← 艾菲索斯的米海尔

亚里士多德《自然诸论丛》评注

§77.3-79.3

梦中占卜的分类与微小身体运动的感知

米海尔注解了《论睡眠中的占卜》的开篇,阐明通过梦的占卜并非神所遣送,而是归入原因、征兆和巧合三类,并解释了白天被掩盖的微小身体运动如何在睡眠中因感觉器官的闲置而被放大感知从而成为征兆。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.1

" Περὶ δὲ τῆς μαντικῆς τῆς ἐν τοῖς ὕπνοις γινομένης καὶ λεγομένης συμβαίνειν ἀπὸ τῶν ἐνυπνίων." Μετὰ τὸ Περὶ ἐνυπνίων εὐθὺς τάττει τὸ Περὶ τῆς ἐν τοῖς ὕπνοις μαντικῆς. λέγεται δὲ μαντικὴ διὰ τὸ προμαντεύεσθαι καὶ προγινώσκειν, ἃ μέλλομεν ποιεῖν ἢ πράττειν ὕστερον, παρὰ τῶν ἐνυπνίων. ἀπὸ γὰρ τῶν ἐνυπνίων προμαντευόμεθα, ὅτι τόδε τι ἡμῖν συμβήσεται. ταύτης δὴ τῆς μαντικῆς οὔτε καταφρονῆσαι ῥᾴδιον ὡς μὴ ἐχούσης τι σημειῶδες ἢ προμάντευμα τῶν μελλόντων γίνεσθαι (πείθει γὰρ ἡμᾶς ἡ πεῖρα τῶν καθ’ ἑκάστην γινομένων, ὡς ἔχει τι σημειῶδες), οὔτε δεῖ πάλιν πεισθῆναι, ὅτι τὰ ἐνύπνια αἴτιά εἰσι πάντων τῶν μελλόντων γίνεσθαι, ἀλλὰ τούτων τινὰ μέν εἰσιν αἴτια, τινὰ δὲ σημεῖα, τινὰ δὲ συμπτώματα. τίνα δὲ τούτων αἴτια καὶ τίνα σημεῖα καὶ τίνα συμπτώματα, αὐτὸς ἐρεῖ προελθών. εἰπὼν δὲ ὅτι καὶ τὸ περὶ ἐνίων εἶναι τὴν μαντικὴν ἐν τοῖς ὕπνοις ἐπήγαγε· δι’ ὃ καὶ περὶ τῶν ἄλλων ἐνυπνίων ὁμοίως ἄν τις οἰηθείη. ἔστι δὲ τὸ περὶ τῶν ἄλλων ἴσον τῷ περὶ πάντων καὶ εἴη ἄν τὸ λεγόμενον δυνάμει τοιοῦτον· ἐπεὶ γὰρ ἔνια τῶν ἐνυπνίων ἔχουσι σημειῶδές τι, οἰηθείη ἄν τις ὅτι καὶ ἁπλῶς πάντα τὰ ἐνύπνια τοιαῦτα τυγχάνει, καὶ οὐδέν ἐστιν ἐνύπνιον, ὅπερ οὐκ ἔχει τι σημειῶδες. ἀλλὰ τὸ μὲν ἔχειν τινὰ σημειῶδες δῆλον, τὸ δὲ μὴ λέγειν αἰτίας εὐλόγους πῶς τοῦτο συμβαίνει, ἀλλ’ ἀποφαίνεσθαι, ὅτι θεός ἐστιν ὁ ταῦτα πέμπων, ἀπιστεῖν ἡμᾶς ποιεῖ. ἄλογον γὰρ τὸ τὸν θεόν, ὃς ἑαυτὸν μόνον ὁρᾷ (αὐτὸς γάρ ἐστι τὸ ἀεὶ νοοῦν καὶ ἀεὶ νοούμενον), εἰς τοιαῦτα κατάγειν καὶ κατασπᾶν. ὅτι δὲ τοῦ θεοῦ ἀφαιρεθέντος οὐδὲν ἄλλο φαίνεται εὔλογον, οὐκ ἄδηλον. τὸ γὰρ προορᾶν ἡμᾶς τινα πράγματα, ἃ μέλλει συμβαίνειν ἐν ταῖς Ἡρακλείαις στήλαις ἢ ἐν Βορυσθένει, ὑπὲρ ἡμᾶς ἐστι τὸ λέγειν τὸ αἴτιον τούτου.1 ὅτι δὲ ἡ ὑποδρομὴ τοῦ ἀστέρος σημεῖόν ἐστιν ἐκλείψεως, δῆλον. οὕτω γὰρ καὶ λέγομεν· σημεῖον δὲ ὅτι ἐκλείπει· καὶ γὰρ ὁ ἀστὴρ ὑπεισῆλθεν.

