← 艾菲索斯的米海尔

亚里士多德《自然诸论丛》评注

§7.22-8.21

伴随时间感知的记忆状态与动物的记忆

注解亚里士多德《论记忆与回忆》449b22–24,阐明记忆既非单纯的感觉亦非把握,而是伴随时间感知的状态或情状;同时指出能感知时间的动物亦具有对过去的记忆,但在缺乏对未来的概念这一层面上与人类不同。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.3

" Ἀεὶ γὰρ ὅταν ἐνεργῇ κατὰ τὴν μνήμην, οὕτως ἐν τῇ ψυχῇ." Τουτέστιν ἀεὶ γὰρ ὅταν ἐνεργῇ περὶ τοὺς τύπους ἡ ψυχὴ τῶν πραγμάτων ἁπάντων, λέγει ὅτι πρότερον τοῦτο ἤκουσε.1 εἰ γὰρ μὴ τοῦτο λέγει μηδὲ συναισθάνεται τοῦ πρότερον καὶ τοῦ ὑπὸ τίνος ἤκουσεν, οὐκ ἔστι μνήμη. εἰπὼν δὲ ὅτι ὅταν ἐνεργῇ, ἐπήγαγε κατὰ τὴν μνήμην, δυνάμει λέγων· ὅταν ἐνεργῇ τὴν ἐνέργειαν, καθ’ ἣν ἡ μνήμη εἰδοποιεῖται. αὕτη δὲ ἦν τὸ αἰσθάνεσθαι καὶ τοῦ χρόνου καὶ τοῦ πράγματος, ἀφ’ οὗ γέγονεν ὁ τύπος καὶ τὸ ἐγκατάλειμμα.

“因为无论何时依照记忆进行现实活动,在灵魂中总是如此。” 也就是说,无论何时,当灵魂围绕一切事物的印记进行现实活动时,它都说以前听过这个。因为倘若它不说这个,亦不同时感知到“以前”以及从谁那里听到,那就不是记忆。在说了“无论何时进行现实活动”之后,他又加上了“依照记忆”,这实际上是说:无论何时进行记忆据以获得其特有形式的现实活动。而这一现实活动正是感知到时间以及印记和残留物由之产生的事物。

§1.4

"Ἔστι μὲν οὖν ἡ μνήμη οὔτε αἴσθησις οὔτε ὑπόληψις, ἀλλὰ τούτων τινὸς ἕξις." Ὑπόληψιν λέγει τὴν κοινῶς κατηγορουμένην κατά τε δόξης καὶ νοήσεως καὶ τῶν λοιπῶν λογικῶν δυνάμεων. ἢ ὑπόληψιν λέγοι ἂν νῦν καταχρηστικώτερον τὴν φαντασίαν. ἔστι μὲν οὖν οὔτε ὑπόληψις οὔτε ταὐτὸν τῇ αἰσθήσει, ἀλλ’ ἕξις ἢ πάθος αἰσθήσεως, ἐπειδὴ καὶ ἡ φαντασία. τὸ δὲ ὅταν γένηται χρόνος ἴσον ἐστὶ τῷ ὅταν αἰσθάνηται καὶ τοῦ χρόνου, καθ’ ὃν γέγονε τὸ ἐγκατάλειμμα, καὶ οὐ μόνον τοῦ χρόνου, ἀλλὰ καὶ τοῦ πράγματος, ἀφ’ οὗ. τοῦ δὲ ὁρωμένου ἢ νοουμένου τῷ παρόντι καὶ ἐνεστῶτι χρόνῳ οὐκ ἔστι μνήμη, καθάπερ εἴρηται, ἀλλ’ αἴσθησις καὶ ἐπιστήμη. μνήμη δ’ ἐστὶ τοῦ γενομένου. δι’ ὃ μετὰ χρόνου πᾶσα μνήμη, τουτέστι δι’ ὃ τότε ἐστὶ καὶ λέγεται μνήμη, ὅταν αἰσθάνηται καὶ τοῦ χρόνου, ὅτι χθὲς ἢ ὅλως πρότερον εἶδον ἢ ἤκουσα. καὶ ἐπεὶ τότε γίνεται μνήμη, ὅτε χρόνου αἴσθησις, ὅσα χρόνου αἰσθάνεται, ταῦτα καὶ μνημονεύει. ὁ γὰρ πεπτωκὼς ὄνος πέρυσιν εἰς τόνδε τὸν βόθρον, τήμερον δὲ ἰδὼν αὐτὸν καὶ ἀναχωρήσας, ᾔσθετο, ὅτι πρότερον πέπτωκεν ἐν αὐτῷ. αἰσθάνεται οὖν καὶ τὰ λοιπὰ τοῦ χρόνου, ἀλλ’ οὐχ ὁμοίως τοῖς ἀνθρώποις· ὁ μὲν γὰρ ἄνθρωπος πρὸς τῷ αἰσθάνεσθαι, πότε εἶδε καὶ πότε ἤκουσεν, οἶδε καὶ τὴν διαφορὰν τοῦ παρεληλυθότος καὶ μέλλοντος, τὰ δ’ ἄλογα τούτου μόνου αἰσθάνεται τοῦ ὅτι νῦν πίπτει ἢ πέπτωκε,2 τοῦ δὲ μέλλοντος ἔννοιαν οὐκ ἴσχει. εἰπὼν δὲ ὅτι ὅσα χρόνου αἰσθάνεται ταῦτα μνημονεύει, ἐπήγαγε· καὶ τούτῳ ᾧ αἰσθάνεται,3 τουτέστι καὶ ἐν τούτῳ τῷ μέρει τῆς ψυχῆς μνημονεύει, ἐν ᾧ καὶ αἰσθάνεται· τοῦτο δ’ ἐστὶ τὸ αἰσθητικόν· ἐν γὰρ τῷ θρεπτικῷ ἢ τῷ φυτικῷ οὐκ ἔστι μνήμη, ἀλλὰ τῷ αἰσθητικῷ, ἐν ᾧ καὶ τὸ φαντάζεσθαι.

