχή. τὸ δὲ μελλούσης παρέλκει. ὅτι δὲ πολλὰ καλῶς βουλευθέντα οὐκ ἀποβαίνει ἢ διὰ θάνατον τῶν βουλευσαμένων ἢ δι’ ἄλλας τινὰς αἰτίας, οὐδεὶς ἀγνοεῖ. τὸ δὲ ὅλως γὰρ οὐ πᾶν γίνεται τὸ μελλῆσαν ἴσον ἐστὶ τῷ ‘οὐ πᾶν γίνεται τὸ μέλλον γενέσθαι’. ἐσόμενον δ’ ἐστὶ τὸ μέλλον ἐξ ἀνάγκης γενέσθαι, μέλλον δὲ τὸ ἐνδεχόμενον καὶ γενέσθαι καὶ μὴ γενέσθαι, ὡς ἐν τῷ Περὶ γενέσεως καὶ φθορᾶς εἴρηται.

“但大多数梦更像是巧合。” 他所谓的“超越的”,是指由他人将要付诸行动之事,简而言之,就是其始点不在我们之中的事情。因为在波斯将要发生的海战或战争的始点,究竟在我的何处呢?然而,有时我极其清楚地看见波斯正在发生战争,而这件事情确实应验并发生了;有时则是以隐秘难解的方式呈现。我所谓隐秘难解的方式,是指由此事应验为彼事的情形,正如我所举的例子:我的同伴在睡眠中梦见某位妇人送给他细长且长着蝎子尾巴的甜瓜;几天之后,他便受到了那位妇人的伤害。因此,甜瓜是一回事,而应验的结果即苦痛则是另一回事。他自己阐明了这些梦如何类似于巧合,并且说:正如在我忆起苏格拉底时苏格拉底便到来的情形常常发生那样,在睡眠中看见海战时海战发生的情况也同样会出现。而且,正如忆起苏格拉底并不是苏格拉底到来的原因,而只是在我忆起他时他碰巧来到一样,梦也不是海战的原因,而是一种巧合。由于大多数梦属于巧合,它们并没有应验。显然许多动物也会做梦;因为狗在睡眠中会呜呜哀鸣。因此,正如所说的那样,梦中的景象绝不是神送来的,然而却具有神妙性;因为正如所说,我们的本性既然是神妙的,便会预见将来的事情。他说,凡是本性仿佛多言且属于忧郁质的人,都会看见各种各样的景象。因为正如多言者谈论很多事情一样,忧郁质者由于运动繁多也会看见各种各样的事物(因为正如屡次指出的,忧郁质乃是大量而剧烈的气息的运动),并且由于受到诸多运动的推动,他们更容易命中。正如竞夺者们并不是只抓取一件抛掷之物(无论被抛掷的是花冠还是其他什么),而是抓取多件(因为抛掷之物确实很多),忧郁质者由于被诸多运动所推动(因为他们心中的气息和血液始终处于运动之中),也会击中许多事情。而且他说,正如俗话所说:“如果你多次射击,便会在不同时刻击中不同的目标”,在这些人身上也是如此。因为如果有人射出一支箭,他要么完全射不中,要么只射中一次;但如果射出许多箭,他就必然会在不同时刻射中目标门的不同部位。因此,正如在这些情形中一样,在那些看见许多景象的人身上也是如此;因为他们也必然会击中许多事情。其义理便是如此;至于“在相似的观照中命中这些”这一文句,要么是多余的,要么其意是指:睡眠中命中的观照类似于竞夺者所抓取之物。他说,并非所有的梦都会应验,因为对于将在我们身体中发生的一切征兆,我们也并非都能看到其应验。因为某人曾梦见自己走向一个致病之地,这本是他即将患病的征兆;但他并没有生病,乃是因为发生了比这更具支配力的另一种运动。因为本性被唤醒并彻底消化了致使他原本要患病的体液,他便没有生病。不仅如此,关于雨水的征兆也绝非全都应验。因为月下聚起的晕环本是降雨的征兆,但即便常常出现,有时也会因为干燥上升气的骤然盛行而不下雨;正如在《气象学》中所证明的那样,月亮不显现为完整的圆轮而是显现为半圆,乃是起风的征兆。他说,如果产生了另一种比凝聚晕环的运动更具支配力的运动,即使这晕环是雨的征兆,雨也不会降下。至于“将要的”一词则是多余的。至于许多经过周密谋划的事情由于谋划者的死亡或其他某些原因而未能实现,这是无人不知的。而“因为大体而言并非所有将要发生的都会发生”这句话,等同于“并非所有即将生成的事物都会生成”。必然将要生成的乃是“将存之物”,而可能生成也可能不生成的乃是“将行之物”,正如在《论生成与消灭》中所说的那样。

语法注3 条
  1. 4.6Λέγει δὲ ὑπερβατὰ τὰ ὑπὸ ἄλλων πραχθησόμενα καὶ ἁπλῶς, ὧν μὴ ἔστιν ἐν ἡμῖν ἡ ἀρχή.

    动词 λέγει 带双宾格结构,其中 τὰ ὑπὸ ἄλλων πραχθησόμενα... 为直接宾语,ὑπερβατά 为述谓性宾格,意为“把……称为超越的”。此处注疏者对亚里士多德原文中的词汇 ὑπερβατά 进行了定义和阐释。

  2. 4.6ὁμοίοις θεωρήμασιν ἐπιτυχεῖς ὄντες τούτοις

    引自亚里士多德难解的原句(463b18–19)。米海尔在此提出了两种句法理解:要么该短语在结构上是冗余的(παρέλκει),要么应将其理解为断言睡眠中所命中的观照类似于竞争者抓取之物。

  3. 4.6διὰ τὸ γεγονέναι ἄλλην ταύτης κυριωτέραν κίνησιν.

    介词 διά 支配带冠词的不定式 τὸ γεγονέναι,其逻辑主语为对格 ἄλλην... κίνησιν。属格 ταύτης 是依附于比较级 κυριωτέραν 的比较属格,表示“比这更具支配力的另一种运动”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:81.1-82.25