“关于在睡眠中发生并被称为由梦产生的占卜。” 紧随《论梦》之后,他安排了《论睡眠中的占卜》。它被称为占卜,乃是因为我们根据梦预先占卜并预先知晓我们随后将要做或付诸行动的事情。因为我们根据梦预先占卜某种特定的事情将会降临于我们。关于这种占卜,既不容易因为认为它不包含任何对将要发生之事的征兆或预先占卜而予以轻视(因为对每日发生之事的经验使我们确信它具有某种征兆性),另一方面也不应当确信梦是将要发生的所有事情的原因,而是在这些〔梦〕中,有些是原因,有些是征兆,有些则是巧合。至于这些当中哪些是原因,哪些是征兆,哪些是巧合,他自己将在后文中说明。在陈述了在睡眠中的占卜是关于某些事情的之后,他接着写道:“因此有人也可能会对其他梦同样如此认为。”而“关于其他梦”等于“关于所有梦”,所说的在实质上或许是这样的:因为某些梦具有某种征兆性,有人可能会认为干脆所有的梦都恰是如此,并且没有任何一个梦是不具有某种征兆性的。然而,某些梦具有征兆性固然是显而易见的,但未能陈述这如何发生的合理原因,反而宣称是神在遣送这些,却使我们难以置信。因为把只注视自身的神(因为神自身乃是恒久思考者与恒久被思考者),降格并拉扯到此类琐事中是不合常理的。而且显而易见的是,一旦排除了神,就再没有别的解释显得合理了。因为对于我们预先看见某些即将在赫拉克勒斯之柱或博里斯提尼斯发生的事情,陈述其原因乃是超出我们能力的。但天体的潜入是日/月食的征兆,这一点是明确的。因为我们确实这样说:“有征兆表明它正在发生食;因为那天体确实已经潜入了。”

§4.2

"Ἆρ’ οὖν ἐστι τῶν ἐνυπνίων τὰ μὲν αἴτια καὶ σημεῖα, οἷον τῶν περὶ σῶμα συμβαινόντων;" Τὸ τῆς λέξεως κατάλληλον τοιοῦτόν ἐστι· τῶν ἐνυπνίων τὰ μέν ἐστιν αἴτια, τὰ δὲ σημεῖα·2 αἴτια μὲν ὅσα φανέντα τὴν διάνοιαν ἐπὶ τὰς ἐνεργείας ἐφίστησιν, ὑπομνήσαντά τινος τῶν πρώτων (τί δὲ τοῦτό ἐστι, μετὰ βραχὺ γνωσόμεθα), σημεῖα δέ δι’ ὧν παρίσταται σωματικὰ πάθη ἢ ψυχικά. εἰπὼν δὲ τὰ προσεχῶς ῥηθέντα ἐπήγαγεν· εὔλογον δὲ οὕτως ὑπολαβεῖν καὶ τοῖς τεχνίταις μέν, σκοπουμένοις δέ τι καὶ φιλοσοφοῦσιν. ἔστι δὲ τὸ λεγόμενον· οὐ μόνον τοῖς ἰατροῖς προσήκει σφόδρα προσέχειν τοῖς ἐνυπνίοις, ἀλλὰ καὶ ἡμῖν τοῖς τεχνίταις καὶ φιλοσοφοῦσι περί τινος. ἀλλὰ πῶς ἐν τῇ νυκτὶ γίνονται κινήσεις τινές, οἷον φλέγματος κατάρρυσις καὶ ἄλλα τινά, ἃ λέγομεν εἶναι σημεῖα τῶν μελλόντων συμβαίνειν ἡμῖν, ἐν δὲ τῇ ἡμέρᾳ οὐ γίνονται; ἤ φησιν, ὅτι γίνονται καὶ ἐν τῇ ἡμέρᾳ. αἱ γὰρ μεθ’ ἡμέραν, τουτέστιν αἱ ἐν τῇ ἡμέρᾳ, γινόμεναι κινήσεις, ἂν μὴ σφόδρα μεγάλαι ὦσι καὶ ἰσχυραί, λανθάνουσι. γίνονται οὖν, φησί, καὶ ἐν τῇ ἡμέρᾳ τοιαῦται κινήσεις, ἀλλὰ διὰ τὸ μὴ εἶναι μεγάλας λανθάνουσιν ἡμᾶς· ἐκκρούονται γάρ, ὡς εἴρηται, ὑπὸ τῶν μεθ’ ἡμέραν κινήσεων μεγάλων οὐσῶν τῶν γινομένων ἐν τοῖς αἰσθητηρίοις ὑπὸ τῶν αἰσθητῶν. ἂν γὰρ μὴ ὦσι, φησί, σφόδρα μεγάλαι καὶ ἰσχυραί, ἀλλὰ μικραί, λανθάνουσι. μεγάλων μὲν γὰρ οὐσῶν οὐ γίνεται λήθη, μικρῶν δὲ γίνεται· τῶν γὰρ αἰσθητῶν αἱ κινήσεις μεγάλαι οὖσαι ἐμποδίζουσιν αὐτὰς καὶ οὐκ ἐῶσιν αἴσθησιν ἐμποιεῖν. ἐν δὲ τῷ καθεύδειν διὰ τὸ ἀργεῖν τὰ αἰσθητήρια καὶ αἱ μικραὶ μεγάλαι δοκοῦσιν. ὅτι δὲ καὶ αἱ μικραὶ μεγάλαι δοκοῦσι, πιστοῦται ἐκ τῆς ἐπαγωγῆς· μικροῦ γὰρ ἤχου ἐν τῷ καθεύδειν γεγονότος ἐν τοῖς ὠσὶ δοκοῦμεν βροντᾶσθαι. τοῦτο δὲ οὐκ ἂν ἡμῖν ἐδόκει, εἰ μὴ αἱ μικραὶ κινήσεις μεγάλαι ἐδόκουν ἐν τοῖς ὕπνοις. δοκοῦσι δὲ μεγάλαι διὰ τὸ τὰ αἰσθητήρια τότε ἀργεῖν.

