- 底本
- Michael, In Parva Naturalia Commentaria. Commentaria in Aristotelem Graeca XXII.1, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-149. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:79.4-80.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔注解了亚里士多德《论睡眠中的占卜》463a16–21,结合自身的梦境经验阐述了在睡眠中变得清晰的身体微小运动何以成为疾病的“征兆”,随后探讨了梦中表象如何通过心理联想与预先准备而成为日间行动的“原因”。
" Ἐπεγειρομένοις δὲ ταῦτα φανερὰ τοῦτον ἔχοντα τὸν τρόπον." Τουτέστιν ἐγερθεῖσι δὲ φανερὸν γίνεται, ὅτι ταῦτα πάντα μικρά ἐστιν. ἐγερθέντες γὰρ ἔτι ἔχομεν αἴσθησιν καὶ τοῦ ἐν τοῖς ὠσὶ μικροῦ ἤχου, ὅτι μικρός ἐστι, καίπερ μεγάλου ἐν τοῖς ὕπνοις δοκοῦντος, καὶ τῶν ἄλλων πάντων· ἃ σαφῶς καταλέγει. πιστωσάμενος δέ, ὅτι ἐν τοῖς ὕπνοις αἱ μικραὶ κινήσεις διάδηλοι γίνονται, λέγει ὅτι ταῦτα ἐστι καὶ σημεῖα τῶν μελλόντων ἡμῖν συμβαίνειν. τὸ γὰρ δοκεῖν ἐν τοῖς ὕπνοις μέλιτος ἀπογεύεσθαι σημεῖόν ἐστι τοῦ μέλλειν ἡμᾶς νοσῆσαι· ἀρχὴ γὰρ τῆς νόσου τὸ φλέγμα. καὶ ἐπεὶ πάντων αἱ ἀρχαὶ μικραί, ὡς εἴρηται πολλάκις, τῷ μεγέθει, τῇ δὲ ποιότητι καὶ τῇ δυνάμει1 μεγάλαι, καὶ αἱ τῶν νόσων ἀρχαὶ μικραὶ ἂν εἶεν. ἀλλὰ μὴν τὰ μικρὰ δέδεικται ὅτι ἐν τῷ καθεύδειν γίνονται δῆλα· καὶ αἱ τῶν νόσων ἄρα ἀρχαὶ ἐν τῷ καθεύδειν ἔσονται δῆλαι. εἰ δὲ τοῦτο, φανερόν, ὅτι ἔνια τῶν ἐν τοῖς ὕπνοις σημεῖά ἐστι τῶν μελλόντων ἡμῖν περὶ τὸ σῶμα συμβαίνειν παθῶν. ἐγὼ γὰρ ἰδὼν ἐν ὕπνῳ ὤν, ὅτι διηρχόμην ἔν τινι τόπῳ βορβορώδει καὶ δυσώδει, μετ’ ὀλίγας ἡμέρας νενόσηκα· οἱ γὰρ παχεῖς καὶ γλίσχροι καὶ σεσημμένοι χυμοί, οἵπερ αἴτιοι γεγόνασι τοῦ νοσήσαί με, ἐν τῷ καθεύδειν γεγόνασί μοι διάδηλοι. ἦν οὖν σημεῖον ἡ ἐμὴ πρὸς τὸν βορβορώδη τόπον παρέλευσις τοῦ νοσῆσαί με. δι’ ὃ προσέχειν χρὴ τοῖς τοιούτοις.
“而对于醒来的人而言,这些事情处于这种状态是显而易见的。” 也就是说,对于醒来的人而言,所有这些事情都是微小的,这一点变得显而易见。因为在醒来之后,尽管在睡眠中似乎显得巨大,我们仍然保留着对耳中微小声响确实微小的感觉,以及对所有其他事情的感觉,这些事情他都清晰地列举了出来。在确证了微小的运动在睡眠中会变得清晰可辨之后,他说这些也是将要降临于我们身上的事情的征兆。因为在睡眠中看似尝到蜂蜜,乃是我们即将患病的征兆;因为疾病的开端正是粘液。而且,正如屡次谈到的那样,既然万物的开端在大小上是微小的,但在性质和效力上是巨大的,那么疾病的开端也应当是微小的。然而已经证明,微小的事物在睡眠中会变得明显;因此,疾病的开端在睡眠中也将是明显的。如果情况如此,那么显然睡眠中的某些现象乃是将要在身体方面发生在我们身上的受苦的征兆。因为我自己曾在睡眠中看见自己穿过某个泥泞且恶臭的地方,几天后便生了病;因为那些作为致病原因的粘稠、黏滑且腐坏的体液,在睡眠中对我而言变得清晰可辨了。因此,我穿过那泥泞之地乃是我生病的征兆。正因如此,人们应当留意此类事情。
"Ὥστ’ ἐπεὶ μικραὶ πάντων αἱ ἀρχαί." Ἐπεὶ οὖν, φησί, μικραὶ πάντων αἱ ἀρχαί, δηλονότι καὶ τῶν νόσων καὶ τῶν ἄλλων παθημάτων τῶν ἐν τῷ σώματι μελλόντων γίνεσθαι μικραὶ ἔσονται· τοῦτο γὰρ λείπει. εἰ δὲ τοῦτο, φανερόν, ὅτι ἐν τοῖς ὕπνοις ἔσονται καταφανεῖς. ὡς γὰρ εἴρηται, τὰ μικρὰ ἡμῖν τότε δῆλα γίνεται. ὥστε οὐδὲν θαυμαστόν, εἰ αἱ μικραὶ κινήσεις ἐν τοῖς ὕπνοις τῶν ἐσομένων αἴτιαι ἡμῖν γίνονται.