“因此,记忆既非感觉,亦非把握,而是其中之一的状态。” 他所说的“把握”,是指在意见、思想以及其余理性官能上共同被述说者。或者,他现在可能更借用地将想象称为“把握”。因此,[记忆]既非把握,亦不与感觉同一,而是感觉的一种状态或情状,因为想象亦是如此。而“当时间过去之时”等同于“当感知到残留物产生时的时间之时,不仅感知到时间,而且亦感知到[残留物]由之产生的事物”。正如已经说过的,对于在当前与现在的时间中被看见或被思想之物,并没有记忆,而是有感觉和知识;记忆属于已发生之物。因此一切记忆都伴随时间,也就是说,正因如此,只有当人感知到时间,即感知到昨天或总归是以前看见或听见时,记忆才存在并被称为记忆。既然当有时间的感知时才产生记忆,那么凡是感知时间的事物,这些事物亦都在记忆。因为去年掉进这个坑里的驴子,今天看见这个坑而退后,便是感知到了自己以前掉进过其中。因此其他[动物]亦感知时间,但与人类并不相同;因为人类除了感知何时看见、何时听见之外,亦知晓过去与未来的区别,而无理性的动物仅仅感知到“现在正掉落或已经掉落”这一点,对于未来则没有概念。在说了“凡是感知时间的事物都记忆”之后,他又接着说“并且是用它借以感觉的那个[进行记忆]”,也就是说,它亦是在灵魂中它借以感觉的那个部分进行记忆;而这就是感觉的部分;因为记忆并不在营养或植物性部分中,而是在感觉部分中,想象亦存在于其中。

语法注3 条
  1. 1.3λέγει ὅτι πρότερον τοῦτο ἤκουσε

    动词 λέγει 的语法主语是前文提到的 ἡ ψυχή(灵魂),用以表达灵魂在记忆的现实活动中内在作出的判断或陈述(“以前听过这个”),而非指外部说话者或非人称用法。

  2. 1.4τούτου μόνου αἰσθάνεται τοῦ ὅτι νῦν πίπτει ἢ πέπτωκε

    动词 αἰσθάνεται 支配属格,此处接指示代词属格 τούτου μόνου,并由带属格冠词的说明从句 τοῦ ὅτι νῦν πίπτει ἢ πέπτωκε 作为同位语修饰,用以明确非理性动物仅能感知的对象(“现在正在掉落或已经掉落”)。

  3. 1.4καὶ τούτῳ ᾧ αἰσθάνεται

    引用亚里士多德原文中的工具与格(“用它借以感觉的那个官能”)。米海尔在随后的注解中将其重新解读为表示所在的格,换用 ἐν τούτῳ τῷ μέρει τῆς ψυχῆς(“在灵魂的那个部分中”)进行解释,从而将其指认为灵魂的感觉部分(τὸ αἰσθητικόν)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:7.22-8.21