“那么,是否有些梦是原因与征兆,例如关于身体所发生之事的?” 词句在语法上的对应整序如下:梦之中,有些是原因,有些是征兆;所谓原因,就是所有在显现时提醒了某件在先之事(这是什么,我们稍后便会知晓),从而使思想专注于各项活动的梦;而所谓征兆,则是通过它们而呈现身体或灵魂状态的梦。在陈述了刚刚所说的事情之后,他接着写道:“不仅对于有技艺者,而且对于从事某种考察和哲学思考的人而言,如此理解也是合理的。”所说的意思乃是:不仅医生极其适宜密切注意梦,而且我们这些有技艺者以及就某事物进行哲学思考的人也是如此。然而,为什么在夜里会发生某些运动,比如粘液的流注以及某些其他现象,我们称这些是将要发生在我们身上的事情的征兆,而在白天却不发生呢?抑或是他说,在白天同样也会发生。因为在日间,即在白天发生的运动,除非极其巨大且强烈,否则都会被忽视。他说,因此在白天也会发生此类运动,但由于并不巨大,所以避开了我们的注意;因为正如所说的那样,它们被日间由感觉对象在感觉器官中产生的巨大运动所冲撞消解。他说,因为如果它们不是极其巨大且强烈,而是微小的,就会被忽视。因为如果巨大,就不会产生遗忘,但如果微小,就会产生遗忘;因为感觉对象的运动既然是巨大的,就会阻碍它们,而不允许它们产生感觉。但在睡眠中,由于感觉器官处于闲置状态,即使微小的运动也显得巨大。至于微小的运动也显得巨大,这是通过归纳得到证实的;因为在睡眠中耳中只要发生微小的声响,我们就会以为是在打雷。而如果微小的运动在睡眠中不显得巨大,我们就不会有这种以为。它们显得巨大,乃是因为感觉器官在那时处于闲置状态。

语法注2 条
  1. 4.1τὸ γὰρ προορᾶν ἡμᾶς τινα πράγματα, ἃ μέλλει συμβαίνειν ἐν ταῖς Ἡρακλείαις στήλαις ἢ ἐν Βορυσθένει, ὑπὲρ ἡμᾶς ἐστι τὸ λέγειν τὸ αἴτιον τούτου.

    句首带冠词的对格不定式短语 τὸ γὰρ προορᾶν ἡμᾶς τινα πράγματα... 作为整个句子的论题被前置主题化,而述谓部分 ὑπὲρ ἡμᾶς ἐστι(超出我们能力)的真正主语是后接的带冠词不定式短语 τὸ λέγειν τὸ αἴτιον τούτου。结构上理解为:“对于我们预先看见某些远方的事情而言,陈述其原因乃是超出我们能力的”。

  2. 4.2Τὸ τῆς λέξεως κατάλληλον τοιοῦτόν ἐστι· τῶν ἐνυπνίων τὰ μέν ἐστιν αἴτια, τὰ δὲ σημεῖα

    在引文(Ἆρ’ οὖν ἐστι τῶν ἐνυπνίων τὰ μὲν αἴτια καὶ σημεῖα)中,αἴτια 与 σημεῖα 表面上由 καί 连接;然而注疏者指出,按照规范的语法整序(τὸ κατάλληλον),应将其理解为双肢对照结构,即 τὰ μέν ἐστιν αἴτια, τὰ δὲ σημεῖα(“有些是原因,有些是征兆”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:77.3-79.3