- 底本
- Michael, In Parva Naturalia Commentaria. Commentaria in Aristotelem Graeca XXII.1, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-149. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:74.11-75.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔遵照亚里士多德(462a8)的文本,依据刚入睡即被唤醒时影像仍残留在眼前这一现象,阐明感觉器官中确有表象运动存在,并确认梦的定义即为“睡眠中的表象”。
" Ὅτι δὲ ἀληθῆ λέγομεν καί εἰσι κινήσεις φανταστικαὶ ἐν τοῖς αἰσθητηρίοις, δῆλον." Κινήσεις φανταστικὰς αὐτοὺς λέγει τοὺς τύπους τοὺς ἀπὸ τῶν αἰσθητῶν ἐν τοῖς αἰσθητηρίοις καὶ δι’ αὐτῶν εἰς τὸ πρῶτον αἰσθητήριον, τὴν καρδίαν, ἐγγινομένους. εἰπὼν δὲ ὅτι γίνεται τὰ ἐνύπνια ἀπὸ τῶν εἰδώλων καὶ τῶν τύπων τῶν ἐν τῷ πρώτῳ αἰσθητηρίῳ, ἔδει δὲ ζητεῖν εἰ ὅλως εἰσὶ τύποι τῶν αἰσθητῶν ἐν τῇ καρδίᾳ, πιστοῦται τοῦτο,1 λέγω δὴ τὸ εἶναι τύπους καὶ εἴδωλα ἐν τῇ καρδίᾳ, ἀπὸ τῶν συμβαινόντων τοῖς ἄλλοις αἰσθητηρίοις. εἰ γάρ εἰσιν ἐν τοῖς ἄλλοις αἰσθητηρίοις εἴδωλα, πολλῷ μᾶλλον ἐν τῷ πρώτῳ, ἀφ’ οὗ καὶ τοῖς ἄλλοις τὸ εἶναι τάδε τινά ἐστι. δῆλον οὖν, φησίν, ὅτι εἰσίν, ἐάν τις προσέχων πειρᾶται μνημονεύειν, ἃ πάσχομεν καταφερόμενοί τε καὶ ἐγειρόμενοι. καὶ οὐ λέγει, ὅτι καὶ ἅμα τῷ καταφέρεσθαι καὶ εἰς ὕπνον τρέπεσθαι πάσχομέν τι, ἀλλ’ ἔστι τὸ λεγόμενον, ὅτι ἃ πάσχομεν ἐγειρόμενοι, ὅταν ἡ ἔγερσις γένηται πλησίον τῆς καταφορᾶς· οἷον εἰ ἐν τῇ ἀρχῇ τῆς πρώτης ὥρας γένοιτο ἡ καταφορά, ἵνα ἡ ἔγερσις γένηται ἐν τῷ ἡμίσει τῆς ὥρας ἢ ἐν τῷ τέλει ἢ ὅλως σύντομος. ἂν γὰρ ἡνίκα ὑπνώσας τις ἄρξηται ὁρᾶν ἐνύπνιον, εἶτα ἐγερεῖ αὐτόν τις, ὥσπερ εἴρηται, συντόμως, ὁρᾷ τὰ εἴδωλα πρὸ ὀμμάτων. ἃ γὰρ βλέπει ἐν τῷ ὕπνῳ, ἐγερθεὶς καὶ προσέχων ὁρᾷ αὐτά, ὥσπερ νῦν ἐγὼ τόνδε τὸν χάρτην. εἰ γὰρ καὶ κατῆλθον ἐν τῇ καρδίᾳ, ὅμως αἱ κινήσεις αὐτῶν ἔτι ἐμμένουσιν ἐν τοῖς ὀφθαλμοῖς. ὥστε εἰ μὴ ἦσαν κινήσεις καὶ εἴδωλα τῶν αἰσθητῶν ἐν τοῖς αἰσθητηρίοις, οὐκ ἂν συνέβαινεν ἡμᾶς ὁρᾶν Σωκράτην, εἰ οὗτος ἦν ὁ ὁρώμενος ἐν ὕπνῳ, μὴ παρόντος Σωκράτους. ἀλλὰ καὶ ἔνιοι τῶν νέων ὑπό τινος ἐγερθέντες