“因此,既然万物的开端都是微小的。” 他说,既然万物的开端是微小的,显然身体中将要发生的疾病和其他受苦的[开端]也将是微小的;因为这正是省去的内容。而如果情况如此,显然它们在睡眠中将会是清晰可见的。因为正如所说的那样,微小的事物在那时对我们而言变得明显。因此,即使睡眠中的微小运动成为我们将要发生之事的[起因或征兆],也不足为奇。
"Ἀλλὰ μὴν καὶ ἔνια γε τῶν καθ’ ὕπνον φαντασμάτων αἴτια εἶναι τῶν ἑκάστου πράξεων, οὐκ ἄλογον." Εἰπὼν τίνα εἰσὶ τῶν ἐνυπνίων σημεῖα, λέγει καὶ τίνα αἴτια, καί φησιν· ὥσπερ μέλλοντες πρᾶξαί τι ἢ καὶ πράσσοντες ἐν τοῖς ὕπνοις εὐθυονείρως τούτοις σύνεσμεν (οὕτως γὰρ εὐθυονειροῦμεν, ὡς μὴ ἄλλο τι, ἀλλ’ ἐκεῖνο αὐτὸ ἀπαραλλάκτως θεᾶσθαι, ὅπερ ἐπράττομεν), αἴτιον δὲ τοῦ ὁρᾶν ἐν τοῖς ὕπνοις τὰ πραττόμενα ἡμῖν ἐγρηγορόσιν τὸ προοδοποιεῖσθαι τὴν διάνοιαν ἡμῶν ἀπὸ τῶν πράξεων2 (ὡς γὰρ τὰ πεπονθότα σώματα ἐπιτηδείως περιπίπτει ταῖς νόσοις, οὕτω καὶ ἡ προοδοποιηθεῖσα καὶ προκινηθεῖσα διάνοια ὑπὸ τῶν ἐγγινομένων ἐν τῇ καρδίᾳ κινήσεων εὐθυονείρως αὐτοῖς σύνεστιν), ὡς οὖν ἐπὶ τούτων, οὕτω πολλάκις ἀναγκαῖον καὶ τὰς καθ’ ὕπνον κινήσεις ἀρχὴν εἶναι τῶν καθ’ ἡμέραν πράξεων. ὅσα γὰρ φανέντα ἐν τοῖς ὕπνοις τὴν διάνοιαν ἐπὶ τὰς ἐνεργείας ἐφίστησιν, ὑπομνήσαντά τινος τῶν πρώτων, ταῦτα αἴτια λέγομεν. ὡς γὰρ ἐγρηγορότες πολλάκις διανοούμεθά τι, ὅπερ αἴτιον ἡμῖν γίνεται τοῦ ποιῆσαι ἢ πρᾶξαι ἢ εὑρεῖν ἄλλο τι (διανοηθεὶς γάρ τις ἐξαίφνης τι καὶ ἐκ τούτου εὑρηκὼς ἄλλο τι λέγει τοῦ εὑρεθέντος αἴτιον εἶναι τὸ διανοηθέν), οὕτω καὶ ἐν τοῖς ὕπνοις ἠρεμοῦσα ἡ διάνοια ἐκ τῶν ἐν τῇ καρδίᾳ τύπων διανοεῖται ἄλλο τι, ὑφ’ οὗ συμβαίνει πρᾶξαι ἄλλο τι, καί φαμεν, ὅτι τοῦ πραχθέντος αἴτιον τὸ φανέν. ὅτι δὲ ἀπὸ ἄλλων τινῶν συμβαίνει ἡμᾶς ἄλλα διανοεῖσθαι, δῆλον. ἰδὼν γὰρ πολλάκις λύραν διενοήθην Σωκράτην, καὶ ἐκ Σωκράτους τρίγωνον. καὶ οὐ δὴ τὸ ἄλλου αἴτιον ἄλλου φαμέν.3 ἐπεὶ καὶ ὁ κόπος, αἴτιος ὢν τοῦ πυρετοῦ, ἄλλος ἐστὶ παρὰ τὸν πυρετόν. καὶ ἐγὼ δὲ πολλάκις ἐν ὕπνῳ ῥόδα λευκὰ ἰδὼν μεθ’ ἡμέραν ἔλαβον παρά τινων δῶρα. ἃ δὴ ῥόδα αἴτια καὶ ἀρχὴν τῶν δώρων λέγομεν. ἔστιν οὖν, ὥσπερ ἡ ἐν τῇ ἡμέρᾳ πρᾶξις αἰτία τῶν ἐν νυκτὶ γινομένων ἡμῖν ἐνυπνίων ἢ φαντασμάτων, οὕτως οὐδὲν κωλύει καί τινα φαντάσματα αἴτια εἶναι τῶν μεθ’ ἡμέραν πράξεων. ταῦτα δὲ ἁρμόζει ἐπὶ τῶν πράξεων λέγεσθαι τῶν ὑφ’ ἡμῶν πραχθησομένων οὐ διὰ μακροῦ, ἀλλὰ συντόμως. τὰ μὲν οὖν ὡς αἴτια καὶ σημεῖα ταῦτα.
