- 底本
- Michael, In Parva Naturalia Commentaria. Commentaria in Aristotelem Graeca XXII.1, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-149. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:75.11-76.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔依循亚里士多德的论述,通过日常经验事例说明:当判别机能未被完全束缚时所产生的表象——如因病导致的清醒期幻觉,或打瞌睡时对声响、光线的感知——在严格意义上都不是梦。
ὁρῶμεν γὰρ φαντάσματά τινα διὰ νόσον ἐνεργουσῶν τῶν αἰσθήσεων, ἅπερ οὔ φαμεν ἐνύπνια. ἀλλὰ μὴν οὐδὲ πᾶν τὸ ἐν ὕπνῳ φάντασμα ἐνύπνιόν ἐστι· τὰ γὰρ φαινόμενα ἐν τῷ ὕπνῳ, ὅταν μὴ κατέχηται τὸ κύριον καὶ τὸ ἐπικρῖνον,1 φαντάσματα μέν εἰσιν, ἐνύπνια δ’ οὔ. εἰπὼν δὲ ὅτι οὐδὲ πάντα τὰ ἐν ὕπνῳ φαινόμενα φαντάσματα ἐνύπνιά εἰσι, τίνα ταῦτά ἐστι λέγει, ὅτι οἱ ψόφοι, ὧν αἰσθάνεταί τις καθεύδων, καὶ τὸ φῶς καὶ οἱ χυμοί, ταῦτα οὐκ εἰσιν ἐνύπνια. οἱ γὰρ ὑπνώττοντες καὶ μεταξὺ ὄντες τοῦ ἁπλῶς γρηγοροῦντος καὶ ἁπλῶς κοιμωμένου, ἐάν τις ψοφῇ ἢ φῶς κρατῶν διέρχηται, αἰσθάνονται καὶ τοῦ φωτὸς καὶ τῶν ψόφων, δοκοῦσι δ’ ἐν ὀνείρῳ τούτων αἰσθάνεσθαι· ὥστε καὶ πολλοὶ ἐγερθέντες λέγουσι πρὸς αὐτούς· σὺ ψοφεῖς· σὺ τὸ φῶς κατέχεις· μὰ τὸν ἥλιον ἐδόκουν ὅτι ὄναρ ταῦτα ὁρῶ, τάχα δὲ οὐκ ὄναρ ἦν αὐτά, ἀλλ’ ἀληθῆ. αἰσθάνονται δὲ τούτων ἀσθενικῶς καὶ οἷον πόρρω· πῇ γὰρ αἰσθάνονται. ὡς γὰρ ἔχει ὁ ἁπλῶς ἐγρηγορὼς πρὸς τὸν πῇ ἐγρηγορότα, οὕτω καὶ ἡ ἁπλῶς αἴσθησις πρὸς τὴν πῇ αἴσθησιν. ἀλλὰ καὶ πολλοὶ καθεύδοντές πῃ, μὴ ἔχοντες δὲ παντελῶς κεκλεισμένα τὰ βλέφαρα, ἀλλ’ ἠρέμα καὶ ὀλίγον ἀνεῳγμένα, καὶ ὁρῶντες τὸ παρακειμένου λύχνου φῶς, ἐγερθέντες εὐθὺς ἐγνώρισαν τὸ τοῦ λύχνου ὄν,2 ὅπερ οὐχ ὡς λύχνου ἐνόμιζον ὁρᾶν, ἀλλ’ ὡς ἐνύπνιον, μὴ καθεύδοντες γάρ· οὐ γὰρ ἁπλῶς καθεύδουσιν, ἀλλὰ πῇ. νομίζοντες δὲ καθεύδειν δοκοῦσιν, ὅτι ἅπερ ὁρῶσι καὶ ὅλως ἅπερ φαντάζονται ἐνύπνιά εἰσιν, μὴ ὄντα ἐνύπνια. καὶ ἀλεκτρυόνων φωνῆς ἀκούοντες καὶ νομίζοντες, ὅτι ἐνύπνιόν ἐστιν, ἐγερθέντες εἶδον τὸν ἀλεκτρυόνα καὶ εὐθὺς ἐγνώρισαν ὅτι οὐκ ἐνύπνιον τὸ φαινόμενον, ἀλλὰ φάντασμα. ταῦτα δὲ ὅτι οὕτως ἔχει, ἴσμεν οἱ πειρώμενοι μνημονεύειν τῶν τοιούτων. οἱ δ’ ἀποκρινόμενοι ἐν τῷ ἐρωτᾶσθαι, ὅτε ὑπνώττουσι, πολλάκις οὐ μνημονεύουσιν ἐγερθέντες, ὅτι ἀπεκρίθησαν, ἀλλ’ ἀγνοοῦσιν. ὥστε δῆλον ὅτι, ἐπεὶ ἀποκρινόμενοι οὐ μνημονεύουσιν, οὔτε ἁπλῶς γρηγοροῦσιν (ἐμνημόνευον γὰρ ἄν), οὔθ’ ἁπλῶς ὑπνώττουσιν (οὐ γὰρ ἂν ἀπεκρίθησαν), ἀλλὰ πῇ ὑπνώττουσι καὶ πῇ γρηγοροῦσιν. ἀληθεῖς δὲ ἐννοίας παρὰ τὰ φαντάσματα λέγει τὰς κρίσεις,3 δι’ ὧν ἐν ὕπνῳ κρίνομεν, ὅτι τοῦθ’ ὅπερ ὁρῶ οὐκ ἔστιν ἐνύπνιον. Σαφῆ δὲ τὰ ἑξῆς. ἐναντίωσιν δὲ ταύτην λέγει τὸ ὁρᾶν ἐνύπνιον καὶ μὴ ὁρᾶν· τὸ γὰρ μὴ ὁρᾶν ἐναντίον τῷ ὁρᾶν.