καὶ πάμπαν ἀκριβῶς διαβλέψαντες εἴδωλα εἶδον ἐνώπιον αὐτῶν ἱστάμενα· ταῦτα δὲ ἦσαν αἱ ἐν τοῖς ὀφθαλμοῖς ἀπὸ τῶν αἰσθητῶν κινήσεις. Ταῦτα εἰπών, συμπεραίνεται λέγων· ἔστι τὸ ἐνύπνιον φάντασμα ἐν ὕπνῳ. τὸ δὲ ἐν ὕπνῳ ἐπήγαγε διὰ τὸ καὶ τὰ εἴδωλα, ἅπερ ὁρῶσιν οἱ πάμπαν ἐν σκότει διαβλέποντες, εἶναι μὲν φαντάσματα, οὐκ ἐνύπνια δέ· τὸ γὰρ ἐν ἐγρηγόρσει φάντασμα οὐκ ἐνύπνιον, ἀλλὰ τὸ ἐν ὕπνῳ φαινόμενον φάντασμα, τοῦτό ἐστιν ἐνύπνιον. οὔτε οὖν τὰ εἰρημένα εἴδωλα καὶ φαντάσματά εἰσιν ἐνύπνια, οὔτε ἄλλο τι φαινόμενον λελυμένων, τουτέστιν ἐνεργουσῶν, τῶν αἰσθήσεων.2
“但是,我们所说的是真实的,并且在感觉器官中存在着表象的运动,这是显而易见的。” 他把那些由感觉对象产生在感觉器官中、并通过它们进入第一感觉器官即心脏的印记本身,称为“表象的运动”。在陈述了梦是由第一感觉器官中的影像和印记产生之后,既然本应当探究在心脏中是否根本存在感觉对象的印记,他便从其他感觉器官中发生的事情来确证这一点,我指的是确证印记和影像存在于心脏中。因为如果在其他感觉器官中存在影像,那么在第一感觉器官中就更有理由存在,其他器官正是从它那里才获得了作为如此这般之物的存在。他说,因此,如果有人注意并试图回忆我们在入睡和醒来时所遭遇的状况,它们的存在就是显而易见的。他并不是说,我们在正当入睡并转向睡眠的时刻遭受了什么,所说的意思是:当醒来紧接着入睡发生时,我们在醒来时所遭遇的状况;例如,如果入睡发生在第一个时段的开端,以至于醒来发生在此时段的一半,或在末尾,或总的来说时间很短。因为如果在某人刚入睡并开始看见梦境的那一刻,有人如前所述随即唤醒了他,他就会在眼前看见那些影像。因为他在睡眠中所看到的事物,醒来并留心时仍能看见它们,就像我现在看见这张纸一样。因为即使它们已经下降到了心脏中,它们的运动却仍然存留在眼睛中。因此,如果感觉器官中不存在感觉对象的运动和影像,那么在苏格拉底不在场的情况下,假设在梦中被看见的就是这个人,我们看见苏格拉底这种事就不会发生。而且,有些年轻人在被某人唤醒并完全睁大双眼时,曾看见影像立在他们面前;而这些正是由感觉对象在眼睛中留下的运动。在说了这些之后,他得出结论说:“梦是睡眠中的表象。”他之所以加上“在睡眠中”,是因为那些在完全黑暗中睁大双眼的人所看见的影像,固然也是表象,却不是梦;因为清醒时的表象不是梦,在睡眠中显现的表象才是梦。因此,上述的影像和表象既不是梦,在感觉解脱即活动时所显现的其他任何东西也不是梦。
- 3.13εἰπὼν δὲ ὅτι γίνεται τὰ ἐνύπνια ἀπὸ τῶν εἰδώλων καὶ τῶν τύπων τῶν ἐν τῷ πρώτῳ αἰσθητηρίῳ, ἔδει δὲ ζητεῖν εἰ ὅλως εἰσὶ τύποι τῶν αἰσθητῶν ἐν τῇ καρδίᾳ, πιστοῦται τοῦτο
在分词从句(εἰπὼν δὲ...)之后,带有连词 δέ 的插入对比从句 ἔδει δὲ ζητεῖν... 被引入,最终导向主句动词 πιστοῦται(主语为亚里士多德)。第二个 δέ 标明了转折与理由的推进(“虽然说了……但在本应探究……的情况下,他确证了这一点”),句子的主干框架是 εἰπών... πιστοῦται τοῦτο。
- 3.13λελυμένων, τουτέστιν ἐνεργουσῶν, τῶν αἰσθήσεων
在这一独立属格结构(λελυμένων... τῶν αἰσθήσεων)中,使用了动词 λύω(解开、释放)的完成时被动分词。正如注解者自身用 τουτέστιν ἐνεργουσῶν(即正在活动)所澄清的那样,它指感觉摆脱了睡眠的压制(κατέχεσθαι),在清醒中正常发挥现实活动的状态。