“然而,睡眠中的某些表象是各人行动的原因,这并不是不合理的。” 在说明了梦的哪些是征兆之后,他也说明了哪些是原因,并且说:正如我们将要做某事或正在做某事时,在睡眠中也会直接在梦中与这些事情相伴(因为我们做着如此直接的梦,以至于毫无二致地观照着我们当时所做的正是那件事情本身,而不是别的什么),而我们在睡眠中看见自己清醒时所做之事的原因,乃是我们的思想已经由这些行动预先铺平了道路(因为正如受苦的身体极易罹患疾病一样,被心中心生之运动预先铺路并预先推动的思想,也是如此直接在梦中与它们相伴)——因此正如在这些情形中那样,睡眠中的运动往往也必然成为日间行动的开端。因为凡是在睡眠中显现时提醒了在先之事的某些部分、从而使思想专注于各项活动的表象,我们都称之为原因。因为正如清醒时我们常常思考某事,而这成为我们制作、行动或发现另一件事情的原因(因为当有人突然想到某事,并由此发现了另一件事时,他便说被思考之事是被发现之事的原因),同样在睡眠中,处于平静状态的思想依据心脏中的印记思考另一件事,由此产生行动另一件事的结果,而我们便说显现的表象是所行之事的原因。至于我们由某些事物联想到其他事物,这是显而易见的。因为我多次看见竖琴便想到了苏格拉底,从苏格拉底又想到了三角形。而我们确实也说一件事物是另一件事物的原因;因为疲乏作为发热的原因,本身是不同于发热的。并且我自己也多次在睡眠中看见白玫瑰,日间便从某些人那里收到了礼物。我们便称这些玫瑰是礼物的起因与开端。因此,正如日间的行动是夜间发生在我们身上的梦或表象的原因一样,某些表象成为日间行动的原因也是完全可能的。而把这些论断用于那些将在不久之后、而非很久之后由我们付诸实施的行动,是恰当的。以上这些便是作为原因和征兆的情形。
- 4.3τῷ μεγέθει, τῇ δὲ ποιότητι καὶ τῇ δυνάμει
限制与方面与格(dative of respect),用于表示对比:万物的开端在“大小方面”(τῷ μεγέθει)固然微小,但在“性质和效力方面”(τῇ δὲ ποιότητι καὶ τῇ δυνάμει)却是巨大的。
- 4.5αἴτιον δὲ τοῦ ὁρᾶν ἐν τοῖς ὕπνοις τὰ πραττόμενα ἡμῖν ἐγρηγορόσιν τὸ προοδοποιεῖσθαι τὴν διάνοιαν ἡμῶν ἀπὸ τῶν πράξεων
该句的句法骨架为倒装的主谓结构:αἴτιον(表语名词)带属格冠词定式句 τοῦ ὁρᾶν ...(限定属格),而真正的语法主语是由冠词引导的不定式句 τὸ προοδοποιεῖσθαι τὴν διάνοιαν ἡμῶν ἀπὸ τῶν πράξεων,意即“我们在睡眠中看见清醒时所行之事的原因,乃是我们的思想已被这些行动预先开辟了道路”。
- 4.5καὶ οὐ δὴ τὸ ἄλλου αἴτιον ἄλλου φαμέν
短语 οὐ δὴ ... φαμέν 具有修辞反问或强调肯定的意味:“难道我们不说一件事物是另一件事物的原因吗(即:我们确实是这样说的)”。紧随其后的例证(疲乏作为发热的原因,与发热本身是不同的)说明了原因与结果在类别上是相互区别的不同事物(ἄλλο ἄλλου)。