因为我们在诸感觉活动时也会由于疾病看见某些表象,而我们并不称这些为梦。然而,甚至并非睡眠中的所有表象都是梦;因为在睡眠中显现的事物,凡是主导的和起判别作用的机能未被束缚时,确实是表象,但不是梦。在陈述了并非所有在睡眠中显现的表象都是梦之后,他说明了这些是什么:某人在睡着时感觉到的声响、光线和味道,这些并不是梦。因为那些打瞌睡、处于单纯清醒者与单纯熟睡者之间的人,如果有人弄出声响或拿着光走过,他们既能感觉到光也能感觉到声响,但觉得是在梦中感知这些;以至于许多人在醒来后甚至对他们说:“是你弄出的声响;是你拿着光;指着太阳发誓,我还以为我是在梦里看见这些,但或许它们并不是梦,而是真实的事情。”然而他们对这些的感觉是微弱的,仿佛来自远方;因为他们只是在某种程度上进行感觉。因为正如单纯清醒者对在某种程度上清醒者所具有的关系一样,单纯的感觉对在某种程度上的感觉也是如此。而且,许多在某种程度上睡着的人,眼睑并未完全闭合,而是微微且略微睁开,看着放置在旁的灯光,醒来后立刻认出那是属于灯的,他们原本以为自己所看见的并不是属于灯的,而是作为一个梦,因为他们并未[完全]睡着;因为他们不是单纯地睡着,而是在某种程度上睡着。但由于以为自己在睡觉,他们便认为自己所看见的以及总的来说所想象的乃是梦,尽管它们并不是梦。那些听见公鸡啼叫并以为是梦的人,醒来后看见公鸡,便立刻认出显现出来的不是梦,而是表象。至于这些事情确实如此,我们这些试图回忆此类经历的人是知晓的。另一方面,在打瞌睡时被问及而作答的人,醒来后往往记不得自己曾作过回答,而是全然不知。因此显然,既然他们作了回答却记不得,他们就既不是单纯清醒(因为若是那样他们本会记得),也不是单纯睡着(因为若是那样他们本不会作答),而是在某种程度上睡着,又在某种程度上清醒。至于他所说的“表象之外的真实思想”,指的是判决,我们凭借它在睡眠中判定“我看见的这个东西并不是梦”。接下来的内容是明白易懂的。他所说的“这种对立”,指的是看见梦与不看见梦;因为不看见与看见是对立的。
- 3.13ὅταν μὴ κατέχηται τὸ κύριον καὶ τὸ ἐπικρῖνον
κατέχηται 为被动态,以中性实体化词组 τὸ κύριον καὶ τὸ ἐπικρῖνον(主导的和起判别作用的机能)为主语。意思是“当主导与判别的功能未被(睡眠的麻痹)束缚时”,指未进入深度睡眠、辨别能力仍部分发挥作用的状态。
- 3.13τὸ τοῦ λύχνου ὄν
此短语作动词 ἐγνώρισαν 的直接宾语。定冠词 τὸ 与中性现在分词 ὄν 之间夹置了属格 τοῦ λύχνου,意为“属于灯的存在(即该光亮属于灯的事实)”,与紧随其后的关系从句 ὅπερ οὐχ ὡς λύχνου ἐνόμιζον ὁρᾶν, ἀλλ’ ὡς ἐνύπνιον 形成明确对比。
- 3.13ἀληθεῖς δὲ ἐννοίας παρὰ τὰ φαντάσματα λέγει τὰς κρίσεις
双宾格结构(λέγει A B,“他把B称为A/以A指称B”)。被解释的无冠词原句用语 ἀληθεῖς ἐννοίας παρὰ τὰ φαντάσματα(表象之外的真实思想)前置作谓语宾格,带冠词的 τὰς κρίσεις(判决、判定)作直接宾语,紧随其后的关系从句 δι’ ὧν... 修饰 κρίσεις。
